# Ὁμίλαι 9.12

Clemens Romanus, Ὁμίλαι, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/9.12

Ὅθεν πολλοὶ οὐκ εἰδότες πόθεν ἐνεργοῦνται, ταῖς τῶν δαιμόνων κακαῖς ὑποβαλλομέναις ἐπινοίαις ὡς τῷ τῆς ψυχῆς αὐτῶν λογισμῷ συντίθενται. διὸ πρὸς τοὺς σώζειν αὐτοὺς δυναμένους ἐλθεῖν ὀκνηρότεροι γίνονται, καὶ αὐτοὺς ὑπ᾽ αὐτῶν τῶν ἐνεδρευόντων δαιμόνων ἀναλισκόμενοι ἀγνοοῦσιν. ὑπὸ μὲν οὖν τῶν ταῖς ψυχαῖς αὐτῶν ἐνδομυχούντων δαιμόνων ἐπιδίδοται αὐτοῖς ἐνθυμεῖσθαι, ὡς οὐ δαίμονος ἐνοχλοῦντος, ἀλλὰ σωματικῆς νόσου, οἷον ἢ ὕλης δριμείας, ἢ χολῆς, ἢ φλέγματος, ἢ αἵματος ἀμετρίας, ἤ μήνιγγος φλεγμονῆς, ἢ ἄλλου τινός. εἰ δὲ καὶ τοῦτο ἦν, οὐδ᾽ αὐτὸ ἀπήλλακται δαίμονος εἶδος εἶναι. ἡ γὰρ καθόλου καὶ γεώδης ψυχή, αἰτίᾳ πάντων βρωτῶν διικνουμένη, ὑπὸ τῆς πλείονος τροφῆς ἐπὶ πλεῖον προσληφθεῖσα, αὐτὴ μὲν ὡς συγγενεῖ ἑνοῦται τῷ πνεύματι, ὅπερ ἐστὶν ἀνθρώπου ψυχή, τὸ δὲ τῆς τροφῆς ὑλῶδες τῷ σώματι ἑνωθὲν ὡς δεινὸς αὐτῷ ὑπολείπεται ἰός. διὸ ἐπὶ πάντων καλὸν ἡ αὐτάρκεια.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
