# Paedagogus 1.Ὅτι διὰ νόμου καὶ προφητῶν ὁ λόγος ἐπαιδαγώγει.

Clement of Alexandria, Paedagogus, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/paedagogus/1.%E1%BD%8D%CF%84%CE%B9%20%CE%B4%CE%B9%E1%BD%B0%20%CE%BD%CF%8C%CE%BC%CE%BF%CF%85%20%CE%BA%CE%B1%E1%BD%B6%20%CF%80%CF%81%CE%BF%CF%86%CE%B7%CF%84%E1%BF%B6%CE%BD%20%E1%BD%81%20%CE%BB%CF%8C%CE%B3%CE%BF%CF%82%20%E1%BC%90%CF%80%CE%B1%CE%B9%CE%B4%CE%B1%CE%B3%CF%8E%CE%B3%CE%B5%CE%B9.

Ὁ μὲν δὴ τρόπος τῆς φιλανθρωπίας αὐτοῦ καὶ παιδαγωγίας ὡς ἐνῆν ἡμῖν ὑποδέδεικται. διόπερ παγκάλως αὐτὸς αὑτὸν ἐξηγούμενος »κόκκῳ νάπυος« εἴκασεν, καὶ τοῦ σπειρομένου λόγου τὸ πνευματικὸν καὶ τὸ πολύχουν τῆς φύσεως καὶ τὸ μεγαλοπρεπὲς ἅμα καὶ εὐαυξὲς τῆς δυνάμεως τῆς λογικῆς, πρὸς δὲ καὶ τῆς ἐπιτιμήσεως τὸ δηκτικὸν καὶ τὸ ἀνακαθαρτικὸν ὀνησιφόρον εἶναι ὑπὸ δριμύτητος αἰνιττόμενος. δι᾿ ὀλίγου γοῦν τοῦ κόκκου τοῦ ἀλληγορουμένου πάμπολυ, τὴν σωτηρίαν, ἁπάσῃ χαρίζεται τῇ ἀνθρωπότητι. τὸ μὲν οὖν μέλι γλυκύτατον ὂν χολῆς ἐστι γεννητικόν, ὡς τὸ ἀγαθὸν καταφρονήσεως, ὃ δὴ αἴτιον τοῦ ἐξαμαρτάνειν, τὸ δὲ νᾶπυ καὶ τῆς χολῆς μειωτικόν, τουτέστι τοῦ θυμοῦ, καὶ τοῦ φλέγματος διακοπτικόν, τουτέστι τοῦ τύφου· ἐξ οὗ λόγου ἡ ἀληθὴς τῆς ψυχῆς ὑγεία καὶ ἡ ἀίδιος εὐκρασία περιγίνεται. πάλαι μὲν οὖν διὰ Μωσέως ὁ λόγος ἐπαιδαγώγει, ἔπειτα καὶ διὰ προφητῶν· προφήτης δὲ καὶ ὁ Μωσῆς· ὁ γὰρ νόμος παιδαγωγία παίδων ἐστὶ δυσηνίων. »χορτασθέντες γοῦν«, φησίν, »ἀνέστησαν παίζειν«, τὸ ἄλογον τῆς τροφῆς πλήρωμα χόρτασμα, οὐ βρῶμα εἰπών. ἐπεὶ δὲ ἀλόγως κορεσθέντες ἀλόγως ἔπαιζον, διὰ τοῦτο αὐτοῖς καὶ ὁ νόμος καὶ ὁ φόβος εἵπετο εἰς ἀνακοπὴν ἁμαρτημάτων καὶ προτροπὴν κατορθωμάτων, καταρτίζων εὐηκοΐαν αὐτοῖς τοῦ ἀληθοῦς παιδαγωγοῦ, τὴν εὐπείθειαν, εἷς καὶ ὁ αὐτὸς ὢν λόγος πρὸς τὸ κατεπεῖγον ἁρμοττόμενος· »τὸν νόμον δοθῆναι« γάρ φησιν ὁ Παῦλος »παιδαγωγὸν εἰς Χριστόν«, ὡς ἐκ τούτου συμφανὲς εἶναι ἕνα μόνον ἀληθινόν, ἀγαθόν, δίκαιον, κατ᾿ εἰκόνα καὶ ὁμοίωσιν τοῦ πατρὸς υἱὸν Ἰησοῦν, τὸν λόγον τοῦ θεοῦ, παιδαγωγὸν ἡμῶν εἶναι, ᾧ παρέδωκεν ἡμᾶς ὁ θεός, ὡς πατὴρ φιλόστοργος γνησίῳ παιδαγωγῷ παρακατατιθέμενος τὰ παιδία, διαρρήδην παραγγείλας ἡμῖν· »οὗτός ἐστί μου ὁ υἱός ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε.« ἀξιόπιστος ὁ θεῖος παιδαγωγὸς τρισὶ τοῖς καλλίστοις κεκοσμημένος, ἐπιστήμῃ, εὐνοίᾳ, παρρησίᾳ· ἐπιστήμῃ μὲν ὅτι σοφία ἐστὶ πατρική, »πᾶσα σοφία παρὰ κυρίου καὶ μετ᾿ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα«· παρρησίᾳ δὲ ὅτι θεὸς καὶ δημιουργός, »πάντα γὰρ δι᾿ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«· εὐνοίᾳ δὲ ὅτι μόνος ὑπὲρ ἡμῶν ἱερεῖον ἑαυτὸν ἐπιδέδωκεν, »ὁ γὰρ ἀγαθὸς ποιμὴν τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων« καὶ δὴ ἔθηκεν. εὔνοια δὲ οὐδὲν ἀλλ᾿ ἢ βούλησίς ἐστιν ἀγαθοῦ τῷ πλησίον, αὐτοῦ χάριν ἐκείνου.

---

Clement of Alexandria, Paedagogus, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg002.local001/.
