# Excerpta ex Theodoto 48

Clement of Alexandria, Excerpta ex Theodoto, Chapter 48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/excerpta-ex-theodoto/48

Διακρίνας δὲ ὁ Δημιουργὸς τὰ καθαρὰ ἀπὸ τοῦ ἐμβριθοῦς, ὡς ἂν ἐνιδὼν τὴν ἑκατέρου φύσιν, φῶς ἐποίησεν, τουτέστιν ἐφανέρωσεν καὶ εἰς φῶς καὶ ἰδέαν προσήγαγεν, ἐπεὶ τό γε ἡλιακὸν καὶ οὐράνιον φῶς πολλῷ ὕστερον ἐργάζεται· καὶ ποιεῖ [ἐκ] τῶν ὑλικῶν τὸ μὲν ἐκ τῆς λύπης, οὐσιωδῶς κτίζων »πνευματικὰ τῆς πονηρίας, πρὸς ἃ ἡ πάλη ἡμῖν«· διὸ καὶ λέγει ὁ ἀπόστολος· »καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε·« τὸ δὲ ἐκ τοῦ φόβου τὰ θηρία, τὸ δὲ ἐκ τῆς ἐκπλήξεως καὶ ἀπορίας τὰ στοιχεῖα τοῦ κόσμου. ἐν δὲ τοῖς τρισὶ στοιχείοις τὸ πῦρ ἐναιωρεῖται καὶ ἐνέσπαρται καὶ ἐμφωλεύει καὶ ὑπὸ τούτων ἐξάπτεται καὶ τούτοις ἐπαποθνῄσκει, μὴ ἔχον τόπον ἀποτακτὸν ἑαυτοῦ ὡς καὶ τὰ ἄλλα στοιχεῖα. ἐξ ὧν τὰ συγκρίματα δημιουργεῖται.

---

Clement of Alexandria, Excerpta ex Theodoto, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg007.local001/.
