# Ὁμίλαι 9.13

Clemens Romanus, Ὁμίλαι, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/9.13

Τινὲς δὲ τῶν κακούργων δαιμόνων ἄλλως ἐνεδρεύουσιν. τὴν ἀρχὴν οὐδ᾽ ὅτι ἐμφαίνοντες, ὅπως ἡ κατ᾽ αὐτῶν σπουδὴ μὴ γένηται, εὐκαίρως δὲ ὀργῆς προφάσει, ἔρωτος, ἢ ἄλλου τινός, ἤτε ξίφει, ἢ βρόχῳ, ἢ κρημνῷ, ἢ ἑτέρῳ τινὶ τὸ σῶμα αἰφνιδίως ἐνυβρίζουσιν, καὶ εἰς τέλος κολασθησομένας καθιστᾶσιν τῶν ἀνακεκραμένων τὰς ἠπατημένας αὐτοῖς ψυχάς, ὡς ἔφαμεν, εἰς τὸ καθάρσιον χωρήσαντες πῦρ. ἄλλοι δὲ ἄλλως ἐνεδρευόμενοι οὐ προσίασιν ἡμῖν, ταῖς τῶν κακούργων δαιμόνων ἐνθυμήσεσιν ἀπατώμενοι, ὡς ὑπὸ μὲν τῶν θεῶν αὐτῶν ταῦτα πάσχοντες διὰ τὴν πρὸς αὐτοὺς ἀμέλειαν, θυσίαις δὲ αὐτοὺς διαλλάσσειν δυνάμενοι, καὶ ὅτι μὴ χρὴ αὐτοὺς ἡμῖν προσιέναι, ἀλλὰ τοὐναντίον φεύγειν καὶ μισεῖν. καὶ ὁμῶς μισοῦσιν καὶ φεύγουσιν τοὺς μᾶλλον ἐλεῶντας καὶ ἐπ᾽ εὐεργεσίᾳ αὐτοὺς διώκοντας.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
