# Ὁμίλαι 8.17

Clemens Romanus, Ὁμίλαι, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/8.17

Ἐπὶ δὲ τῇ πολλῇ τῶν αἱμάτων ῥύσει ὁ καθαρὸς ἀὴρ ἀκαθάρτῳ ἀναθυμιάσει μιανθεὶς καὶ νοσήσας τοὺς ἀναπνέοντας αὐτὸν νοσώδεις ἀπειργάζετο, ὡς τοὺς ἀνθρώπους λοιπὸν ἀώρους ἀποθνήσκειν. ἡ δὲ γῆ ἐκ τούτων σφόδρα μιανθεῖσα πρῶτον τότε τὰ ἰοβόλα καὶ λυμαντικὰ ζῶα ἐξέβρασεν. τῶν οὖν πάντων πρὸς τὸ χεῖρον χωρησάντων διὰ τοὺς θηριώδεις δαίμονας, ὁ Θεὸς αὐτοὺς ὥσπερ κακὴν ζύμην ἐξελεῖν ἐβουλεύετο, ἵνα μὴ ἀπὸ σπορᾶς κατ᾽ ἀκολουθίαν ἑκάστη γενεὰ τῇ πρὸ αὐτῆς ἐξομοιουμένη, ὁμοίως ἀσεβοῦσα, τὸν ἐσόμενον αἰῶνα σωζομένων ἀνδρῶν κενώσῃ. τούτου δὴ ἕνεκεν ἑνί τινι δικαίῳ μετὰ τῶν ἐξ αὐτοῦ τριῶν, σὺν ταῖς αὐτῶν γυναιξίν, ἅμα τοῖς λοιποῖς, ἐν λάρνακι διασώζεσθαι προαγγείλας ὕδωρ εἰς κατακλυσμὸν ἐπέκλυσεν, ἵνα πάντων ἀναλωθέντων ὁ κόσμος κατεκκαθαρισθεὶς αὐτῷ τῷ ἐν λάρνακι διασωθέντι εἰς δευτέραν βίου ἀρχὴν καθαρὸς ἀποδοθῇ. καὶ δὴ οὕτως ἐγένετο.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
