# Excerpta ex Theodoto 22

Clement of Alexandria, Excerpta ex Theodoto, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/excerpta-ex-theodoto/22

Καὶ ὅταν εἴπῃ ὁ ἀπόστολος »ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν;« ὑπὲρ ἡμῶν γάρ, φησίν, οἱ ἄγγελοι ἐβαπτίσαντο, ὧν ἐσμεν μέρη. νεκροὶ δὲ ἡμεῖς οἱ νεκρωθέντες τῇ συστάσει ταύτῃ, ζῶντες δὲ οἱ ἄρρενες οἱ μὴ μεταλαβόντες τῆς συστάσεως ταύτης. »εἰ νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτιζόμεθα;« ἐγειρόμεθα οὖν ἡμεῖς, ἰσάγγελοι τοῖς ἄρρεσιν ἀποκατασταθέντες, τοῖς μέλεσι τὰ μέλη, εἰς ἕνωσιν. »οἱ βαπτιζόμενοι« δέ, φασίν, »ὑπὲρ [ἡμῶν] τῶν νεκρῶν« οἱ ἄγγελοί εἰσιν οἱ ὑπὲρ ἡμῶν βαπτιζόμενοι, ἵνα ἔχοντες καὶ ἡμεῖς τὸ ὄνομα μὴ ἐπισχεθῶμεν κωλυθέντες εἰς τὸ πλήρωμα παρελθεῖν τῷ Ὅρῳ καὶ τῷ Σταυρῷ. διὸ καὶ ἐν τῇ χειροθεσίᾳ λέγουσιν ἐπὶ τέλους »εἰς λύτρωσιν ἀγγελικήν«, τουτέστιν ἣν καὶ ἄγγελοι ἔχουσιν. ἵν᾿ ᾖ ὁ βεβαπτισμένος ὁ τὴν λύτρωσιν κομισάμενος τῷ αὐτῷ ὀνόματι. ᾧ καὶ ὁ ἄγγελος αὐτοῦ προβεβάπτισται. ἐβαπτίσαντο δὲ ἐν ἀρχῇ οἱ ἄγγελοι ἐν λυτρώσει τοῦ ὀνόματος τοῦ ἐπὶ τὸν Ἰησοῦν ἐν τῇ περιστερᾷ κατελθόντος καὶ λυτρωσαμένου αὐτόν. ἐδέησεν δὲ λυτρώσεως καὶ τῷ Ἰησοῦ, ἵνα μὴ κατασχεθῇ τῇ Ἐννοίᾳ ᾗ ἐνετέθη τοῦ ὑστερήματος προ[σ]ερχόμενος διὰ τῆς Σοφίας, ὥς φησιν ὁ Θεόδοτος.

---

Clement of Alexandria, Excerpta ex Theodoto, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg007.local001/.
