# Paedagogus 1.Ὅτι πάντες οἱ περὶ τὴν ἀλήθειαν καταγινόμενοι παῖδες παρὰ τῷ θεῷ..1

Clement of Alexandria, Paedagogus, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/paedagogus/1.%E1%BD%8D%CF%84%CE%B9%20%CF%80%CE%AC%CE%BD%CF%84%CE%B5%CF%82%20%CE%BF%E1%BC%B1%20%CF%80%CE%B5%CF%81%E1%BD%B6%20%CF%84%E1%BD%B4%CE%BD%20%E1%BC%80%CE%BB%CE%AE%CE%B8%CE%B5%CE%B9%CE%B1%CE%BD%20%CE%BA%CE%B1%CF%84%CE%B1%CE%B3%CE%B9%CE%BD%CF%8C%CE%BC%CE%B5%CE%BD%CE%BF%CE%B9%20%CF%80%CE%B1%E1%BF%96%CE%B4%CE%B5%CF%82%20%CF%80%CE%B1%CF%81%E1%BD%B0%20%CF%84%E1%BF%B7%20%CE%B8%CE%B5%E1%BF%B7..1

Ὅτι μὲν οὖν ἡ παιδαγωγία παίδων ἐστὶν ἀγωγή, σαφὲς ἐκ τοῦ ὀνόματος· λοιπὸν δέ ἐστι τοὺς παῖδας ἐπιθεωρῆσαι, οὓς αἰνίττεται ἡ γραφή, εἶτα τὸν παιδαγωγὸν αὐτοῖς ἐπιστῆσαι. οἱ παῖδες ἡμεῖς· πολλαχῶς δὲ ἡμᾶς ἐξυμνεῖ πολυτρόπως τε ἀλληγορεῖ ὀνόμασι ποικίλοις τὸ ἀφελὲς τῆς πίστεως ἐξαλλάττουσα ἡ γραφή. ἐν γοῦν τῷ εὐαγγελίῳ· »σταθείς«, φησίν, »ὁ κύριος ἐπὶ τῷ αἰγιαλῷ πρὸς τοὺς μαθητάς (ἁλιεύοντες δὲ ἔτυχον) ἐνεφώνησέν [τε], παιδία, μή τι ὄψον ἔχετε;« τοὺς ἤδη ἐν ἕξει τῶν γνωρίμων παῖδας προσειπών. »προσήνεγκάν τε αὐτῷ«, φησί, »παιδία« εἰς χειροθεσίαν εὐλογίας, κωλυόντων δὲ τῶν γνωρίμων, εἶπεν ὁ Ἰησοῦς »ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.« τί βούλεται τὸ λεχθέν, αὐτὸς διασαφήσει ὁ κύριος λέγων »ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν,« οὐ τὴν ἀναγέννησιν ἐνταῦθα ἀλληγορῶν, ἀλλὰ τὴν ἐν παισὶν ἁπλότητα εἰς ἐξομοίωσιν παρακατατιθέμενος ἡμῖν. τοὺς παῖδας [ἡμᾶς] καὶ τὸ προφητικὸν ἐκλέγεται πνεῦμα· »δρεψάμενοι«, φησί, »κλάδους ἐλαίας ἢ φοινίκων οἱ παῖδες ἐξῆλθον εἰς ὑπάντησιν κυρίῳ καὶ ἐκέκραγον λέγοντες, ὡσαννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,« φῶς καὶ δόξα καὶ αἶνος μεθ᾿ ἱκετηρίας τῷ κυρίῳ· τουτὶ γὰρ ἐμφαίνει ἑρμηνευόμενον Ἑλλάδι φωνῇ τὸ ὡσαννά. καί μοι δοκεῖ ἡ γραφὴ ταύτην αἰνιττομένη τὴν προφητείαν τὴν προειρημένην ἐν ὀνείδους μέρει τοῖς ῥᾳθύμοις