Ancient Greek
Book 1
Clement of Alexandria, Paedagogus 1.Ὅτι ἀναλόγως τῇ πατρικῇ διαθέσει κέχρηται ὁ παιδαγωγὸς αὐστηρίᾳ καὶ χρηστότητι..1
Not analysed yet
Τούτων ἤδη προδιηνυσμένων ἑπόμενον ἂν εἴη τὸν παιδαγωγὸν ἡμῶν Ἰησοῦν τὸν βίον ἡμῖν τὸν ἀληθινὸν ὑποτυπώσασθαι καὶ τὸν ἐν Χριστῷ παιδαγωγῆσαι ἄνθρωπον. ἔστι δὲ ὁ χαρακτηρισμὸς οὐ φοβερὸς ἄγαν αὐτοῦ οὐδὲ ἔκλυτος κομιδῇ ὑπὸ χρηστότητος. ἐντέλλεται δὲ ἅμα καὶ χαρακτηρίζει τὰς ἐντολὰς ὡς ἡμᾶς αὐτὰς ἐκτελεῖν δύνασθαι. καί μοι δοκεῖ αὐτὸς οὗτος πλάσαι μὲν τὸν ἄνθρωπον ἐκ χοός, ἀναγεννῆσαι δὲ ὕδατι, αὐξῆσαι δὲ πνεύματι, παιδαγωγῆσαι δὲ ῥήματι, εἰς υἱοθεσίαν καὶ σωτηρίαν ἁγίαις ἐντολαῖς κατευθύνων, ἵνα δὴ τὸν γηγενῆ εἰς ἅγιον καὶ ἐπουράνιον μεταπλάσας ἐκ προσβάσεως ἄνθρωπον, ἐκείνην τὴν θεϊκὴν μάλιστα πληρώσῃ φωνήν· »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν ἡμῶν. «καὶ δὴ γέγονεν ὁ Χριστὸς τοῦτο πλῆρες, ὅπερ εἴρηκεν ὁ θεός, ὁ δὲ ἄλλος ἄνθρωπος κατὰ μόνην νοεῖται τὴν εἰκόνα. ἡμεῖς δέ, ὦ παῖδες ἀγαθοῦ πατρός, ἀγαθοῦ παιδαγωγοῦ θρέμματα, πληρώσωμεν τὸ θέλημα τοῦ πατρός, ἀκούωμεν τοῦ λόγου καὶ τὸν σωτήριον ὄντως ἀναμαξώμεθα τοῦ σωτῆρος ἡμῶν βίον· ἐνθένδε ἤδη τὴν ἐπουράνιον μελετῶντες πολιτείαν, καθ᾿ ἣν ἐκθεούμεθα, τὸ ἀειθαλὲς εὐφροσύνης καὶ ἀκήρατον εὐωδίας ἐπαλειφώμεθα χρῖσμα, ἐναργὲς ὑπόδειγμα ἀφθαρσίας τὴν πολιτείαν ἔχοντες τοῦ κυρίου καὶ τὰ ἴχνη τοῦ θεοῦ διώκοντες· ᾧ μόνῳ προσήκει σκοπεῖν καὶ δὴ μέλει πῶς καὶ τίνα τρόπον ὑγιεινότερος ἂν ὁ τῶν ἀνθρώπων βίος γένοιτο. ἀλλὰ καὶ πρὸς αὐτάρκειαν τοῦ βίου καὶ ἀπεριττότητα ἔτι τε εὔζωνόν τε καὶ εὔλυτον ὁδοιπορικὴν ἑτοιμότητα εἰς ἀιδιότητα εὐζωΐας παρασκευάζει, αὐτὸν αὑτοῦ ἕκαστον ἡμῶν ταμιεῖον εἶναι διδάσκων. »μὴ γὰρ μεριμνᾶτε«, φησί, »περὶ τῆς αὔριον«, χρῆναι λέγων τὸν ἀπογεγραμμένον Χριστῷ αὐτάρκη καὶ αὐτοδιάκονον καὶ προσέτι ἐφήμερον ἐπαναιρεῖσθαι βίον. οὐ γὰρ ἐν πολέμῳ, ἀλλ᾿ ἐν εἰρήνῃ παιδαγωγούμεθα. πολέμῳ μὲν οὖν πολλῆς δεῖ τῆς παρασκευῆς δαψιλείας τε χρῄζει ἡ τρυφή· εἰρήνη δὲ καὶ ἀγάπη, ἀφελεῖς καὶ ἀπράγμονες ἀδελφαί, οὐχ ὅπλων δέονται, οὐ παρασκευῆς ἀσώτου· λόγος ἐστὶν αὐταῖς ἡ τροφή, ὁ τὴν ἐνδεικτικὴν καὶ παιδευτικὴν ἡγεμονίαν κεκληρωμένος λόγος, παρ᾿ οὗ τὸ εὐτελές τε καὶ ἄτυφον καὶ τὸ ὅλον φιλελεύθερον καὶ φιλάνθρωπον φιλόκαλόν τε ἐκμανθάνομεν, ἑνὶ λόγῳ μετ᾿ οἰκειότητος ἀρετῆς ἐξομοιούμενοι τῷ θεῷ. ἀλλ᾿ ἐκπόνει καὶ μὴ ἀπόκαμνε· ἔσῃ γὰρ οἷος οὐκ ἐλπίζεις οὐδ᾿ εἰκάσαι δύναιο ἄν. ὡς δὲ ἔστι τις ἄλλη μὲν φιλοσόφων ἀγωγή, ἄλλη δὲ ῥητόρων, παλαιστῶν δὲ ἄλλη, οὕτως ἐστὶν γενναία διάθεσις φιλοκάλῳ προαιρέσει κατάλληλος ἐκ τῆς Χριστοῦ παιδαγωγίας περιγινομένη, καὶ τὰ τῆς ἐνεργείας πεπαιδευμέναι σεμναὶ διαπρέπουσιν πορεία καὶ κατάκλισις καὶ τροφὴ καὶ ὕπνος καὶ κοίτη καὶ δίαιτα καὶ ἡ λοιπὴ παιδεία· οὐ γὰρ ὑπέρτονος ἡ τοιάδε ἀγωγὴ τοῦ λόγου, ἀλλ᾿ εὔτονος. ταύτῃ οὖν καὶ σωτὴρ ὁ λόγος κέκληται, ὁ τὰ λογικὰ ταῦτα ἐξευρὼν ἀνθρώποις εἰς εὐαισθησίαν καὶ σωτηρίαν φάρμακα, ἐπιτηρῶν μὲν τὴν εὐκαιρίαν, ἐλέγχων δὲ τὴν βλάβην καὶ τὰς αἰτίας τῶν παθῶν διηγούμενος καὶ τὰς ῥίζας τῶν ἀλόγων ἐκκόπτων ἐπιθυμιῶν, παραγγέλλων μὲν ὧν ἀπέχεσθαι δεῖ, τὰς ἀντιδότους δὲ ἁπάσας τῆς σωτηρίας τοῖς νοσοῦσι προσφέρων· τοῦτο γὰρ τὸ μέγιστον καὶ βασιλικώτατον ἔργον τοῦ θεοῦ, σῴζειν τὴν ἀνθρωπότητα. τῷ μὲν οὖν ἰατρῷ οὐδὲν πρὸς ὑγείαν συμβουλεύοντι ἄχθονται οἱ κάμνοντες, τῷ δὲ παιδαγωγῷ τῷ θείῳ πῶς οὐκ ἂν ὁμολογήσαιμεν τὴν μεγίστην χάριν μὴ σιωπῶντι μηδὲ παρενθυμουμένῳ τὰς εἰς ἀπώλειαν φερούσας ἀπειθείας, ἀλλὰ καὶ ταύτας διελέγχοντι καὶ τὰς ὁρμὰς τὰς εἰς αὐτὰς διατεινούσας ἀνακόπτοντι καὶ τὰς καθηκούσας πρὸς τὴν ὀρθὴν πολιτείαν ὑποθημοσύνας ἐκδιδάσκοντι; πλείστην ἄρα ὁμολογητέον χάριν αὐτῷ. τὸ γάρ τοι ζῷον τὸ λογικόν, τὸν ἄνθρωπον λέγω, ἄλλο τι φαμὲν ἢ θεάσασθαι τὸ θεῖον δεῖν; θεάσασθαι δὲ καὶ τὴν ἀνθρωπίνην φύσιν φημὶ χρῆναι ζῆν τε ὡς ὑφηγεῖται ἡ ἀλήθεια, ἀγαμένους ὑπερφυῶς τόν τε παιδαγωγὸν αὐτὸν καὶ τὰς ἐντολὰς αὐτοῦ, ὡς πρέποντα ἀλλήλοις ἐστὶ καὶ ἁρμόττοντα· καθ᾿ ἣν εἰκόνα καὶ ἡμᾶς ἁρμοσαμένους χρὴ σφᾶς αὐτοὺς πρὸς τὸν παιδαγωγόν, σύμφωνον τὸν λόγον ποιησαμένους τοῖς ἔργοις, τῷ ὄντι ζῆν.