Ancient Greek
Book 1
Clement of Alexandria, Paedagogus 1.Ὅτι ὁ αὐτὸς θεὸς διὰ τοῦ αὐτοῦ λόγου καὶ ἀπείργει τῶν ἁμαρτιῶν ἀπειλῶν καὶ σῴζει τὴν ἀνθρωπότητα παρακαλῶν..1
Not analysed yet
Εἰ τοίνυν τὴν περὶ τὸ ἐπιστύφειν τὴν ἀνθρωπότητα οἰκονομίαν, ἀγαθὴν οὖσαν καὶ σωτήριον, ἀναγκαίως ὑπὸ τοῦ λόγου παραλαμβανομένην ἐπεδείξαμεν πρός τε μετάνοιαν καὶ πρὸς τῶν ἁμαρτιῶν τὴν κώλυσιν εὔθετον γενομένην, ἑξῆς ἂν εἴη σκοπεῖν τὸ ἤπιον τοῦ λόγου· δίκαιος γὰρ οὗτος ἀποδέδεικται καὶ τὰς ἰδίας παρατίθεται γνώμας τὰς πρὸς σωτηρίαν παρακλητικάς, δι᾿ ὧν καὶ τὸ καλὸν καὶ τὸ συμφέρον πατρικῷ θελήματι γνωρίζειν ἡμῖν βούλεται. σκόπει δὲ ταῦτα· τὸ μὲν καλὸν τοῦ ἐγκωμιαστικοῦ, τὸ δὲ συμφέρον τοῦ συμβουλευτικοῦ· καὶ γὰρ οὖν τοῦ μὲν συμβουλευτικοῦ σχέσις τὸ προτρεπτικὸν καὶ ἀποτρεπτικόν, τοῦ δὲ ἐγκωμιαστικοῦ τὸ ἐπαινετικόν τε καὶ ψεκτικὸν γίνεται. πῶς γὰρ ἔχουσα ἡ διάνοια ἡ συμβουλευτικὴ προτρεπτικὴ γίνεται καὶ πῶς ἔχουσα ἀποτρεπτική. ὡσαύτως δὲ καὶ τὸ ἐγκωμιαστικὸν πῶς μὲν ἔχον ψεκτικὸν γίνεται, πῶς δὲ ἔχον ἐπαινετικόν· περὶ ἃ καταγίνεται μάλιστα ὁ παιδαγωγὸς ὁ δίκαιος ὁ τοῦ ἡμετέρου συμφέροντος ἐστοχασμένος. ἀλλὰ γὰρ τὸ μὲν ψεκτικὸν καὶ ἀποτρεπτικὸν εἶδος ὑποδέδεικται ἡμῖν ἤδη πρότερον, νῦν δὲ αὖ τὸ προτρεπτικὸν καὶ ἐπαινετικὸν μεταχειριστέον καὶ καθάπερ ἐπὶ ζυγοῦ τὰς ἰσοστασίους ἀντισηκώσωμεν τοῦ δικαίου πλάστιγγας. Τῇ μὲν οὖν ἐπὶ τὰ συμφέροντα προτροπῇ ὁ παιδαγωγὸς διὰ Σολομῶντος ὧδέ πως χρῆται· »ἐγὼ ὑμᾶς, ἄνθρωποι, παρακαλῶ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· ἐπακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ« καὶ τὰ ἑξῆς. συμβουλεύει δὲ τὰ σωτήρια, ὅτι ἡ συμβουλὴ πρὸς αἵρεσίν ἐστι καὶ φυγὴν ἐπιτήδειος, καθάπερ ποιεῖ διὰ τοῦ Δαβὶδ λέγων »μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ᾿ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ. «τῆς δὲ συμβουλίας μέρη τρία, τὸ μὲν ἐκ τῶν παρεληλυθότων χρόνων λαμβάνον τὰ παραδείγματα, οἷον τί ἔπαθον οἱ Ἑβραῖοι τῷ χρυσῷ εἰδωλολατρήσαντες ἐν μόσχῳ, καὶ τί ἔπαθον ἐκπορνεύσαντες καὶ τὰ ὅμοια, τὸ δὲ ἐκ τῶν παρόντων χρόνων κατανοούμενον, οἷον