# Ὁμίλαι 8.20

Clemens Romanus, Ὁμίλαι, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/8.20

Τοιαῦτα παρακελευσάμενος αὐτοῖς ὁ ἄγγελος ἀπηλλάγη. ὑμεῖς δὲ ἔτι τοῦτον ἀγνοεῖτε τὸν νόμον, ὅτι προσκυνῶν τις δαίμονας ἢ θύων ἢ τραπέζης αὐτοῖς κοινωνῶν ὑπόδουλος αὐτοῖς γενόμενος ὡς ὑπὸ κακῶν δεσποτῶν πάσης τῆς ἐξ αὐτῶν μεθέξει τιμωρίας καὶ διὰ τὴν ἄγνοιαν ταύτην τοῖς αὐτῶν βωμοῖς προσφθαρέντες καὶ αὐτῶν ἐκπληρωθέντες ὑπὸ τὴν αὐτῶν ἐξουσίαν γεγόνατε, καὶ παντὶ τρόπῳ ὑβριζόμενοι τὰ σώματα ἀγνοεῖτε. εἰδέναι δὲ ὑμᾶς χρὴ ὅτι οὐδενὸς οἱ δαίμονες ἔχουσιν ἐξουσίαν, ἐὰν μὴ πρότερόν τις αὐτοῖς ὁμοδίαιτος γένηται. ὁπότε οὐδὲ ὁ αὐτῶν ἄρχων παρὰ τὸν ὑπὸ τοῦ Θεοῦ κατ᾽ αὐτῶν κινούμενον νόμον ποιεῖν τι δύναται, δἰ ὅ ἐξουσίαν τινὸς οὐκ ἔχει μὴ προσκυνήσαντος αὐτόν· ἀλλ᾽ οὐδὲ λαβεῖν τις παρ᾽ αὐτῶν δύναταί τι ὧν θέλει, ἀλλ᾽ οὐδὲ βλαβῆναι οὐδέν, ὡς μαθεῖν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
