# Excerpta ex Theodoto 4

Clement of Alexandria, Excerpta ex Theodoto, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/excerpta-ex-theodoto/4

Ὁ κύριος διὰ πολλὴν ταπεινοφροσύνην οὐχ ὡς ἄγγελος ὤφθη, ἀλλ᾿ ὡς ἄνθρωπος, καὶ ὅτε ἐν δόξῃ ὤφθη τοῖς ἀποστόλοις ἐπὶ τοῦ ὄρους, οὐ δι᾿ ἑαυτὸν ἐποίησεν δεικνὺς ἑαυτόν, ἀλλὰ τὴν ἐκκλησίαν, ἥτις ἐστὶ »τὸ γένος τὸ ἐκλεκτόν«, ἵνα μάθῃ τὴν προκοπὴν αὐτοῦ μετὰ τὴν ἐκ τῆς σαρκὸς ἔξοδον. αὐτὸς γὰρ καὶ ἄνω φῶς ἦν καὶ ἐστὶ τὸ ἐπιφανὲν ἐν σαρκὶ καὶ τὸ ἐνταῦθα ὀφθὲν οὐχ ὕστερον τοῦ ἄνω. οὐδὲ διεκέκοπτο ᾗ ἄνωθεν μετέστη δεῦρο, τόπον ἐκ τόπου ἀμεῖβον, ὡς τὸν μὲν ἐπιλαβεῖν, τὸν δὲ ἀπολιπεῖν· ἀλλ᾿ ἦν τὸ πάντῃ ὂν καὶ παρὰ τῷ πατρὶ κἀνταῦθα· δύναμις γὰρ ἦν τοῦ πατρός. ἄλλως τε ἐχρῆν κἀκεῖνον πληρωθῆναι τὸν λόγον τοῦ σωτῆρος, ὃν εἶπεν· »εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν δόξῃ.« εἶδον οὖν καὶ ἐκοιμήθησαν ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης.

---

Clement of Alexandria, Excerpta ex Theodoto, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg007.local001/.