ἐγκαλεῖν· »οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;« τοῦτό τοι καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ μυωπίζει τοὺς γνωρίμους, προσέχειν αὐτῷ παρορμῶν ὡς ἤδη σπεύδων πρὸς τὸν πατέρα, ὀρεκτικωτέρους παρασκευάζων τοὺς ἀκροατὰς μετ᾿ ὀλίγον ἀπεῖναι προμηνύων, ὡς δέον αὐτοῖς ἀποκαρπίζεσθαι τῆς ἀληθείας ἀφειδέστερον δηλῶν ὅσον οὐδέπω ἀπαίροντος εἰς οὐρανὸν τοῦ λόγου. πάλιν οὖν αὐτοὺς παιδία καλεῖ· φησὶ γὰρ »παιδία, ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι.« αὖθίς τε παιδίοις ὁμοιοῖ τὴν βασιλείαν τῶν οὐρανῶν »ἐν ἀγοραῖς καθημένοις καὶ λέγουσιν, ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε,« καὶ ὅσα ἄλλα τούτοις οἰκείως ἐπήγαγεν. καὶ οὔτι γε μόνον τὸ εὐαγγέλιον ταύτῃ φρονεῖ, ὁμοδοξεῖ δὲ αὐτῷ καὶ ἡ προφητεία. λέγει γοῦν Δαβὶδ »αἰνεῖτε, παῖδες, κύριον, αἰνεῖτε τὸ ὄνομα κυρίου.« λέγει δὲ καὶ διὰ Ἡσαΐου »ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός.« Θαυμάζεις ἀκούων τοὺς ἄνδρας τοὺς ἐν ἔθνεσι παῖδας παρὰ κυρίῳ; οὔ μοι δοκεῖς Ἀττικῆς ἐπαΐειν φωνῆς, παρ᾿ ἧς ἔστιν ἐκμαθεῖν τὰς καλὰς καὶ ὡραίας, ἔτι δὲ καὶ ἐλευθέρας νεάνιδας παιδίσκας καλουμένας, παιδισκάρια δὲ τὰς δούλας, [καὶ] νεάνιδας δὲ καὶ αὐτάς, πρὸς τὸ εὐθαλὲς τῆς παιδικῆς ἡλικίας ὑποκοριστικῶς τιμωμένας. καὶ »τὰ ἀρνία δέ μου«, ὅταν λέγῃ, »στήτω ἐκ δεξιῶν«, τοὺς ἀφελεῖς αἰνίττεται, παῖδας ὡς ἄρνας, οὐκ ἄνδρας ὡς πρόβατα ὄντας κατὰ γένος· τὰ δὲ ἀρνία προνομίας ἠξίωσεν, τὴν ἐν ἀνθρώποις ἁπαλότητα καὶ ἁπλότητα τῆς διανοίας, τὴν ἀκακίαν, προτιμῶν. αὖθίς τε ὅταν φῇ »ὡς μοσχάρια γαλαθηνά,« ἡμᾶς πάλιν ἀλληγορεῖ, καὶ »ὡς περιστερὰν ἄκακον καὶ ἄχολον«, πάλιν ἡμᾶς. νεοττούς τε ἔτι δύο περιστερῶν ἢ τρυγόνων ζεῦγος ὑπὲρ ἁμαρτίας κελεύει διὰ Μωσέως προσφέρεσθαι, τὸ ἀναμάρτητον τῶν ἁπαλῶν καὶ ἄκακον καὶ ἀμνησίκακον τῶν νεοττῶν εὐπρόσδεκτον εἶναι λέγων τῷ θεῷ καὶ τὸ ὅμοιον τοῦ ὁμοίου καθάρσιον ὑφηγούμενος· ἀλλὰ καὶ τὸ δειλὸν τῶν τρυγόνων τὴν πρὸς τὰς ἁμαρτίας εὐλάβειαν ὑποτυποῦται. ὅτι δὲ ἡμᾶς τοὺς