# Eclogae propheticae 26

Clement of Alexandria, Eclogae propheticae, Chapter 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/eclogae-propheticae/26

Οὕτως γοῦν καὶ ὅταν ὁ θεὸς λέγηται »πῦρ καταναλίσκον«, οὐ κακίας. ἀλλὰ δυνάμεως ὄνομα καὶ σύμβολον ἐκδεκτέον· ὡς γὰρ τὸ πῦρ ἰσχυρότατον τῶν στοιχείων καὶ πάντων κρατοῦν, οὕτω καὶ ὁ θεὸς παντοδύναμος καὶ παντοκράτωρ, ὁ δυνάμενος κρατῆσαι, κτίσαι, ποιῆσαι. τρέφειν, αὔξειν, σῴζειν, σώματος καὶ ψυχῆς ἐξουσίαν ἔχων. ὡς οὖν τῶν στοιχείων ὑπερέχει τὸ πῦρ. οὕτως θεῶν τε καὶ δυνάμεων καὶ ἀρχῶν ὁ παντοκράτωρ. διπλῆ τε ἡ δύναμις τοῦ πυρός, ἣ μὲν πρὸς δημιουργίαν καὶ πέπανσιν καρπῶν καὶ ζῴων γένεσιν καὶ τροφὴν ἐπιτήδειος, ἧς εἰκὼν ὁ ἥλιος, ἣ δὲ πρὸς ἀνάλωσιν καὶ φθοράν, ὡς τὸ πῦρ τὸ ἐπίγειον. »πῦρ« οὖν ὅταν λέγηται ὁ θεὸς »καταναλίσκον«, δύναμις ἰσχυρὰ καὶ ἀπροσάντητος, ᾗ μηδὲν ἀδύνατον, ἀλλὰ καὶ τὸ ἀπολέσαι δυνατόν. περὶ τοιαύτης δυνάμεως καὶ ὁ σωτὴρ λέγει· »πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν«, δηλονότι δύναμιν τῶν μὲν ἁγίων καθαρτικήν. τῶν δὲ ὑλικῶν, ὡς μὲν ἐκεῖνοί φασιν, ἀφανιστικήν, ὡς δὲ ἡμεῖς ἂν φαίημεν, παιδευτικήν. ἔχει δὲ καὶ φόβον τὸ πῦρ καὶ διάχυσιν τὸ φῶς.

---

Clement of Alexandria, Eclogae propheticae, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg005.local001/.
