# Excerpta ex Theodoto 10

Clement of Alexandria, Excerpta ex Theodoto, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/excerpta-ex-theodoto/10

Ἀλλ᾿ οὐδὲ τὰ πνευματικὰ καὶ νοερά, οὐδὲ οἱ ἀρχάγγελοι οὐδὲ οἱ πρωτόκτιστοι οὐδὲ μὴν οὐδ᾿ αὐτὸς ἄμορφος καὶ ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀσώματός ἐστιν, ἀλλὰ καὶ μορφὴν ἔχει ἰδίαν καὶ σῶμα ἀνὰ λόγον τῆς ὑπεροχῆς τῶν πνευματικῶν ἁπάντων, ὡς δὲ καὶ οἱ πρωτόκτιστοι ἀνὰ λόγον τῆς ὑπεροχῆς τῶν ὑπ᾿ αὐτοὺς οὐσιῶν. ὅλως γὰρ τὸ γενητὸν οὐκ ἀνούσιον μέν, οὐχ ὅμοιον δὲ μορφὴν καὶ σῶμα ἔχουσι τοῖς ἐν τῷδε τῷ κόσμῳ σώμασιν. ἄρρενά τε γὰρ καὶ θήλεα τὰ ἐνταῦθα καὶ διάφορα πρὸς αὐτά· ἐκεῖ δὲ ὁ μὲν μονογενὴς καὶ ἰδίως νοερὸς ἰδέᾳ ἰδίᾳ καὶ οὐσίᾳ ἰδίᾳ κεχρημένος ἄκρως εἰλικρινεῖ καὶ ἡγεμονικωτάτῃ καὶ προσεχῶς τῆς τοῦ πατρὸς ἀπολαύων δυνάμεως, οἱ δὲ πρωτόκτιστοι, εἰ καὶ ἀριθμῷ διάφοροι καὶ ὁ καθ᾿ ἕκαστον περιώρισται καὶ περιγέγραπται, ἀλλ᾿ ἡ ὁμοιότης τῶν πραγμάτων ἑνότητα καὶ ἰσότητα καὶ ὁμοιότητα ἐνδείκνυται. οὐ γὰρ τῷδε μὲν πλέον, τῷδε δὲ ἧττον παρέσχηται τῶν ἑπτά. οὐδ᾿ ὑπολείπεταί τις αὐτοῖς προκοπή, ἐξ ἀρχῆς ἀπειληφότων τὸ τέλειον ἅμα τῇ πρώτῃ γενέσει παρὰ τοῦ θεοῦ διὰ τοῦ υἱοῦ. καὶ ὃ μὲν »φῶς ἀπρόσιτον« εἴρηται, ὡς »μονογενὴς« καὶ »πρωτότοκος«. »ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη«. οὐδὲ ἔσται τις τοιοῦτος, οὔτε τῶν πρωτοκτίστων οὔτε ἀνθρώπων. οἳ δὲ »διὰ παντὸς τὸ πρόσωπον τοῦ πατρὸς βλέπουσιν«, πρόσωπον δὲ πατρὸς ὁ υἱός, δι᾿ οὗ γνωρίζεται ὁ πατήρ. τὸ τοίνυν ὁρῶν καὶ ὁρώμενον ἀσχημάτιστον εἶναι οὐ δύναται οὐδὲ ἀσώματον. ὁρῶσι δὲ ὀφθαλμῷ οὐκ αἰσθητῷ, ἀλλ᾿ οἵῳ παρέσχεν ὁ πατήρ, νοερῷ.

---

Clement of Alexandria, Excerpta ex Theodoto, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg007.local001/.
