Ancient Greek
Chapter 9
Clemens Romanus, Ὁμίλαι 9.2
Not analysed yet
Ἐὰν οὖν ἐμοῦ ὑμῖν ὑφηγουμένου καὶ δεικνύντος, ὅτι τοῦτό ἐστιν τὸ μέγιστον ἁμάρτημα, ὅ πάντας ὑμᾶς ἀπολέσαι δύναται, τὸν ὑμέτερον ἀποδράμῃ νοῦν, ὅτι οὐκ ἀπόλλυσθε, πολλοὶ ὄντες ὄχλοι, ἠπάτησθε· ἔχετε γὰρ τοῦ πάλαι κατακλυσθέντος κόσμου τὸ ὑπόδειγμα καίτοι ἐκείνων μὲν τὸ ἁμάρτημα πολὺ ἧττον ἦν τοῦ καθ᾽ ὑμᾶς. ἐκεῖνοι γὰρ εἰς τοὺς ὁμοίους ἠσέβουν, ἢ φονεύοντες ἢ μοιχεύοντες, ὑμεῖς δὲ εἰς τὸν τῶν ὅλων ἀσεβεῖτε Θεόν, ἀντ᾽ αὐτοῦ ἢ καὶ σὺν αὐτῷ ἄψυχα ἀγάλματα σέβοντες, καὶ τὸ θεῖον αὐτοῦ ὄνομα πάσῃ ἀναισθήτῳ ὕλῃ ἐπιῤῥίψαντες. πρῶτον μὲν οὖν δεδυστυχήκατε, μὴ γνωρίσαντες τὴν διαφορὰν τὴν μεταξὺ μοναρχίας καὶ πολυαρχίας, ὅτι ἡ μὲν μοναρχία ὁμονοίας ἐστὶν παρεκτική ,ἡ δὲ πολυαρχία πολέμων ἐξεργαστική. τὸ γὰρ ἕν ἑαυτῷ οὐ μάχεται, τὰ δὲ πολλὰ πρόφασιν ἔχει τὴν πρὸς ἕτερον μάχην ἐπιχειρεῖν.