# Ὁμίλαι 9.3

Clemens Romanus, Ὁμίλαι, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/9.3

Αὐτίκα γοῦν, εὐθὺ μετὰ τὸν κατακλυσμόν, ὁ Νῶε τρία καὶ ἐπιζήσας ἔτη μετὰ τῶν ἐξ αὐτοῦ γενομένων ὄχλων ἐν ὁμονοίᾳ διετέλει, τοῦ μόνου Θεοῦ κατ᾽ εἰκόνα ὑπάρξας βασιλεύς. μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν πολλοὶ τῶν ἐξ αὐτοῦ βασιλείας ὠρέχθησαν, καὶ πρὸς τὸ βασιλεῦσαι σπεύδοντες τὸ πῶς δυνηθείη ἕκαστος ἐπενόει. καὶ ὁ μὲν πολέμῳ, ἄλλος δόλῳ, ἕτερος πειθοῖ, καὶ ἄλλος ἄλλως, ὧν εἷς τις ἀπὸ γένους ὢν Χἀμ, τοῦ ποιήσαντος Μεστρέμ, ἐξ οὗπερ τὰ Αἰγυπτίων καὶ Βαβυλωνίων καὶ Περσῶν ἐπλήθυνε φῦλα.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
