# Eclogae propheticae 25

Clement of Alexandria, Eclogae propheticae, Chapter 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/eclogae-propheticae/25

Ὁ Ἰωάννης φησίν, ὅτι »ἐγὼ μὲν ὑμᾶς ὕδατι βαπτίζω. ἔρχεται δέ μου [ὁ] ὀπίσω ὁ βαπτίζων ὑμᾶς ἐν πνεύματι καὶ πυρί.« πυρὶ δὲ οὐδένα ἐβάπτισεν· »ἔνιοι δέ«, ὥς φησιν Ἡρακλέων, »πυρὶ τὰ ὦτα τῶν σφραγιζομένων κατεσημήναντο«, οὕτως ἀκούσαντες τὸ ἀποστολικόν. »τὸ γὰρ πτύον ἐν τῇ χειρὶ αὐτοῦ τοῦ διακαθᾶραι τὴν ἅλω. καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.« πρόσκειται οὖν τῷ »διὰ πυρὸς« τὸ »διὰ πνεύματος«, ἐπειδὴ ὡς ὁ σῖτος ἀπὸ τοῦ ἀχύρου διακρίνεται (τουτέστιν ἀπὸ τοῦ· ὑλικοῦ ἐνδύματος) διὰ πνεύματος καὶ τὸ ἄχυρον χωρίζεται διὰ τοῦ πνεύματος λικμώμενον, οὕτως τὸ πνεῦμα διαχωριστικὴν ἔχει δύναμιν ἐνεργειῶν ὑλικῶν. ἐπεὶ δὲ τὰ μὲν ἐξ ἀγεννήτου καὶ ἀφθάρτου γέγονεν, τὰ σπερματικὰ ζωῆς, συνάγεται ὡς ὁ πυρὸς καὶ ἀποτίθεται, τὸ δὲ ὑλικόν, μέχρι σύνεστι τῷ κρείττονι, μένει· ὅταν δὲ ἐκείνου χωρισθῇ. ἀπόλλυται· ἐν ἑτέρῳ γὰρ εἶχε τὸ εἶναι. τοῦτο γοῦν χωριστικὸν μὲν δυνάμει, τὸ πνεῦμα. ἀναλωτικὸν δὲ τὸ πῦρ, πῦρ δὲ τὸ ὑλικὸν νοητέον. ἀλλ᾿ ἐπεὶ μὲν τὸ σῳζόμενον σίτῳ ἔοικεν, τὸ δὲ περιπεφυκὸς τῇ ψυχῇ τῷ ἀχύρῳ. καὶ τὸ μὲν ἀσώματον, τὸ δὲ χωριζόμενον ὑλικόν ἐστιν. ἀντέθηκεν τῷ μὲν ἀσωμάτῳ τὸ πνεῦμα, λεπτὸν καὶ καθαρὸν σχεδὸν ὑπὲρ νοῦν. τῷ δὲ ὑλικῷ τὸ πῦρ, οὐ πονηρὸν οὐδὲ κακὸν ὑπάρχον, ἀλλ᾿ ἰσχυρὸν καὶ κακοῦ καθαρτικόν· ἀγαθὴ γὰρ δύναμις τὸ πῦρ νοεῖται καὶ ἰσχυρά. φθαρτικὴ τῶν χειρόνων καὶ σωστικὴ τῶν ἀμεινόνων. διὸ καὶ φρόνιμον λέγεται παρὰ τοῖς προφήταις τοῦτο τὸ πῦρ.

---

Clement of Alexandria, Eclogae propheticae, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg005.local001/.
