# Ὁμίλαι 9.19

Clemens Romanus, Ὁμίλαι, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/9.19

Ὁ γὰρ Θεὸς πάντα δύναται. ἐκεῖνος γάρ ἐστιν ἀγαθὸς καὶ δίκαιος, νῦν πᾶσιν μακροθυμῶν, ἵνα οἱ βουλόμενοι ἐφ᾽ οἷς ἔπραξαν κακοῖς μεταμεληθέντες καὶ καλῶς πολιτευσάμενοι, ἐν ἡμέρᾳ ᾗ τὰ πάντα κρίνεται, τῶν κατ᾽ ἀξίαν ἀπολαύσωσιν. διὸ νῦν ἄρξασθε, ἀγαθῆς γνώσεως αἰτίᾳ Θεῷ πειθόμενοι ἀντιλέγειν ὑμῶν ταῖς κακαῖς ἐπιθυμίαις καὶ ἐννοίαις, ἵνα δυνηθῆτε ἀνακαλέσασθαι τὴν πρώτην τῇ ἀνθρωπότητι παραδοθεῖσαν σωτήριον θρησκείαν. οὕτω γὰρ ὑμῖν ἐξαυτῆς ἀνατελεῖ τὰ ἀγαθά, ἅ τινα λαβόντες πεῖραν τῶν κακῶν τοῦ λοιποῦ καταλείψετε. ἀλλὰ τῷ δεδωκότι εὐχαριστήσατε, μετὰ τοῦ τῆς εἰρήνης βασιλέως εἰσαεὶ τῶν ἀποῤῥήτων βασιλεύοντες ἀγαθῶν. ἐν δὲ τῷ παρόντι, ἀενάῳ ποταμῷ ἢ πηγῇ ἐπεί γε κἂν θαλάσσῃ ἀπολουσάμενοι ἐπὶ τῇ τρισμακαρίᾳ ἐπονομασίᾳ οὐ μόνον τὰ ἐνδομυχοῦντα ὑμῖν πνεύματα ἀπελάσαι δυνήσεσθε, ἀλλ᾽ αὐτοὶ μηκέτι ἁμαρτάνοντες καὶ Θεῷ ἀνενδοιάστως πιστεύοντες τὰ ἄλλων κακὰ πνεύματα καὶ δαιμόνια χαλεπὰ σὺν τοῖς δεινοῖς πάθεσιν ἀπελάσετε. ἐνίοτε δὲ μόνον ἐνιδόντων ὑμῶν φεύξονται. ἴσασιν γὰρ τοὺς ἀποδεδωκότας ἑαυτοὺς τῷ Θεῷ. διὸ τιμῶντες αὐτοὺς πεφοβημένοι φεύγουσιν, ὥσπερ ἐχθὲς ἑωράκατε, πῶς ἐμοῦ ἀναθεμένου μετὰ τὴν προσομιλίαν εὔξασθαι ὑπὲρ τῶν πασχόντων αὐτὰ τὰ πάθη, τῇ πρὸς τὴν θρησκείαν τιμῇ ἀνέκραγεν , βραχεῖαν ὥραν στέξαι μὴ δυνηθέντα.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
