# Paedagogus 1.Πρὸς τοὺς ἡγουμένους μὴ εἶναι ἀγαθὸν τὸ δίκαιον..1

Clement of Alexandria, Paedagogus, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/paedagogus/1.%CE%A0%CF%81%E1%BD%B8%CF%82%20%CF%84%CE%BF%E1%BD%BA%CF%82%20%E1%BC%A1%CE%B3%CE%BF%CF%85%CE%BC%CE%AD%CE%BD%CE%BF%CF%85%CF%82%20%CE%BC%E1%BD%B4%20%CE%B5%E1%BC%B6%CE%BD%CE%B1%CE%B9%20%E1%BC%80%CE%B3%CE%B1%CE%B8%E1%BD%B8%CE%BD%20%CF%84%E1%BD%B8%20%CE%B4%CE%AF%CE%BA%CE%B1%CE%B9%CE%BF%CE%BD..1

Ἐνταῦθα ἐπιφύονταί τινες οὐκ ἀγαθὸν εἶναι φάμενοι τὸν κύριον διὰ τὴν ῥάβδον καὶ τὴν ἀπειλὴν καὶ τὸν φόβον καὶ παρακούσαντες μέν, ὡς ἔοικε, τῆς γραφῆς ὧδέ που λεγούσης »καὶ ὁ φοβούμενος κύριον ἐπιστρέφει ἐπὶ καρδίαν αὐτοῦ«, ἐκλαθόμενοι δὲ τὸ μέγιστον αὐτοῦ τῆς φιλανθρωπίας, ὅτι δἰ ἡμᾶς ἄνθρωπος ἐγένετο. καὶ δὴ οἰκειότερον αὐτῷ ὁ προφήτης προσεύχεται διὰ τούτων »μνήσθητι ἡμῶν, ὅτι χοῦς ἐσμεν«, τουτέστι συμπάθησον ἡμῖν, ὅτι τὴν ἀσθένειαν τῆς σαρκὸς αὐτοπαθῶς ἐπείρασας. ταύτῃ γοῦν ἄριστος καὶ ἀνεπίληπτός ἐστιν ὁ παιδαγωγὸς ὁ κύριος, τῇ ἑκάστου τῶν ἀνθρώπων δι᾿ ὑπερβολὴν φιλανθρωπίας συμπαθήσας φύσει. »ἦν γὰρ οὐδὲν ὃ μισεῖ ὁ κύριος·« οὐ γὰρ δήπου μισεῖ μέν τι, βούλεται δὲ αὐτὸ εἶναι, ὃ μισεῖ, οὐδὲ βούλεται μέν τι μὴ εἶναι, αἴτιος δὲ γίνεται τοῦ εἶναι αὐτό, ὃ βούλεται μὴ εἶναι, οὐδὲ μὴν οὐ βούλεται μέν τι [μὴ] εἶναι, τὸ δὲ ἔστιν. εἴ τι ἄρα μισεῖ ὁ λόγος, βούλεται αὐτὸ μὴ εἶναι· οὐδὲν δὲ ἔστιν, ᾧ μὴ τὴν αἰτίαν τοῦ εἶναι ὁ θεὸς παρέχεται· οὐδὲν ἄρα μισεῖται ὑπὸ τοῦ θεοῦ. ἀλλ᾿ οὐδὲ ὑπὸ τοῦ λόγου· ἓν γὰρ ἄμφω, ὁ θεός, ὅτι εἶπεν »ἐν ἀρχῇ ὁ λόγος ἦν ἐν τῷ θεῷ, καὶ θεὸς ἦν ὁ λόγος.« εἰ δὲ οὐ μισεῖ τῶν ὑπ᾿ αὐτοῦ γενομένων οὐδέν, λείπεται φιλεῖν αὐτό. πολὺ δὴ πλέον τῶν ἄλλων ἀγαπήσει τὸν ἄνθρωπον, εἰκότως, τὸ κάλλιστον τῶν ὑπ᾿ αὐτοῦ δημιουργηθέντων καὶ φιλόθεον ζῷον. φιλάνθρωπος ἄρα ὁ θεός, φιλάνθρωπος ἄρα ὁ λόγος. ὁ δὲ φιλῶν τι ὠφελεῖν αὐτὸ βούλεται, τὸ δὲ ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος πάντως ἄν που κρεῖττον εἴη, τοῦ δὲ ἀγαθοῦ κρεῖττον οὐδὲ ἕν, ὠφελεῖ ἄρα τὸ ἀγαθόν· ἀγαθὸς δὲ ὁ θεὸς ὁμολογεῖται, ὠφελεῖ ἄρα ὁ θεός. τὸ δὲ ἀγαθόν, ᾗ ἀγαθόν ἐστιν, οὐδὲν ἄλλο ποιεῖ ἢ ὅτι ὠφελεῖ· πάντα ἄρα ὠφελεῖ ὁ θεός. καὶ οὐ δήπου ὠφελεῖ μέν τι τὸν ἄνθρωπον, οὐχὶ δὲ καὶ κήδεται αὐτοῦ, οὐδὲ κήδεται μέν, οὐχὶ δὲ καὶ ἐπιμελεῖται αὐτοῦ. κρεῖττον μὲν γὰρ τὸ κατὰ γνώμην ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος κατὰ γνώμην, τοῦ δὲ θεοῦ κρεῖττον οὐδέν. καὶ οὐκ ἄλλο τί ἐστι τὸ κατὰ γνώμην ὠφελεῖν, ὅτι μὴ ἐπιμελεῖσθαι [τοῦ ἀνθρώπου]· κήδεται ἄρα καὶ ἐπιμελεῖται τοῦ ἀνθρώπου ὁ θεός. τοῦτο δὲ ἐνδείκνυται ἔργῳ παιδαγωγῶν αὐτὸν λόγῳ, ὅς ἐστι τῆς τοῦ θεοῦ φιλανθρωπίας συναγωνιστὴς γνήσιος. τὸ δὲ ἀγαθὸν εἶναι οὐ τῷ τὴν ἀρετὴν ἔχειν ἀγαθὸν εἶναι λέγεται, καθὸ καὶ ἡ δικαιοσύνη ἀγαθὸν εἶναι λέγεται οὐ τῷ ἀρετὴν ἔχειν (ἀρετὴ γάρ ἐστιν αὐτή), ἀλλὰ τῷ αὐτὴν καθ᾿ αὑτὴν καὶ δι᾿ αὑτὴν ἀγαθὴν εἶναι. λέγεται δὲ καὶ κατ᾿ ἄλλον τρόπον ἀγαθὸν τὸ συμφέρον, οὐ τῷ τέρπειν, ἀλλὰ τῷ ὠφελεῖν. ἃ δὴ πάντα ἡ δικαιοσύνη, καὶ ὡς ἀρετὴ καὶ ὡς δι᾿ αὐτὴν αἱρετὴ ἀγαθὸν καὶ ὡς οὐ τέρπουσα· οὐ γὰρ πρὸς χάριν κρίνει, ἀλλὰ τοῦ κατ᾿ ἀξίαν ἑκάστῳ ἐστὶν ἀπονεμητική, ἕπεται δὲ τῷ συμφέροντι τὸ ὠφέλιμον. κατὰ πάντα ἄρα τὰ μέρη, καθ᾿ ἃ τὸ ἀγαθὸν ἐξετάζεται, καὶ ἡ δικαιοσύνη χαρακτηρίζεται, τῶν ἴσων ἐπ᾿ ἴσης ἀμφοῖν μετεχόντων· τὰ δὲ τοῖς ἴσοις χαρακτηριζόμενα ἴσα τε ἀλλήλοις καὶ ὅμοια· ἀγαθὸν ἄρα ἡ δικαιοσύνη. πῶς οὖν, φασίν, εἰ φιλάνθρωπός ἐστι καὶ ἀγαθὸς ὁ κύριος, ὀργίζεται καὶ κολάζει; ἀναγκαῖον οὖν καὶ περὶ τούτου ὡς οἷόν τε διὰ βραχυτάτων ἐπεξελθεῖν· ἐπεὶ λυσιτελής πως ἡ τοιάδε οἰκονομία πρὸς τὴν ὀρθὴν τῶν παίδων ἀγωγήν, ἀναγκαίου βοηθήματος ἔχουσα τάξιν. θεραπεύεται δὲ πολλὰ τῶν παθῶν τιμωρίᾳ καὶ προστάξει αὐστηροτέρων παραγγελμάτων καὶ δὴ καὶ διὰ τῆς ἐνίων θεωρημάτων διδασκαλίας. ἔστι δὲ οἱονεὶ χειρουργία τῶν τῆς ψυχῆς παθῶν ὁ ἔλεγχος, ἀπόστασις δὲ τὰ πάθη τῆς ἀληθείας, ἃ χρὴ διελέγχειν διαιροῦντα τῇ τομῇ. φαρμακείᾳ δὲ ἔοικεν ὁ ὀνειδισμὸς τὰ τετυλωμένα ἀναλύων τῶν παθῶν καὶ τὰ ῥυπαρὰ τοῦ βίου, τὰς λαγνείας, ἀνακαθαίρων, πρὸς