Ancient Greek
Chapter 9
Clemens Romanus, Ὁμίλαι 9.22
Not analysed yet
Ἀλλ᾽ ὅμως κἂν πάντες δαίμονες μετὰ πάντων τῶν παθῶν ὑμᾶς φεύγωσιν, οὐκ ἔστιν ἐν τούτῳ μόνῳ χαίρειν, ἀλλ᾽ ἐν τῷ δι᾽ εὐαρεστίαν τὰ ὀνόματα ὑμῶν ἐν οὐρανῷ ὡς ἀεὶ ζώντων ἀναγραφῆναι. οὕτω τὸ θεῖον ἅγιον δαίμονας φυγαδεύειν εἰς τὴν ἄλλου ἴασιν γίνεται. ταῦτα δὲ λέγομεν, οὐχ ὡς ἀρνούμενοι τὸ μὴ δεῖν ἄλλοις βοηθεῖν, ἀλλ᾽ ὅτι μὴ χρὴ ἐπὶ τούτῳ τυφωθέντας ἑαυτῶν ἀμελεῖν. ἔσθ᾽ ὅτε δέ τινας ἀνόμους ἄνδρας δαίμονες φεύγουσιν δἰ ὄνομα τίμιον· καὶ ἐνεδρεύονται ὅ τε ἀπελάσας καὶ ἱστορήσας. ὁ μὲν ἀπελάσας, ὡς διὰ δικαιοσύνην προτιμηθείς, οὐκ εἰδὼς τοῦ δαίμονος τὸ κακοῦργον ἅμα τε γὰρ τὸ ὄνομα τετίμηκεν, καὶ τῇ φυγῇ τὸν ἀσεβῆ εἰς οἴησιν δικαιοσύνης περιβαλὼν τοῦ μὴ μετανοεῖν ἠπάτησεν. ὁ δὲ ἱστορήσας, ὡς εὐσεβεῖ συγχρησάμενος τῷ ἀπελάσαντι, πρὸς τὴν ὁμοίαν πολιτείαν σπεύσας ἀπόλλυται. ἐνίοτε δὲ καὶ τοὺς μὴ Θεῷ προσκειμένους ὅρκους φεύγειν ὑποκρίνονται, ἵνα ἀπατήσαντες αὐτοὺς ὅτε θελήσωσιν ἀνελῶσιν.