# Διαμαρτυρία περὶ τῶν τοῦ βιβλίου λαμβανόντων 1

Clemens Romanus, Διαμαρτυρία περὶ τῶν τοῦ βιβλίου λαμβανόντων, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text/1

Ἀναγνοὺς οὖν ὁ Ιάκωβος τὴν ἐπιστολὴν μετεκαλέσατο τοὺς πρεσβυτέρους, καὶ αὐτοῖς ἀναγνοὺς ἔφη· ἀναγκαίως καὶ πρεπόντως περὶ τῆς ἀληθείας ἀσφαλίζεσθαι ὁ ἡμέτερος ὑπέμνησε Πέτρος, ὅπως τὰς τῶν αὐτοῦ κηρυγμάτων διαπεμφηθείσας ἡμῖν βίβλες μηδενὶ μεταδώσωμεν ὡς ἔτυχεν, ἢ ἀγαθῷ τινὶ καὶ εὐλαβεῖ, τῷ καὶ διδάσκειν αἱρεμένῳ ἐμπεριτόμῳ τε ὄντι πιστῷ. καὶ ταῦτα μὴ πάντα ὁμοῦ, ἵνα ἐὰν ἐν τοῖς πρώτοις ἀγνώμων φωραθῇ, τὰ δεύτερα μὴ πιστευθῇ. διὸ μὴ ἔλαττον ἔτεσιν ἔξ δοκιμαζέσθῳ· καὶ εἴθ᾽ οὕτως, κατὰ τήν Μωϋσέως ἀγωγὴν , ἀγαγόντα αὐτὸν ἐπὶ ποταμὸν ἢ πηγὴν, ὅπερ ἐστὶν ζῶν ὕδωρ, ἔνθα ἡ δικαίων γίνεται ἀναγέννησις, μὴ ὁρκίσαι, ἐπεὶ μὴ ἔξεστιν, ἀλλὰ στῆναι αὐτῷ κελεῦσαι πρὸς τῷ ὕδατι καὶ ἐπιμαρτύρασθαι, ὡς καὶ αὐτοὶ ἀναγεννώμενοι κελευσθέντες ἐποιήσαμεν τοῦ μὴ ἁμαρτεῖν χάριν.

---

Clemens Romanus, Διαμαρτυρία περὶ τῶν τοῦ βιβλίου λαμβανόντων, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg004.local001/.