νεοττοὺς λέγει, μάρτυς ἡ γραφή· »ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας αὐτῆς«, οὕτως ἐσμὲν νεοττοὶ κυρίου, θαυμαστῶς πάνυ καὶ μυστικῶς τοῦ λόγου τὴν ἁπλότητα τῆς ψυχῆς εἰς ἡλικίαν ὑπογραφομένου παιδικήν. πῇ μὲν γὰρ παῖδας ἡμᾶς καλεῖ, πῇ δὲ νεοττούς, ἔσθ᾿ ὅτε δὲ νηπίους, υἱοὺς δὲ ἀλλαχόθι καὶ τέκνα πολλάκις καὶ λαὸν νέον καὶ λαὸν καινόν· »τοῖς δὲ δούλοις μου«, φησί, »κληθήσεται ὄνομα καινόν« (νέον ὄνομα λέγει τὸ καινὸν καὶ ἀίδιον, ἄχραντον καὶ ἁπλοῦν καὶ νήπιον καὶ ἀληθινόν), »ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.« ἀλληγορῶν δὲ αὖθις ἡμᾶς πώλους καλεῖ, τοὺς ἀζυγεῖς κακίᾳ, τοὺς ἀδαμάστους πονηρίᾳ, ἀφελεῖς δὲ καὶ πρὸς αὐτὸν μόνον τὸν πατέρα σκιρτητικούς, οὐχὶ »τοὺς ἐπὶ ταῖς τῶν πλησίον γυναιξὶν χρεμετίζοντας ἵππους, τοὺς ὑποζυγίους καὶ θηλυμανεῖς,« ἀλλὰ τοὺς ἐλευθέρους καὶ νεογνούς, τοὺς γαύρους διὰ τὴν πίστιν, τοὺς εἰς ἀλήθειαν εὐδρόμους, τοὺς ταχεῖς πρὸς σωτηρίαν, τοὺς καταπατοῦντας καὶ κροαίνοντας τὰ κοσμικά. »χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος [πραῢς] καὶ σῴζων, καὶ αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.« οὐκ ἤρκει τὸ πῶλον εἰρηκέναι μόνον, ἀλλὰ καὶ τὸ νέον προσέθηκεν αὐτῷ, τὴν ἐν Χριστῷ νεολαίαν τῆς ἀνθρωπότητος καὶ ἀγήρω μετὰ ἁπλότητος ἀιδιότητα ἐμφαίνων. τοιούτους δὲ ἡμᾶς νέους πώλους τοὺς νηπίους ὁ θεῖος ἡμῶν πωλοδάμνης ἀνατρέφει. εἰ δὲ καὶ ὄνος εἴη ὁ νέος ἐν τῇ γραφῇ, πλὴν ἀλλὰ πῶλος ὄνος καὶ οὗτος. »καὶ τὸν πῶλον«, φησί, »προσέδησεν ἀμπέλῳ·« τὸν ἁπλοῦν τοῦτον καὶ νήπιον λαὸν τῷ λόγῳ προσδήσας, ὃν ἄμπελον ἀλληγορεῖ· φέρει γὰρ οἶνον ἡ ἄμπελος, ὡς αἷμα ὁ λόγος, ἄμφω δὲ ἀνθρώποις ποτὸν εἰς σωτηρίαν, ὁ μὲν οἶνος τῷ σώματι, τὸ δὲ αἷμα τῷ πνεύματι. ὡς δὲ καὶ ἄρνας ἡμᾶς λέγει, ἐχέγγυος μάρτυς διὰ Ἡσαΐου τὸ πνεῦμα· »ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συλλέξει ἄρνας,« τὸ ἔτι ἁπαλώτερον τῶν προβάτων εἰς ἀφέλειαν ἄρνας ἀλληγορῶν. Ἀμέλει καὶ ἡμεῖς τὰ κάλλιστα καὶ τελεώτατα τῶν ἐν τῷ βίῳ κτημάτων παιδικῇ προσηγορίᾳ τιμήσαντες παιδείαν καὶ παιδαγωγίαν κεκλήκαμεν. παιδαγωγίαν δὲ ὁμολογοῦμεν εἶναι ἀγωγὴν ἀγαθὴν ἐκ παίδων πρὸς ἀρετήν. ἐμφαντικώτερον δ᾿ οὖν ἡμῖν ἀποκαλύπτων ὁ κύριος τὸ σημαινόμενον ἐκ τῆς παιδίον προσηγορίας »γενομένης ζητήσεως ἐν τοῖς ἀποστόλοις, ὅστις αὐτῶν εἴη μείζων, ἔστησεν ὁ Ἰησοῦς ἐν μέσῳ παιδίον εἰπών· ὃς ἐὰν ἑαυτὸν ταπεινώσῃ ὡς τὸ παιδίον τοῦτο, οὗτος μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.« οὐκ ἄρα κατακέχρηται τῇ τῶν παιδίων προσηγορίᾳ ὡς ἀλογίστων ἡλικίᾳ, ᾗ τισιν ἔδοξεν, οὐδ᾿ ἂν εἴπῃ »ἢν μὴ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τοῦ θεοῦ,« ἀμαθῶς ἐκδεκτέον. οὐκ ἄρ᾿ ἔτι κυλιόμεθα οἱ νήπιοι χαμαὶ οὐδὲ ἕρπομεν ὡς τὸ πρόσθεν ἐπὶ γῆς ὄφεων δίκην, ὅλῳ τῷ σώματι περὶ τὰς ἀνοήτους ἐπιθυμίας ἐλυσπώμενοι, ἀνατεινόμενοι δὲ ἄνω τῇ ἐννοίᾳ, κόσμῳ καὶ ἁμαρτίαις ἀποτεταγμένοι, »ὀλίγῳ ποδὶ ἐφαπτόμενοι τῆς γῆς,« ὅσον ἐν κόσμῳ εἶναι δοκεῖν, σοφίαν μεταδιώκομεν ἁγίαν· μωρία δὲ αὕτη τοῖς εἰς πανουργίαν ἠκονημένοις δοκεῖ. Παῖδες οὖν εἰκότως οἱ θεὸν μόνον ἐγνωκότες πατέρα ἀφελεῖς καὶ νήπιοι καὶ ἀκέραιοι, οἱ κεράτων μονοκερώτων ἐρασταί. τοῖς γοῦν προβεβηκόσιν ἐν τῷ λόγῳ ταύτην ἐπεκήρυξεν τὴν φωνήν. ἀφροντιστεῖν κελεύων τῶν τῇδε πραγμάτων καὶ μόνῳ προσέχειν τῷ πατρὶ παραινῶν μιμουμένους τὰ παιδία. διὸ κἀν τοῖς ἐχομένοις λέγει »μὴ μεριμνᾶτε περὶ τῆς αὔριον· ἀρκετὸν γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.« οὕτως ἀποθεμένους τὰς τοῦ βίου φροντίδας ἐξέχεσθαι μόνου τοῦ πατρὸς παραγγέλλει. καὶ ὁ πληρῶν τὴν ἐντολὴν ταύτην τῷ ὄντι νήπιός τέ ἐστι καὶ παῖς θεῷ τε καὶ τῷ κόσμῳ, τῷ μὲν ὡς πεπλανημένος, τῷ δὲ ὡς ἠγαπημένος. εἰ δὲ »εἷς διδάσκαλος ἐν οὐρανοῖς,« ὥς φησιν ἡ γραφή, ὁμολογουμένως, οἱ ἐπὶ γῆς εἰκότως ἂν πάντες κεκλήσονται μαθηταί. ἔχει γὰρ οὕτως τὸ ἀληθές, τὸ μὲν τέλειον εἶναι παρὰ τῷ κυρίῳ τῷ διδάσκοντι ἀεί, τὸ δὲ παιδικὸν καὶ νήπιον παρ᾿ ἡμῖν τοῖς ἀεὶ μανθάνουσιν. ταύτῃ τοι ἡ προφητεία τὸ τέλειον τῇ τοῦ ἀνδρὸς