αἰσθητικῶς καταλαμβανόμενον, ὡς ἐκεῖνο εἴρηται πρὸς τοὺς ἐρομένους τὸν κύριον »εἰ αὐτὸς εἶ ὁ Χριστός, ἢ ἄλλον περιμένομεν«· »ἀπέλθετε. καὶ εἴπατε Ἰωάννῃ· τυφλοὶ ἀναβλέπουσιν, κωφοὶ ἀκούουσιν, λεπροὶ καθαρίζονται, ἀνίστανται νεκροί, καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. «τοῦτ᾿ ἄρα ἦν ὃ προφητεύων εἴρηκεν Δαβὶδ »καθὼς ἠκούσαμεν, οὕτως καὶ εἴδομεν«. ἐκ δὲ τῶν μελλόντων τὸ τρίτον συνίσταται μέρος τῆς συμβουλίας, ᾧ τὰ ἀποβησόμενα κελεύει φυλάττεσθαι· καθὸ κἀκεῖνο εἴρηται· »οἱ δὲ ἁμαρτίαις περιπεσόντες βληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων« καὶ τὰ παραπλήσια· ὡς ἐκ τούτων εἶναι συμφανὲς διὰ πάσης θεραπείας χωροῦντα τὸν κύριον εἰς σωτηρίαν ἐκκαλεῖσθαι τὴν ἀνθρωπότητα. τῇ δὲ παραμυθίᾳ παρηγορεῖ τὰ ἁμαρτήματα, μειῶν μὲν τὴν ἐπιθυμίαν, ἅμα δὲ καὶ ἐλπίδα ἐνδιδοὺς εἰς σωτηρίαν. φησὶ γὰρ δι᾿ Ἰεζεκιήλ· »ἐὰν ἐπιστραφῆτε ἐξ ὅλης τῆς καρδίας καὶ εἴπητε· πάτερ, ἀκούσομαι ὑμῶν ὥσπερ λαοῦ ἁγίου. «καὶ πάλιν λέγει· »δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς« καὶ τὰ ἐπὶ τούτοις, ἃ αὐτοπροσωπεῖ ὁ κύριος. σαφέστατα δὲ ἐπὶ τὴν ἀγαθωσύνην καλεῖ διὰ Σολομῶντος λέγων· »μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν, καὶ θνητός, ὃς εὗρεν φρόνησιν. «τὸ γὰρ ἀγαθὸν τῷ ζητοῦντι εὑρίσκεται καὶ ὁρᾶσθαι τῷ εὑρόντι φιλεῖ. ναὶ μὴν καὶ δι᾿ Ἱερεμίου τὴν φρόνησιν ἐξηγεῖται, »μακάριοί ἐσμεν, Ἰσραήλ«, λέγων, »ὅτι τὰ ἀρεστὰ τῷ θεῷ γνωστὰ ἡμῖν ἐστι«, γνωστὰ δὲ διὰ τοῦ λόγου, δι᾿ ὃν μακάριοι καὶ φρόνιμοι. φρόνησις γὰρ ἡ γνῶσις διὰ τοῦ αὐτοῦ προφήτου μηνύεται λέγοντος »ἄκουε, Ἰσραήλ, ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν. «διὰ δὲ Μωσέως ἔτι καὶ προσυπισχνεῖται δωρεὰν διὰ τὴν ὑπάρχουσαν φιλανθρωπίαν τοῖς σπεύδουσιν εἰς σωτηρίαν. φησὶ γάρ· »καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν· «πρὸς δὲ »καὶ εἰσάξω ὑμᾶς εἰς τὸ ὄρος τὸ ἅγιον καὶ εὐφρανῶ ὑμᾶς« διὰ Ἡσαΐου λέγει. Ἔστι δὲ καὶ ἄλλο εἶδος αὐτοῦ παιδαγωγίας, ὁ μακαρισμός· καὶ »μακάριος ἐκεῖνος« διὰ Δαβὶδ λέγει [φησίν] »ὁ μὴ ἁμαρτών, καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται« (ταυτὶ μὲν καὶ πρὸς τὴν ἀνάστασιν ᾐνίξατο) »καὶ πάντα ὅσα ἐὰν ποιήσῃ, κατευοδωθήσεται αὐτῷ. «τοιούτους ἡμᾶς γενέσθαι βούλεται, ἵν᾿ ὦμεν μακάριοι. ἔμπαλιν δὲ τὸ ἀντισηκοῦν τοῦ τῆς δικαιοσύνης ἐνδεικνύμενος ζυγοῦ »[ἀλλ᾿ ἢ] οὐχ οὕτως« φησίν »οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾿ ἢ ὡς ὁ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς«. τὸ ἐπιτίμιον τῶν ἁμαρτωλῶν καὶ τὸ εὐδιαφόρητον αὐτῶν καὶ τὸ ὑπηνέμιον δείξας ὁ παιδαγωγὸς ἀπετρέψατο τῆς αἰτίας διὰ τῆς ἐπιτιμίας, καὶ τὴν κόλασιν ἐπανατεινάμενος τὴν κατ᾿ ἀξίαν, τῆς εὐεργεσίας ἐνεδείξατο τὴν εὐποιίαν, τεχνικώτατα ἐπὶ τὴν χρῆσιν ἡμᾶς καὶ τὴν κτῆσιν τῶν καλῶν διὰ ταύτης καλῶν. ναὶ μὴν καὶ ἐπὶ τὴν γνῶσιν παρακαλεῖ διὰ μὲν τοῦ Ἱερεμίου λέγων· «τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ εἰς τὸν αἰῶνα. «ὑποδεικνύων γὰρ ἐνταῦθα τὸν μισθὸν τῆς γνώσεως εἰς ἔρωτα αὐτῆς τοὺς συνετοὺς ἐκκαλεῖται καὶ τῷ πεπλανημένῳ συγγνώμην νέμων »ἐπίστρεφε γάρ, ἐπίστρεφε, ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ« λέγει. ὁρᾷς τὸ ἀγαθὸν τῆς δικαιοσύνης μετανοεῖν συμβουλευούσης; ἔτι δὲ διὰ Ἱερεμίου φωτίζει τοῖς πλανωμένοις τὴν ἀλήθειαν· »τάδε λέγει κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίας, ποία ἐστὶν ἡ τρίβος ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. «ἄγει δὲ ἐπὶ τὴν μετάνοιαν σωτηρίας χάριν τῆς ἡμῶν. διὰ τοῦτό φησιν· »ἐὰν μετανοήσῃς, περικαθαριεῖ κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρματός σου. «ἐνῆν μὲν οὖν συνηγόρους ἡμῖν τῆς ζητήσεως ταύτης ἐπισπάσασθαι φιλοσόφους, οἵ φασιν ἐπαινετὸν εἶναι μόνον τὸν τέλειον, ψεκτὸν δὲ τὸν φαῦλον τυγχάνειν. ἀλλ᾿ ἐπεὶ συκοφαντοῦσί τινες τὸ μακάριον, ὡς πράγματ᾿ οὐκ ἔχον οὔτε αὐτὸ οὔτε ἄλλῳ τῳ παρεχόμενον, τὴν φιλανθρωπίαν ἀσυνετοῦντες αὐτοῦ, διὰ τούτους δὴ καὶ τοὺς ἔτι τὸ δίκαιον οὐ προσάπτοντας τῷ ἀγαθῷ, ὅδε ὁ λόγος ἡμῖν παρῃτήθη. ἑπόμενον γὰρ ἦν φάσκειν ἡμᾶς τὸ ἐπιπληκτικὸν καὶ ψεκτικὸν εἶδος τῆς παιδαγωγίας ἁρμόδιον εἶναι τοῖς ἀνθρώποις, ἐπεὶ πάντας ἀνθρώπους φαύλους λέγουσι· σοφὸς δὲ ὁ θεὸς μόνος, ἀφ᾿ οὗ ἡ σοφία, καὶ τέλειος μόνος, διὰ τοῦτο καὶ μόνος ἐπαινετός. ἀλλὰ οὐ συγχρῶμαι τῷ λόγῳ τῷδε, φημὶ δ᾿ οὖν ἔπαινον ἢ ψόγον ἢ ἐπαίνῳ τι ἐοικὸς καὶ ψόγῳ μάλιστα πάντων τοῖς ἀνθρώποις ἀναγκαιότατα φάρμακα. οἱ μὲν οὖν δυσίατοι, καθάπερ ὁ σίδηρος πρὸς τοῦ πυρὸς καὶ σφύρας καὶ ἄκμονος, τουτέστιν ἀπειλῆς, ἐλέγχου, ἐπιτιμήσεως ἐλαύνονται, οἱ δὲ αὐτῇ προσέχοντες τῇ πίστει οἷον αὐτοδίδακτοι καὶ προαιρετικοὶ αὔξονται τῷ ἐπαίνῳ· ἀρετὰ γὰρ ἐπαινεομένα δένδρον ὣς ἀέξεται. καί μοι δοκεῖν συνεὶς τοῦτο ὁ Σάμιος παραγγέλλει Πυθαγόρας· δειλὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου. τὸ δὲ ἐπιπλήσσειν καὶ νουθετεῖν καλεῖται, τὸ δὲ ἐτυμολογεῖται, ἡ νουθέτησις, νοῦ ἐνθεματισμός, ὡς εἶναι τὸ ἐπιπληκτικὸν εἶδος νοῦ περιποιητικόν. ἀλλὰ γὰρ μυρίαι ὅσαι προσεξεύρηνται παραγγελίαι εἰς κτῆσιν ἀγαθῶν καὶ φυγὴν κακῶν· »τοῖς γὰρ ἀσεβέσιν οὐκ ἔστιν εἰρήνη, λέγει κύριος. «διὰ τοῦτο φυλάττεσθαι τοῖς νηπίοις διὰ Σολομῶντος παραγγέλλει· »υἱέ, μὴ πλανήσωσί σε ἁμαρτωλοί, μηδὲ πορευθῇς μετ᾿ αὐτῶν ὁδούς, μηδὲ πορευθῇς, ἐὰν παρακαλέσωσίν σε λέγοντες· ἐλθὲ μεθ᾿ ἡμῶν, κοινώνησον αἵματος ἀθῴου, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, ἀφανίσωμεν αὐτὸν ὥσπερ Ἅιδης ζῶντα. «τοῦτο μὲν οὖν καὶ περὶ τοῦ κυριακοῦ προφητεύεται πάθους· ὑποτίθεται δὲ καὶ δι᾿ Ἰεζεκιὴλ ἡ ζωὴ τὰς ἐντολάς· »ἡ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται. ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν τὴν δικαιοσύνην, οὐκ ἐπὶ τῶν ὀρέων φάγεται, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο ἐπὶ τὰ ἐνθυμήματα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐκ ἐγγιεῖ, καὶ ἄνθρωπον οὐ καταδυναστεύσει, καὶ ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπάσει, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει καὶ πλεόνασμα οὐ λήψεται, καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, καὶ κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ, ἐν τοῖς προστάγμασί μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει κύριος. «ταῦτα ὑποτύπωσιν Χριστιανῶν περιέχει πολιτείας καὶ προτροπὴν ἀξιόλογον εἰς μακάριον βίον, γέρας εὐζωΐας, ζωὴν αἰώνιον.