# Ὁμίλαι 9.16

Clemens Romanus, Ὁμίλαι, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/9.16

Ὅτι δὲ πρὸς τὰς προλήψεις ἡ ἑκάστου ψυχὴ εἰδέας δαιμόνων ἀπεικονίζει, καὶ οὐχ οἱ λεγόμενοι θεοὶ ἐπιφαίνονται, σαφές ἐστιν ἐκ τοῦ Ἰουδαίοις μὴ ἐπιφαίνεσθαι. ἀλλ᾽ ἐρεῖ τις· πῶς οὖν χρηματίζουσιν τὰ μέλλοντα προσημαίνοντες; καὶ τοῦτο ψεῦδός ἐστιν. δεδόσθω δὲ ἀλήθεια εἶναι, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. οὐ γὰρ εἴ τι μαντεύεται, θεός ἐστιν. ὅτι καὶ πύθωνες μαντεύονται, ἀλλ᾽ ὑφ᾽ ἡμῶν ὡς δαίμονες ἐκριζούμενοι φυγαδεύονται. ἀλλ᾽ ἐρεῖ τις· ἐνίοις θεραπείας προστάσσουσιν. ψεῦδός ἐστιν· δεδόσθω δὲ οὕτως ἔχειν, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. καὶ γὰρ ἰατροὶ ἰῶνται πολλοὺς, καὶ θεοὶ οὐκ εἰσίν. ἀλλά φησιν· ἰατροὶ οὐ πάντως ἰῶνται ἐκείνους, ὧν τὴν πρόνοιαν ποιοῦνται, οὗτοι δὲ καὶ χρηματίσαντες ἰῶνται. ἀλλ’ ἰσασιν οἱ δαίμονες τὰ ὄντως πρὸς ἕκαστον πάθος προσοικειρυμένα βοηθήματα· διὸ ἰατροὶ ἐπιστήμονες ἰᾶσθαι δυνάμενοι, καὶ ταῦτα τὰ ὑπ᾽ ἀνθρώπων ἰαθῆναι δυνάμενα, ἀλλὰ καὶ μαντικὰ ὄντα καὶ εἰδότα πότε ἕκαστον ἐξ αὐτομάτου θεραπεύεται, τότε συντάσσουσιν τὰς θεραπείας, ἵνα ἑαυτοὺς ἐπιγράφωσιν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
