# Ὁμίλαι 9.11

Clemens Romanus, Ὁμίλαι, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/9.11

Δεῖ δὲ καὶ ἐν ταῖς εὐχαῖς τῷ θεῷ προσπεφευγέναι ὁμολογεῖν, καὶ διαμαρτύρασθαι τὴν τοῦ δαίμονος οὐκ ἀπάθειαν, ἀλλὰ βραδύτητα. πάντα γὰρ τῷ πιστεύοντι γίνεται, ἀπιστοῦντι δὲ οὐδέν. ὅθεν αὐτοὶ οἱ δαίμονες, εἰδότες ὧν ἐπικρατοῦσιν τῆς πίστεως τὴν ποσότητα, ἀναλογοῦσαν ἐπιμετροῦσιν αὐτῶν τὴν ἐπιμονήν. διὰ τοῦτο τοῖς ἀπιστοῦσιν ἐπιμένουσιν, τοῖς δὲ δυσπίστοις ἐμβραδύνουσιν, τοῖς δὲ παντάπασιν πιστεύσασιν καὶ εὖ πράττουσιν οὐδὲ πρὸς ῥοπὴν ὥρας συνεῖναι δύνανται. ἡ γὰρ ψυχὴ τῇ πρὸς Θεὸν πίστει ὡς εἰς ὕδατος φύσιν τραπεῖσα τὸν δαίμονα ὡς σπινθῆρα πυρὸς ἀποσβέννυσιν. κάματος οὖν ἐστιν ἑκάστῳ ἐκνοηθῆναι τὴν τοῦ ἑαυτοῦ δαίμονος φυγήν. ἀνακιρνάμενοι γὰρ ταῖς ψυχαῖς, ὅπως τις τῆς αὑτοῦ σωτηρίας ἀμελήσῃ, ἐνθυμήσεις πρὸς ἃ βούλεται ὑποβάλλουσιν εἰς τὸν ἑκάστου νοῦν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