τετίμηκεν προσηγορίᾳ καὶ διά γε τοῦ Δαβὶδ ἐπὶ μὲν τοῦ διαβόλου »ἄνδρα αἱμάτων« φησὶ »βδελύσσεται κύριος«, ἄνδρα αὐτὸν ὡς τέλειον ἐν κακίᾳ καλεῖ· λέγεται δὲ καὶ ὁ κύριος ἀνὴρ διὰ τὸ εἶναι αὐτὸν τέλειον ἐν δικαιοσύνῃ. αὐτίκα γοῦν ὁ ἀπόστολος ἐπιστέλλων πρὸς Κορινθίους φησίν· »ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ«, εἴτε ὡς νηπίους καὶ ἁγίους πλὴν ἀλλὰ τῷ μόνῳ κυρίῳ. σαφέστατα δὲ Ἐφεσίοις γράφων ἀπεκάλυψεν τὸ ζητούμενον ὧδέ πως λέγων· »μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ θεοῦ. εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα·« ταῦτα λέγων »εἰς οἰκοδομὴν τοῦ σώματος Χριστοῦ«, »ὅς ἐστι κεφαλή« καὶ ἀνὴρ ὁ μόνος ἐν δικαιοσύνῃ τέλειος. ἡμεῖς δὲ οἱ νήπιοι τοὺς παραφυσῶντας εἰς φυσίωσιν φυλαξάμενοι τῶν αἱρέσεων ἀνέμους καὶ μὴ καταπιστεύοντες τοῖς ἄλλους ἡμῖν νομοθετοῦσι πατέρας, τελειούμεθα τότε, ὅτε ἐσμὲν ἐκκλησία τὴν κεφαλήν, τὸν Χριστόν, ἀπειληφότες. Ἐνταῦθα ἐπιστῆσαι δίκαιον τῇ προσηγορίᾳ τοῦ νηπίου, ὅτι οὐκ ἐπὶ ἀφρόνων τάττεται τὸ νήπιον· νηπύτιος μὲν γὰρ οὗτος, νήπιος δὲ ὁ νεήπιος, ὡς ἤπιος ὁ ἁπαλόφρων, οἷον ἤπιος νεωστὶ καὶ πρᾶος τῷ τρόπῳ γενόμενος. τοῦτό τοι σαφέστατα ὁ μακάριος Παῦλος ὑπεσημήνατο εἰπὼν »δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα.« ἤπιος οὖν ὁ νήπιος καὶ ταύτῃ μᾶλλον ἀταλός, ἁπαλὸς καὶ ἁπλοῦς καὶ ἄδολος καὶ ἀνυπόκριτος, ἰθὺς τὴν γνώμην καὶ ὀρθός· τὸ δέ ἐστιν ἁπλότητος καὶ ἀληθείας ὑπόστασις. »ἐπὶ τίνα γάρ«, φησίν, »ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον;« τοιοῦτος γὰρ ὁ παρθένιος λόγος, ἁπαλὸς καὶ ἄπλαστος· διὸ καὶ τὴν παρθένον ἀταλὴν νύμφην καὶ τὸν παῖδα ἀταλάφρονα κεκλῆσθαι ἔθος, ἀταλοὶ δὲ ἡμεῖς οἱ ἁπαλοὶ πρὸς πειθὼ καὶ εὐέργαστοι πρὸς ἀγαθωσύνην ἄχολοί τε καὶ ἀνεπίμικτοι κακοφροσύνῃ καὶ σκολιότητι· ἡ μὲν γὰρ γενεὰ ἡ παλαιὰ σκολιὰ καὶ σκληροκάρδιος, χορὸς δὲ νηπίων, ὁ καινὸς ἡμεῖς λαός, τρυφερὸς ὡς παῖς. ἐπὶ δὲ »ταῖς καρδίαις τῶν ἀκάκων« ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ χαίρειν ὁ ἀπόστολος ὁμολογεῖ, καὶ δὴ ὅρον τινὰ νηπίων, ὡς εἰπεῖν, ἀποδίδωσιν εἰπών· »θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.