Ancient Greek
Chapter 9
Clemens Romanus, Ὁμίλαι 9.17
Not analysed yet
Ἐπεὶ διὰ τί μετὰ πολὺν χρόνον χρηματίζουσιν τὰς ἰάσεις; διὰ τί δὲ, εἰ πάντα δύνανται, ἄνευ τοῦ προσφέρειν τι τὴν ἴασιν οὐ ποιοῦνται; τίνος δὲ ἕνεκα τισὶν μὲν εὐξαμένοις θεραπείας προστάσσουσιν, ἐνίοις δὲ ἔσθ᾽ ὅτε καὶ οἰκειοτέροις οὖσιν οὐ χρηματίζουσιν; οὕτως ὁπόταν ἐξ αὐτομάτου θεραπεία μέλλῃ γίνεσθαι, ἐπαγγέλλονται, ἵνα ἑαυτοὺς ἐπιγράψωσιν. ἄλλοι δὲ νοσήσαντες καὶ εὐξάμενοι ἐξ αὐτομάτου ὑγιάναντες, οὓς ἐπεκαλέσαντο, ἐπέγραψαν, καὶ ἀναθήματα ἐποίησαν. οἱ μέντοι γε μετ᾽ εὐχὴν διαφωνήσαντες τὰς ἀποτυχίας ἀναθῆναι οὐ δύνανται. πλὴν εἰ οἱ συγγενεῖς τῶν τεθνεώτων ἢ ἐξ αὐτῶν τινες συνεζήτησαν τὰς ἀποτυχίας, πλείονας ἂν εὑρήκειτε τὰς ἀποτυχίας τῶν ἐπιτευγμάτων. ἀλλ᾽ οὐδεὶς προειλημμένος αὐτοῖς τὸν κατ᾽ αὐτῶν ἔλεγχον ἐκφάναι θέλει, αἰδούμενος ἢ φοβούμενος, ἀλλὰ τοὐναντίον, τὰ πιστὰ αὐτῶν ἀτοπήματα συγκρύβουσιν.