# Eclogae propheticae 53

Clement of Alexandria, Eclogae propheticae, Chapter 53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/eclogae-propheticae/53

οὕτως καὶ ἡ ἡμέρα. ῥῆμα δὲ ὁ κύριος, καὶ ὁ αὐτὸς δὲ ἡμέρα πολλαχῇ εἴρηται. »καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.« ὁ διάβολος ᾔδει ἐλευσόμενον τὸν κύριον, εἰ δὲ ὁ Ἰησοῦς αὐτὸς εἴη, οὐκ ἠπίστατο· διὸ καὶ ἐπείραζεν αὐτόν ἵνα γνῷ· † εἰ δυνατός ἐστιν. ἐᾶν φησι· »καὶ ἀπέστη ἀπ᾿ αὐτοῦ εἰς καιρόν«, τουτέστιν ἀνεβάλλετο τὴν εὕρεσιν εἰς τὴν ἀνάστασιν. ᾔδει γὰρ τοῦτον εἶναι τὸν κύριον τὸν ἀναστησόμενον. ὁμοίως καὶ οἱ δαίμονες, ἐπεὶ καὶ Σολομῶνα ὑπώπτευσαν εἶναι τὸν κύριον, ἔγνωσαν δὲ μὴ εἶναι, ἁμαρτόντος αὐτοῦ. »νὺξ νυκτί·« πάντες οἱ δαίμονες ἔγνωσαν ὅτι κύριος ἦν ὁ ἀναστὰς μετὰ τὸ πάθος. ἤδη δὲ καὶ Ἐνώχ φησιν τοὺς παραβάντας ἀγγέλους διδάξαι τοὺς ἀνθρώπους ἀστρονομίαν καὶ μαντικὴν καὶ τὰς ἄλλας τέχνας.

---

Clement of Alexandria, Eclogae propheticae, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg005.local001/.