δὲ καὶ τὰς ὑπερσαρκώσεις τοῦ τύφου ἐξομαλίζων, εἰς τὸν ὑγιῆ καὶ ἀληθινὸν ἀνασκευάζων τὸν ἄνθρωπον. ἡ νουθέτησις οὖν οἱονεὶ δίαιτά ἐστι νοσούσης ψυχῆς, ὧν χρὴ μεταλαμβάνειν συμβουλευτικὴ καὶ ὧν οὐ χρὴ ἀπαγορευτική· τὰ δὲ πάντα εἰς σωτηρίαν καὶ ἀίδιον ὑγείαν διατείνει. ἀλλὰ καὶ ὁ στρατηγὸς χρημάτων ζημίας καὶ τὰς εἰς αὐτὰ τὰ σώματα διηκούσας αἰκίας μετὰ δεσμῶν καὶ τῆς ἐσχάτης ἀτιμίας προσφέρων τοῖς ἠδικηκόσιν, ἔσθ᾿ ὅτε δὲ καὶ θανάτῳ κολάζων τινάς, τέλος ἔχει τὸ ἀγαθόν, ὑπὲρ νουθεσίας τῶν ὑπηκόων στρατηγῶν. ὡσαύτως καὶ ὁ μέγας ἡμῶν ἐκεῖνος στρατηγός, ὁ τῶν ὅλων ἡγεμὼν λόγος, τοὺς παρὰ τὸν νόμον ἀφηνιάζοντας τὸν αὑτοῦ, ὑπὲρ ἀπαλλαγῆς δουλείας καὶ πλάνης καὶ τῆς τοῦ ἀντικειμένου αἰχμαλωσίας εἰς καταστολὴν τῶν τῆς ψυχῆς παθῶν νουθετῶν, ἐπὶ τὴν ἱερὰν τῆς πολιτείας ὁμόνοιαν εἰρηναγωγεῖ. Καθάπερ οὖν τῷ συμβουλευτικῷ λόγῳ παράκειται τὸ προτρεπτικὸν καὶ παρακλητικὸν εἶδος, οὕτω καὶ τῷ ἐγκωμιαστικῷ τὸ λοιδορητικὸν καὶ ὀνειδιστικὸν [καὶ ἐγκωμιαστικόν]. τὸ δὲ εἶδος τοῦτο τέχνη ἐστι ψεκτική, εὐνοίας δὲ τὸ ψέγειν, οὐ μίσους σύμβολον. ἄμφω μὲν γὰρ ὀνειδίζετον, καὶ ὁ φίλος καὶ ὁ μή, ἀλλ᾿ ὁ μὲν ἐχθρὸς ἐπιγελῶν, ὁ δὲ φίλος εὐνοῶν. οὐκ ἄρα διὰ μῖσος ὁ κύριος τοῖς ἀνθρώποις λοιδορεῖται, οὕς καὶ ἐξὸν αὐτῷ ἀπολέσαι παρὰ τὰς ἰδίας αἰτίας, ὃ δὲ ὑπὲρ ἡμῶν καὶ πέπονθεν· παιδαγωγὸς γὰρ ἅτε ἀγαθὸς ἐντέχνως σφόδρα διὰ τῆς λοιδορίας ὑποδύεται τὸν ψόγον, οἱονεὶ μάστιγι τῇ βλασφημίᾳ τὸ νωθρὸν τῆς διανοίας ἐπεγείρων, πάλιν τε αὖ ἐν μέρει προτρέπειν ἐπιχειρεῖ τοὺς αὐτούς. οὓς γὰρ ὁ ἔπαινος οὐ προετρέψατο, τούτους παρώξυνεν ὁ ψόγος, καὶ οὓς ὁ ψόγος οὐκ ἐξεκαλέσατο εἰς σωτηρίαν καθάπερ νεκρούς, τούτους πρὸς ἀλήθειαν ἡ βλασφημία διανίστησιν. »μάστιγες γὰρ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας. συγκολλῶν ὄστρακον καὶ διδάσκων μωρόν«, εἰς αἴσθησιν ἄγων, φησί, τὴν γῆν καὶ τὸν ἀπηλπισμένον εἰς σύνεσιν ὀξύνων. διὰ τοῦτο ἐναργῶς ἐπήγαγεν· »ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου,« ὃς τῶν ἄλλων μάλιστα θανάτῳ ἔοικεν. καὶ δὴ αὐτὸς περὶ αὑτοῦ σαφέστατα ὁ κύριος ἐκφαίνει, τὴν πολύτροπον καὶ πολυωφελῆ θεραπείαν ἀλληγορῶν, ὁπηνίκα εἰπὼν »ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν,« εἶτα ἐπήγαγεν πάλιν »πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρποφοροῦν καθαίρει, ἵνα καρπὸν πλείω φέρῃ.« καθυλομανεῖ γὰρ μὴ κλαδευομένη ἡ ἄμπελος, οὕτως δὲ καὶ ὁ ἄνθρωπος· καθαίρει δὲ αὐτοῦ τὰς ἐξυβριζούσας παραφυάδας ὁ λόγος ἡ μάχαιρα, καρποφορεῖν, οὐκ ἐπιθυμεῖν τὰς ὀρέξεις ἀναγκάσας. ἡ δὲ πρὸς τοὺς ἁμαρτάνοντας ἐπίπληξις ἔχει σκοπὸν τὴν σωτηρίαν, μεθαρμοζομένου μουσικῶς τοῦ λόγου κατὰ τοὺς οἰκείους ἑκάστων τρόπους, πῇ μὲν ἐπιτείνοντος αὐτοῦ, πῇ δὲ ἀνιέντος. σαφέστατα γοῦν διὰ Μωσέως λέλεκται· »θαρρεῖτε, ἕνεκεν τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ θεός, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε.« ἐντεῦθεν καλῶς καὶ ὁ Πλάτων μαθὼν »πάντες μὲν γὰρ« φησὶν »ὡς ἀληθῶς ἀγαθὰ πάσχουσιν οἱ δίκην διδόντες· ὠφελοῦνται γὰρ τῷ βελτίω τὴν ψυχὴν αὐτοῖς γίνεσθαι δικαίως κολαζομένοις.« εἰ δὲ ἀγαθὰ πάσχουσιν ὑπὸ τοῦ δικαίου οἱ ἐπανορθούμενοι καὶ κατὰ Πλάτωνα, ὁμολογεῖται ἀγαθὸν εἶναι τὸν δίκαιον. αὐτὸς γοῦν ὁ φόβος ὠφελεῖ καὶ πρὸς ἀγαθοῦ τοῖς ἀνθρώποις ἐξεύρηται, ὅτι »πνεῦμα φοβούμενον κύριον ζήσεται· ἡ γὰρ ἐλπὶς ἐπὶ τὸν σῴζοντα αὐτούς.« ὁ δὲ αὐτὸς οὗτος λόγος δίκην ἐπιτιθεὶς κριτής ἐστιν, περὶ οὗ καὶ Ἡσαΐας λέγει »κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν«, διορθωτὴν δηλονότι καὶ κατευθυντῆρα τῶν ἁμαρτιῶν. διὰ τοῦτο μόνος οὗτος οἷός τε ἀφιέναι τὰ πλημμελήματα, ὑπὸ τοῦ πατρὸς τῶν ὅλων [ὁ] ταχθεὶς παιδαγωγὸς ἡμῶν, μόνος [ὁ] τῆς ὑπακοῆς διακρῖναι τὴν παρακοὴν δυνάμενος. ὁ δὲ ἀπειλῶν δῆλός ἐστι μηδὲν ἐθέλων πρᾶξαι κακὸν μηδὲ ἅπερ ἀπειλεῖ ἐπιτελέσαι· καταστήσας δὲ εἰς δέος τὴν ἐπὶ τὰς ἁμαρτίας ἀνέκοψεν φορὰν καὶ τὸ φιλάνθρωπον αὐτοῦ ἐνδείκνυται, μέλλων ἔτι καὶ διασαφῶν οἷα πείσονται, εἰ παραμενοῦσιν ἁμαρτωλοί, οὐχὶ δὲ ὥσπερ ὄφις ἐμφὺς ἔδακεν εὐθέως. ἀγαθὸς ἄρα ὁ θεός. καὶ ὅ γε κύριος εἰς πολλὰ συγχρῆται πρὸ τοῦ ἔργου τῷ λόγῳ. »τὰ γὰρ βέλη μου«, φησί, »συντελέσει αὐτούς· τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων, καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτούς, μετὰ θυμοῦ συρόντων ἐπὶ τῆς γῆς. ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος.« ὥστε οὐκ ὀργίζεται τὸ θεῖον, ᾗ τισιν ἔδοξεν, ἀλλὰ τὰ μὲν πλεῖστα ἀπειλεῖται, τὰ πάντα δὲ παρῄνεσε τὴν ἀνθρωπότητα καὶ ὑπέδειξεν ὡς πρακτέα. ἀγαθὴ δὲ αὕτη ἡ τέχνη, ἐκφοβεῖν ἵνα μὴ ἁμάρτωμεν· »φόβος γὰρ κυρίου ἀπωθεῖται ἁμαρτήματα, ἄφοβος δ᾿ οὐ δυνήσεται δικαιωθῆναι,« φησὶν ἡ γραφή. καὶ τὴν κόλασιν ὁ θεὸς οὐχ ὑπὸ ὀργῆς ἐπιφέρει, ἀλλὰ τὸ δίκαιον σκοπεῖ, ὡς οὐ συμφέρει παραλειφθῆναι τὸ δίκαιον δι᾿ ἡμᾶς. αἱρεῖται δὲ ἕκαστος ἡμῶν τὰς τιμωρίας αὐτὸς ἑκὼν ἁμαρτάνων· »αἰτία δὲ ἑλομένου, ὁ θεὸς ἀναίτιος.« »εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; μὴ γένοιτο.« λέγει γοῦν ἀπειλῶν· »παροξυνῶ τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου καὶ αὐτὸς ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσω· μεθύσω τὰ βέλη μου ἀφ᾿ αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα ἀπὸ αἵματος τραυματιῶν.« σαφὲς γὰρ ἐνταῦθα ὡς ἄρα οἱ μὴ διεχθρεύοντες τῇ ἀληθείᾳ μηδὲ μισοῦντες τὸν λόγον οὐκ ἂν τὴν σφῶν αὐτῶν μισήσαιεν σωτηρίαν, ἐκφύγοιεν δ᾿ ἂν τῆς ἔχθρας τὰ ἐπιτίμια. »στέφανος ἄρα σοφίας«, ᾗ φησιν ἡ σοφία, »φόβος κυρίου.« σαφέστατα γοῦν διὰ τοῦ Ἀμὼς τοῦ προφήτου τὴν οἰκονομίαν μεμήνυκεν ὁ λόγος τὴν ἑαυτοῦ, »κατέστρεψα ὑμᾶς« λέγων, »καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός, καὶ οὐδ᾿ ὣς ἐπεστρέψατε πρός με, λέγει κύριος.« ὁρᾶτε πῶς ὁ θεὸς τὴν μετάνοιαν ὑπὸ φιλαγαθίας ζητεῖ ἐνδείκνυταί τε παρὰ τὴν οἰκονομίαν τῆς ἀπειλῆς ἡσυχῇ τὸ φιλάνθρωπον τὸ ἑαυτοῦ. »ἀποστρέψω«, φησί, »τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς.« οὗ γὰρ τὸ πρόσωπον κυρίου ἐπιβλέπει, εἰρήνη καὶ ἀγαλλίασις, οὗ δὲ ἀπέστραπται, παρείσδυσις γίνεται πονηρίας. οὐ βούλεται οὖν ἐφορᾶν τὰ κακά· ἀγαθὸς γάρ ἐστι· παρορῶντος δὲ αὐτοῦ ἑκοντί, διὰ τὴν ἀπιστίαν τὴν ἀνθρωπίνην γένεσιν ἴσχει κακία. »ἴδε οὖν«, φησὶν ὁ Παῦλος, »χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν, ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι,« τουτέστι τῇ εἰς Χριστὸν πίστει. ἕπεται δὲ τῷ ἀγαθῷ, ᾗ φύσει ἀγαθός ἐστιν, ἡ μισοπονηρία. διὸ καὶ κολάζειν μὲν αὐτὸν ἂν ὁμολογήσαιμι τοὺς ἀπίστους (ἡ γὰρ κόλασις ἐπ᾿ ἀγαθῷ καὶ ἐπ᾿ ὠφελείᾳ τοῦ κολαζομένου, ἔστι γὰρ ἐπανόρθωσις ἀντιτείνοντος), τιμωρεῖσθαι δὲ μὴ βούλεσθαι. τιμωρία δέ ἐστιν ἀνταπόδοσις κακοῦ ἐπὶ τὸ τοῦ τιμωρουμένου συμφέρον ἀναπεμπομένη. οὐκ ἂν δὲ ἐπιθυμήσειε τιμωρεῖσθαι ὁ ὑπὲρ τῶν ἐπηρεαζόντων ἡμᾶς προσεύχεσθαι διδάσκων. Ἀλλὰ ὅτι μὲν ἀγαθὸς ὁ θεός, καὶ ἄκοντες ὁμολογοῦσιν οἱ πάντες· ὅτι δὲ καὶ δίκαιος ὁ αὐτὸς θεός, οὔ μοι χρὴ πλειόνων ἔτι λόγων τὴν εὐαγγέλιον τοῦ κυρίου παραθεμένῳ φωνήν· ἓν μὲν αὐτὸν λέγει· »ἵνα πάντες ἓν ὦσι, καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα καὶ ὁ κόσμος πιστεύῃ, ὅτι σύ με ἀπέστειλας. κἀγὼ τὴν δόξαν, ἣν ἔδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν·« ἓν δὲ ὁ θεὸς καὶ ἐπέκεινα τοῦ ἑνὸς καὶ ὑπὲρ αὐτὴν μονάδα. διὸ καὶ τὸ »σύ« μόριον δεικτικὴν ἔχον ἔμφασιν τὸν ὄντως μόνον ὄντα, ὃς ἦν καὶ ἔστιν καὶ ἔσται, δείκνυσιν θεόν, καθ᾿ ὧν τριῶν χρόνων ἓν ὄνομα κεῖται »ὁ ὤν«. ὅτι δὲ ὁ αὐτὸς μόνος ὢν θεὸς καὶ δίκαιός ἐστιν [ὁ αὐτὸς καὶ μόνος ὄντως], ἐν τῷ αὐτῷ μαρτυρήσει κύριος εὐαγγελίῳ λέγων »πάτερ, οὓς ἔδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὦσι μετ᾿ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, ἣν ἔδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων κἀκεῖνοι ἔγνωσαν, ὅτι σύ με ἀπέστειλας· καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω.« οὗτός ἐστιν »ὁ ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα τοῖς μισοῦσι καὶ ποιῶν ἔλεος τοῖς ἀγαπῶσιν.