« καὶ γὰρ οὐδὲ ἔστιν τὸ ὄνομα τοῦ νηπίου κατὰ στέρησιν ἡμῖν νοούμενον, ἐπεὶ τὸ νη στερητικὸν γραμματικῶν νομοθετοῦσιν παῖδες. εἰ γὰρ ἄφρονας ἡμᾶς οἱ τῆς νηπιότητος κατατρέχοντες καλοῦσιν, ὁρᾶτε πῶς βλασφημοῦσιν ἐπὶ τὸν κύριον τοὺς εἰς θεὸν καταπεφευγότας ἄφρονας ὑπολαμβάνοντες· εἰ δέ, ὅπερ καὶ μᾶλλον ἐξακουστέον, τοὺς νηπίους καὶ αὐτοὶ ἐπὶ τῶν ἁπλῶν ἐκδέξονται, χαίρωμεν τῇ προσηγορίᾳ· νήπιαι γὰρ αἱ νέαι φρένες εἰσίν, ἐν παλαιᾷ τῇ ἀφροσύνῃ αἱ νεωστὶ συνεταί, αἱ κατὰ τὴν διαθήκην τὴν καινὴν ἀνατείλασαι. ἔναγχος γοῦν ἔγνωσται ὁ θεὸς κατὰ τὴν Χριστοῦ παρουσίαν. »θεὸν γὰρ οὐδεὶς ἔγνω, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.« νέοι τοίνυν ὁ λαὸς ὁ καινὸς πρὸς ἀντιδιαστολὴν τοῦ πρεσβυτέρου λαοῦ, τὰ νέα μαθόντες ἀγαθά. καὶ ἔστιν ἡμῖν τὸ οὖθαρ τῆς ἡλικίας ἡ ἀγήρως αὕτη νεότης, ἐν ᾗ πρὸς νόησιν ἀεὶ ἀκμάζομεν, ἀεὶ νέοι καὶ ἀεὶ ἤπιοι καὶ ἀεὶ καινοί· χρὴ γὰρ εἶναι καινοὺς τοὺς λόγου καινοῦ μετειληφότας. τὸ δὲ ἀιδιότητος μετειληφὸς ἐξομοιοῦσθαι φιλεῖ τῷ ἀφθάρτῳ, ὡς εἶναι ἡμῖν τῆς παιδικῆς ἡλικίας τὴν προσηγορίαν ἔαρ παντὸς τοῦ ζῆν διὰ τὸ ἀγήρω εἶναι τὴν ἐν ἡμῖν ἀλήθειαν καὶ τῇ ἀληθείᾳ, ἀνακεχυμένον ἡμῶν τὸν τρόπον. σοφία δὲ ἀειθαλής, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα καὶ οὔποτε μεταβάλλουσα. »Τὰ παιδία«, φησίν, »αὐτῶν ἐπ᾿ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται· ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ ὑμᾶς παρακληθήσονται· ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ ὑμᾶς παρακαλέσω.« ἡ μήτηρ προσάγεται τὰ παιδία καὶ ἡμεῖς ζητοῦμεν τὴν μητέρα, τὴν ἐκκλησίαν. τὸ μὲν τοίνυν [καὶ] ἀσθενὲς καὶ ἁπαλὸν ἅπαν, ἅτε δι᾿ ἀσθένειαν [ᾗ] βοηθείας δεόμενον, κεχαρισμένον τέ ἐστι καὶ ἡδὺ καὶ τερπνόν, τοῦ θεοῦ μὴ περιισταμένου τῷ τηλικῷδε τὴν βοήθειαν· ὡς γὰρ οἱ πατέρες καὶ αἱ μητέρες ἥδιον