# Ὁμίλαι 8.12

Clemens Romanus, Ὁμίλαι, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/8.12

Τῶν γὰρ τὸν οὐρανὸν ἐποικούντων πνευμάτων οἱ τὴν κατωτάτω χώραν κατοικοῦντες ἄγγελοι, ἀχθεσθέντες ἐπὶ τῇ τῶν ἀνθρώπων εἰς Θεὸν ἀχαριστίᾳ, αἰτοῦνται εἰς τὸν ἀνθρώπων ἐλθεῖν βίον, ἵνα ὄντως ἄνθρωποι γενόμενοι, ἐπὶ πολιτείᾳ πλείονι τοὺς εἰς αὐτὸν ἀχαριστήσαντας ἐλέγξαντες αὐτόθι τῇ κατ᾽ ἀξίαν ἕκαστον ὑποβάλωσι τιμωρίᾳ. ὁπότε οὖν αἰτήσαντες ἔλαβον, πρὸς πᾶσαν ἑαυτοὺς μετέβαλον φύσιν, ἅτε θειωδεστέρας ὄντες οὐσίας καὶ ῥᾳδίως πρὸς πάντα μετατρέπεσθαι δυνάμενοι. καὶ ἐγένοντο λίθος τίμιος, καὶ μαργαρίτης περίβλεπτος, πορφύρα τε εἰ τύχοι καλλίστη, καὶ χρυσὸς ἔνδοξος, καὶ πᾶσα πολυτίμιος ὕλη. καὶ τῶν μὲν εἰς χεῖρας, τῶν δὲ εἰς κόλπον ἐνέπιπτον, καὶ ὑπ᾽ αὐτῶν ἑκόντες ἐκλέπτοντο. μετεβάλλοντο δὲ καὶ εἰς τετράποδα καὶ εἰς ἑρπετά, νηκτά τε καὶ πτηνά, καὶ εἰς πᾶν ὅπερ ἤθελον. ἅτινα καὶ οἱ παρ᾽ ὑμῖν ποιηταὶ ἀφοβίας αἰτίαν ὡς ἔτυχεν ᾄδουσιν, ἑνὶ τοίνυν τὰς πάντων πολλὰς καὶ διαφόρους πράξεις ἀπονέμοντες.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
