# Eclogae propheticae 1

Clement of Alexandria, Eclogae propheticae, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/eclogae-propheticae/1

Οἱ ἀμφὶ τὸν Σεδράχ, Μισάκ, Ἀβδεναγὼ ἐν τῇ καμίνῳ τοῦ πυρὸς ὑμνοῦντες τὸν θεὸν λέγουσιν· »εὐλογεῖτε, οἱ οὐρανοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.« εἶτα· »εὐλογεῖτε. ἄγγελοι, τὸν κύριον.« εἶτα· »εὐλογεῖτε, ὕδατα καὶ πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν κύριον.« οὕτως ἐπὶ δυνάμεων τάσσουσιν αἱ γραφαὶ καθαρῶν τοὺς οὐρανοὺς καὶ τὰ ὕδατα, ὡς καὶ ἐπὶ τῇ γενέσει δηλοῦται. εἰκότως οὖν ποικίλως τῆς δυνάμεως ὀνομαζομένης ἐπάγει Δανιήλ· »εὐλογείτω πᾶσα δύναμις τὸν κύριον.« εἶτα ἐφεξῆς· »εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον.« καί· »εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον· εὐλογεῖτε, πάντες οἱ σεβόμενοι κύριον. τὸν θεὸν τῶν θεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ.« [ἐν τῷ Δανιὴλ γέγραπται τῶν τριῶν παίδων ἐν τῇ καμίνῳ ὑμνούντων.]

---

Clement of Alexandria, Eclogae propheticae, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg005.local001/.