ὁρῶσιν τῶν μὲν ἵππων τοὺς πώλους, τῶν δὲ βοῶν τὰ μικρὰ μοσχάρια καὶ λέοντος σκύμνον καὶ ἐλάφου νεβρὸν καὶ ἀνθρώπου παιδίον, οὕτως καὶ τῶν ὅλων ὁ πατὴρ τοὺς εἰς αὐτὸν καταπεφευγότας προσίεται καὶ ἀναγεννήσας πνεύματι εἰς υἱοθεσίαν ἠπίους οἶδεν καὶ φιλεῖ τούτους μόνους καὶ βοηθεῖ καὶ ὑπερμαχεῖ καὶ διὰ τοῦτο ὀνομάζει παιδίον. ἐγὼ καὶ τὸν Ἰσαὰκ εἰς παῖδα ἀναφέρω· γέλως ἑρμηνεύεται ὁ Ἰσαάκ. τοῦτον ἑώρακεν παίζοντα μετὰ τῆς γυναικὸς καὶ βοηθοῦ, τῆς Ῥεβέκκας, ὁ περίεργος βασιλεύς. βασιλεύς μοι δοκεῖ (Ἀβιμέλεχ ὄνομα αὐτῷ) σοφία τις εἶναι ὑπερκόσμιος, κατασκοποῦσα τῆς παιδιᾶς τὸ μυστήριον· Ῥεβέκκαν δὲ ἑρμηνεύουσιν ὑπομονήν. ὢ τῆς φρονίμου παιδιᾶς, γέλως [καὶ] δι᾿ ὑπομονῆς βοηθούμενος καὶ ἔφορος ὁ βασιλεύς. ἀγαλλιᾶται τὸ πνεῦμα τῶν ἐν Χριστῷ παιδίων ἐν ὑπομονῇ πολιτευομένων καὶ αὕτη ἡ θεία παιδιά. τοιαύτην τινὰ παίζειν παιδιὰν τὸν ἑαυτοῦ Δία Ἡράκλειτος λέγει. τί γὰρ ἄλλο εὐπρεπὲς ἔργον σοφῷ καὶ τελείῳ ἢ παίζειν καὶ συνευφραίνεσθαι τῇ τῶν καλῶν ὑπομονῇ καὶ τῇ διοικήσει τῶν καλῶν, συμπανηγυρίζοντα τῷ θεῷ; ἔστι καὶ ἄλλως ὑπολαβεῖν τὸ ὑπὸ τῆς προφητείας μηνυόμενον χαίροντας ἡμᾶς καὶ γελῶντας ἐπὶ σωτηρίᾳ ὡς τὸν Ἰσαάκ. ἐγέλα δὲ κἀκεῖνος τοῦ θανάτου λελυμένος, παίζων καὶ ἀγαλλιώμενος σὺν τῇ νύμφῃ τῇ εἰς σωτηρίαν ἡμῶν βοηθῷ, τῇ ἐκκλησίᾳ· ᾗ ὑπομονὴ ὄνομα πάγιον τέθειται, ἤτοι ἐπεὶ μόνη αὕτη εἰς τοὺς αἰῶνας μένει χαίρουσα ἀεὶ ἢ ἐξ ὑπομονῆς τῶν πιστευόντων συνέστηκεν, οἵ ἐσμεν μέλη Χριστοῦ· καὶ ἡ τῶν εἰς τέλος ὑπομεινάντων μαρτυρία καὶ ἡ ἐπὶ τούτοις εὐχαριστία, αὕτη [δέ] ἐστιν ἡ μυστικὴ παιδιὰ καὶ ἡ σὺν τῇ σεμνῇ θυμηδίᾳ βοηθοῦσα σωτηρία. ὁ γοῦν βασιλεὺς ὁ Χριστὸς ἄνωθεν ἡμῶν ἐπισκοπεῖ τὸν γέλωτα καὶ »διακύψας τῆς θυρίδος«, ὥς φησιν ἡ γραφή, τὴν εὐχαριστίαν καὶ τὴν εὐλογίαν ἀγαλλίασίν τε καὶ εὐφροσύνην, ἔτι τε ὑπομονὴν συνεργοῦσαν, καὶ τὴν τούτων συμπλοκήν, τὴν ἐκκλησίαν, ἐποπτεύει τὴν ἑαυτοῦ, μόνον ἐπιδεικνὺς τὸ πρόσωπον τὸ αὑτοῦ τὸ λεῖπον τῇ ἐκκλησίᾳ, βασιλείῳ τελειουμένῃ κεφαλῇ. καὶ ποῦ ἄρα