Ancient Greek
Chapter 8
Clemens Romanus, Ὁμίλαι 8.23
Not analysed yet
Ἔνδυμα οὖν εἰ βούλεσθε γενέσθαι θείου πνεύματος, σπουδάσατε πρῶτον ἐκδύσασθαι τὸ ῥυπαρὸν ὑμῶν πρόλημμα, ὅπερ ἐστὶν ἀκάθαρτον πνεῦμα, καὶ μιαρὸν περίβλημα. τοῦτο δὲ οὐκ ἄλλως ἀποδύσασθαι δύνασθε, ἐὰν μὴ πρότερον ἐπὶ καλαῖς πράξεσιν βαπτισθῆτε· καὶ οὕτω καθαροὶ σώματί τε καὶ ψυχῇ γενόμενοι τῆς ἐσομένης ἀϊδίου βασιλείας ἀπολαύσετε. μήτε οὖν εἰδώλοις πιστεύετε, μήτε τραπέζης αὐτοῖς κοινωνεῖτε μιαρᾶς, μὴ φονεύσητε, μὴ μοιχεύετου, μὴ μισήσητε οὓς μὴ δίκαιον, μὴ κλέπτετε, μηδὲ κακαῖς τισιν ὅλως πράξεσιν ἐπιβάλλεσθε. ἐπεὶ τῶν ἐσομένων ἀγαθῶν στερηθέντες τῆς ἐλπίδος ἐν μὲν τῷ παρόντι ὑπό τε κακῶν δαιμόνων καὶ χαλεπῶν παθημάτων συνελασθήσεσθε, ἐν δὲ τῷ ἐσομένῳ αἰῶνι ἀϊδίῳ κολασθήσεσθε πυρί. τὰ μὲν οὖν σήμερον ὑμῖν ῥηθέντα αὐτάρκως ἔχει. λοιπὸν δέ, ὑμῶν ὑπὸ παθημάτων ὀχλούμενοι πρὸς τὴν ἴασιν παραμείνατε, τῶν δὲ ἄλλων οἱ βουλόμενοι μετ᾽ εἰρήνης πορεύεσθε.