« ὁ γὰρ ἱστὰς τοὺς μὲν ἐκ δεξιῶν, τοὺς δὲ ἐξ εὐωνύμων, καθὸ μὲν πατὴρ νοεῖται, ἀγαθὸς ὤν, αὐτὸ μόνον ὅ ἐστι κέκληται, ἀγαθός, καθὸ δέ, υἱὸς ὤν, ὁ λόγος αὐτοῦ ἐν τῷ πατρί ἐστι, δίκαιος προσαγορεύεται ἐκ τῆς πρὸς ἄλληλα σχέσεως ἀγάπης, ἰσότητι μεμετρημένον † ὄνομα δυνάμεως. »ἄνδρα«, φησί, »κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ«, ἀγαθοῦ ζυγοῦ πρόσωπον ἡμῖν [δικαιοσύνης] τὸν Ἰησοῦν γνωρίσαντος τοῦ θεοῦ, δι᾿ οὗ καὶ τὸν θεόν, οἷον ἐκ τρυτάνης ἰσοσθενοῦς, ἔγνωμεν. ἐπὶ τούτου καὶ ἡ σοφία διαρρήδην λέγει »ἔλεος γὰρ καὶ ὀργὴ μετ᾿ αὐτοῦ·« κύριος γὰρ ἀμφοῖν οὗτος μόνος· »δυνάστης ἐξιλασμῶν, ἐκχέων ὀργήν· κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ ὁ ἔλεγχος αὐτοῦ·« ἐλέους γὰρ καὶ ἐλέγχου σκοπὸς ἡ τῶν ἐλεγχομένων σωτηρία. ναὶ μὴν ὅτι ἀγαθὸς αὐτὸς »ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ«, ὁ αὐτὸς πάλιν ὁμολογήσει λόγος, »ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηροὺς« καὶ προσέτι »γίνεσθε οἰκτίρμονες« λέγων, »καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν«, οὐ μὴν ἀλλὰ καὶ ὁπηνίκα διαρρήδην λέγει »οὐδεὶς ἀγαθός, εἰ μὴ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς·« ἐπὶ τούτοις αὖθις »ὁ πατήρ μου« φησὶν »ἐπιλάμπει τὸν ἥλιον τὸν αὑτοῦ ἐπὶ πάντας.« Παρασημειωτέον ἐνταῦθα ὅτι τὸν αὑτοῦ πατέρα τὸν ἀγαθὸν καὶ δημιουργὸν εἶναι ὁμολογεῖ, δίκαιος δὲ ὁ δημιουργὸς εἶναι οὐκ ἀντιλέγεται. καὶ πάλιν »ὁ πατήρ μου« φησὶ » βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.« καὶ καθὸ μὲν βρέχει, δημιουργὸς ὑδάτων ἐστὶ καὶ νεφῶν, καθὸ δὲ ἐπὶ πάντας, δικαίως ἰσοστατεῖ καὶ † ἀρετῆς, ὡς δὲ ἀγαθός, ἐπὶ δικαίους καὶ ἀδίκους ὁμοίως. σαφέστατα τοίνυν ἕνα καὶ τὸν αὐτὸν εἶναι θεὸν συλλογιζόμεθα ὧδέ πως, ὅτι »ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου«καὶ» ὁ κτίσας τοὺς οὐρανοὺς ἐν τοῖς οὐρανοῖς κατοικεῖ« καὶ »ὁ οὐρανὸς θρόνος σου« τὸ ἅγιον πνεῦμα ἔψαλλεν· ὁ δὲ κύριός φησιν ἐν τῇ προσευχῇ » πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς«· οὐρανοὶ δὲ τοῦ κτίσαντος τὸν κόσμον εἰσίν· ἀναντίρρητον ἄρα μὴ οὐχὶ καὶ υἱὸν εἶναι τὸν κύριον τοῦ δημιουργοῦ. εἰ δὲ ὁ κτίστης πρὸς πάντων ὁμολογεῖται δίκαιος, υἱὸς δὲ τοῦ δημιουργοῦ ὁ κύριος, υἱὸς ἄρα τοῦ δικαίου ὁ κύριος. διὰ τοῦτο καὶ ὁ Παῦλός φησι »νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται« καὶ πάλιν, ἵνα μᾶλλον ὑπολάβῃς θεόν, »δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστι διαστολή« καὶ προσέτι μαρτυρῶν τῇ ἀληθείᾳ μετ᾿ ὀλίγα ἐπιφέρει »ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ, πρὸς τὴν ἔνδειξιν τοῦ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦν«. τὸ δὲ δίκαιον ἀγαθὸν εἰδὼς φαίνεταί που λέγων »ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή«, [καὶ] κατὰ τῆς αὐτῆς δυνάμεως ἄμφω τάσσων τὰ ὀνόματα. ἀλλὰ καὶ »οὐδεὶς εἰ μὴ ὁ πατὴρ αὐτοῦ«· ὁ αὐτὸς ἄρα πατὴρ αὐτοῦ, ὁ ἓν ὤν, πολλαῖς μηνυόμενος δυνάμεσιν· καὶ τοῦτο ἦν τὸ »οὐδεὶς ἔγνω τὸν πατέρα«, πάντα αὐτὸν ὄντα, πρὶν ἐλθεῖν τὸν υἱόν· ὡς εἶναι ταῖς ἀληθείαις καταφανὲς τὸ τῶν συμπάντων θεὸν ἕνα μόνον εἶναι ἀγαθόν, δίκαιον, δημιουργόν, υἱὸν ἐν πατρί, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας [τῶν αἰώνων], ἀμήν. Ἀλλ᾿ οὐδὲ ἀλλότριον τοῦ σωτηρίου λόγου κηδεμονικῶς λοιδορεῖσθαι. καὶ γὰρ οὖν καὶ τοῦτο τῆς θείας φιλανθρωπίας φάρμακον, ἐξ οὗ τὸ τῆς αἰδοῦς ἐρύθημα ἐξανθεῖ καὶ ἡ πρὸς τὸ ἁμαρτάνειν αἰσχύνη παρεισδύεται. εἰ γὰρ ψέξαι χρή, καὶ λοιδορεῖσθαι δεῖ, ἔνθα τὴν ἀπηλγηκυῖαν ψυχὴν καιρός ἐστι τρῶσαι, οὐ θανασίμως, ἀλλὰ σωτηρίως, ὀλίγης ἀλγηδόνος ἀίδιον κερδάναντα θάνατον. πολλὴ δὲ ἡ σοφία περὶ τὴν παιδαγωγίαν αὐτοῦ, καὶ ὁ τρόπος τῆς οἰκονομίας αὐτοῦ ποικίλος εἰς σωτηρίαν. προσμαρτυρεῖ μὲν γὰρ τοῖς ἀγαθοῖς ὁ παιδαγωγός, ἐκκαλεῖται δὲ τοὺς κλητοὺς ἐπὶ τὰ βελτίω καὶ τοὺς ἀδικεῖν σπεύδοντας ἀποτρέπει τῆς ὁρμῆς, μεταθέσθαι δὲ εἰς ἀμείνω βίον παρακελεύεται. οὐδέτερον γὰρ ἀμάρτυρον θατέρου προσμαρτυρουμένου, ἥ τε χάρις ἐκ μαρτυρίας μεγίστη, ἀλλὰ καὶ τὸ ἐμπαθὲς τῆς ὀργῆς, εἰ δὴ ὀργὴν τὴν νουθεσίαν αὐτοῦ χρὴ καλεῖν, φιλάνθρωπόν ἐστιν εἰς πάθη καταβαίνοντος τοῦ θεοῦ διὰ τὸν ἄνθρωπον, δι᾿ ὃν καὶ γέγονεν ἄνθρωπος ὁ λόγος τοῦ θεοῦ.

---

Clement of Alexandria, Paedagogus, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg002.local001/.
