# Ὁμίλαι 9.15

Clemens Romanus, Ὁμίλαι, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/9.15

Ὡς γὰρ οἱ δεινοὶ ὄφεις τοῖς αὑτῶν πνεύμασιν τοὺς στρούθους ἐπισπῶνται, οὕτω καὶ αὐτοὶ τοὺς μεταλαμβάνοντας τῆς αὐτῶν τραπέζης, διά γε τῶν βρωτῶν καὶ ποτῶν ἀνακραθέντες αὐτῶν τῷ νῷ, εἰς τὸ ἴδιον αὐτῶν ἐπισπῶνται βούλημα, μεταμορφοῦντες ἑαυτοὺς κατ᾽ ὄναρ κατὰ τὰς τῶν ξοάνων εἰδέας, ἵνα τὴν πλάνην αὐξήσωσιν. τὸ γὰρ ξόανον οὔτε ζῶόν ἐστιν, οὔτε θεῖον ἔχει πνεῦμα, ὁ δὲ ὀφθεὶς δαίμων τῇ μορφῇ ἀπεχρήσατο. πόσοι κατ᾽ ὄναρ ὁμοίως ἄλλοις ὤφθησαν, καὶ ὕπαρ συναντήσαντες ἀλλήλοις πρὸς τὸ κατ᾽ ὄναρ ἀντιβάλλοντες οὐ συνεφώνησαν; ὥστε οὐκ ἔτι ὄναρ ἐπιφάνεια ἐκεῖνό ἐστιν, ἀλλ᾽ ἢ δαίμονός ἐστιν ἢ ψυχῆς τὰ ἐπιγεννήματα τοῖς παροῦσι φόβοις καὶ ἐπιθυμίᾳ ἀποδιδούσης τὰς εἰδέας· ἡ γὰρ φόβῳ τὸν νοῦν πληγεῖσα, διὰ ὀνείρων τὰς ἰδέας ἀποκυΐσκει. εἰ δὲ τὰ ξόανα οἴεσθε ὡς ἔμπνοα ὑπάρχοντα τὰ τοιαῦτα ἐνεργεῖν δύνασθαι, ἐπὶ ζυγοῦ ἐπιστήσαντες αὐτά, ἴσου ὄντος τοῦ κανόνος, τὸ ἀντίῤῥοπον ἐπὶ τῆς ἑτέρας πλάστιγγος θέντες, ἀξιώσατε αὐτὰ ἢ ὁλκότερα γενέσθαι ἢ κουφότερα, καὶ οὕτως ἐὰν γένηται, ἔμπνοά ἐστιν· ἀλλ᾽ οὐ γίνεται· εἰ δὲ ἔσται, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. καὶ γὰρ δακτύλῳ δαίμονος τοῦτο γενέσθαι δύναται. καὶ σκώληκες κινοῦνται, καὶ θεοὶ οὐ λέγονται.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