ἦν ἡ θυρίς, δι᾿ ἧς ὁ κύριος ἐδείκνυτο; ἡ σάρξ, δι᾿ ἧς πεφανέρωται. αὖθίς ἐστιν ὁ Ἰσαὰκ (καὶ γὰρ ἔστιν ἑτέρως ἐκλαβεῖν) τύπος [ὅς ἐστι] τοῦ κυρίου, παῖς μὲν ὡς υἱός (καὶ γὰρ υἱὸς ἦν Ἀβραὰμ ὡς ὁ Χριστὸς τοῦ θεοῦ) ἱερεῖον δὲ ὡς ὁ κύριος. ἀλλ᾿ οὐ κεκάρπωται ὡς ὁ κύριος, μόνον. ἐβάστασε τὰ ξύλα τῆς ἱερουργίας ὁ Ἰσαάκ, ὡς ὁ κύριος τὸ ξύλον. ἐγέλα δὲ μυστικῶς, ἐμπλῆσαι ἡμᾶς προφητεύων χαρᾶς τὸν κύριον τοὺς αἵματι κυρίου ἐκ φθορᾶς λελυτρωμένους. οὐκ ἔπαθεν δέ, οὐ μόνον εἰκότως ἄρα [ὁ Ἰσαὰκ] τὰ πρωτεῖα τοῦ πάθους παραχωρῶν τῷ λόγῳ, ἀλλὰ καὶ τοῦ κυρίου τὴν θειότητα αἰνίττεται μὴ σφαγείς· ἀνέστη γὰρ μετὰ τὴν κηδείαν ὁ Ἰησοῦς * * μὴ παθών, καθάπερ ἱερουργίας ἀφειμένος ὁ Ἰσαάκ. μέγιστον δὲ εἰς συνηγορίαν καὶ ἄλλο παραθήσομαι τοῦ προκειμένου. τὸν κύριον αὐτὸν ὀνομάζει παιδίον, τοῦτο διὰ Ἡσαΐου θεσπίζον, τὸ πνεῦμα· »ἰδοὺ παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος.« τί οὖν τὸ παιδίον τὸ νήπιον, οὗ κατ᾿ εἰκόνα ἡμεῖς οἱ νήπιοι; διὰ τοῦ αὐτοῦ προφήτου διηγεῖται τὸ μέγεθος αὐτοῦ· »θαυμαστὸς σύμβουλος, θεὸς δυνάστης, πατὴρ αἰώνιος, ἄρχων εἰρήνης τῷ πληθύνειν τὴν παιδείαν· καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι πέρας.« ὢ τοῦ μεγάλου θεοῦ, ὢ τοῦ τελείου παιδίου· υἱὸς ἐν πατρί, καὶ πατὴρ ἐν υἱῷ· καὶ πῶς οὐ τέλειος ἡ παιδεία τοῦ παιδίου ἐκείνου, ἐκείνου, ἣ ἐπὶ πάντας διήκει τοὺς παῖδας ἡμᾶς παιδαγωγοῦσα τοὺς νηπίους αὐτοῦ; οὗτος εἰς ἡμᾶς ἐξεπέτασε τὰς χεῖρας τὰς ἐναργῶς πεπιστευμένας. τούτῳ προσμαρτυρεῖ τῷ παιδίῳ καὶ Ἰωάννης »ὁ μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης«· »ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ.« ἐπεὶ γὰρ ἄρνας ὀνομάζει ἡ γραφὴ τοὺς παῖδας τοὺς νηπίους, τὸν θεὸν τὸν λόγον τὸν δι᾿ ἡμᾶς ἄνθρωπον γενόμενον, κατὰ πάντα ἡμῖν ἀπεικάζεσθαι βουλόμενον, ἀμνὸν κέκληκεν τοῦ θεοῦ, τὸν υἱὸν τοῦ θεοῦ, τὸν νήπιον τοῦ πατρός.

---

Clement of Alexandria, Paedagogus, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg002.local001/.
