# Paedagogus 2.Εἰ μύροις καὶ στεφάνοις χρηστέον..1

Clement of Alexandria, Paedagogus, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/paedagogus/2.%CE%95%E1%BC%B0%20%CE%BC%CF%8D%CF%81%CE%BF%CE%B9%CF%82%20%CE%BA%CE%B1%E1%BD%B6%20%CF%83%CF%84%CE%B5%CF%86%CE%AC%CE%BD%CE%BF%CE%B9%CF%82%20%CF%87%CF%81%CE%B7%CF%83%CF%84%CE%AD%CE%BF%CE%BD..1

Στεφάνων δὲ ἡμῖν καὶ μύρων χρῆσις οὐκ ἀναγκαία. ἐξοκέλλει γὰρ εἰς ἡδονὰς καὶ ῥᾳθυμίας, μάλιστα γειτνιώσης τῆς νυκτός. οἶδ᾿ ὅτι »ἀλάβαστρον μύρου« παρὰ τὸ δεῖπνον τὸ ἅγιον κομίσασα ἡ γυνὴ τοὺς πόδας ἤλειφεν τοῦ κυρίου καὶ ἧσεν αὐτόν. οἶδα δὲ καὶ χρυσῷ καὶ λίθῳ τιμίῳ τοὺς παλαιοὺς τῶν Ἑβραίων ἀναδουμένους βασιλεῖς. Ἀλλ᾿ ἡ μὲν γυνὴ μηδέπω τοῦ λόγου μεταλαβοῦσα (ἔτι γὰρ ἦν ἁμαρτωλός), ὅπερ ἡγεῖτο τὸ κάλλιστον εἶναι παρ᾿ αὐτῇ, τὸ μύρον, τούτῳ τετίμηκε τὸν δεσπότην· ἀμέλει καὶ τῷ κόσμῳ τοῦ σώματος, ταῖς θριξὶ ταῖς ἑαυτῆς, ἀπεψᾶτο τὸ περιττὸν τοῦ μύρου, ἐπισπένδουσα τῷ κυρίῳ μετανοίας δάκρυα. διὰ τοῦτο »ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι«. δύναται δὲ τοῦτο σύμβολον εἶναι τῆς διδασκαλίας τῆς κυριακῆς καὶ τοῦ πάθους αὐτοῦ· μύρῳ γὰρ εὐώδει ἀλειφόμενοι οἱ πόδες θεϊκὴν αἰνίττονται διδασκαλίαν ἐπὶ τὰ πέρατα τῆς γῆς μετ᾿ εὐκλείας ὁδεύουσαν· »ἐξῆλθεν γὰρ ὁ φθόγγος αὐτῶν ἐπὶ τὰ πέρατα τῆς γῆς.« καὶ εἰ μὴ φορτικὸς εἶναι δοκῶ, οἱ πόδες οἱ τοῦ κυρίου οἱ μεμυρισμένοι ἀπόστολοί εἰσιν προφητείᾳ τῆς εὐωδίας τοῦ χρίσματος ἁγίου μεταλαβόντες πνεύματος. οἱ γοῦν περινοστήσαντες τὴν οἰκουμένην ἀπόστολοι καὶ τὸ εὐαγγέλιον κηρύξαντες πόδες ἀλληγοροῦνται κυρίου, περὶ ὧν καὶ διὰ τοῦ ψαλμῳδοῦ προθεσπίζει τὸ πνεῦμα· »προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ«, τοῦτ᾿ ἔστιν, οὗ ἔφθασαν οἱ πόδες αὐτοῦ οἱ ἀπόστολοι, δι᾿ ὧν κηρυσσόμενος ἐπὶ τὰ πέρατα ἧκεν τῆς γῆς. δάκρυα δὲ ἡ μετάνοιά ἐστι, καὶ λελυμέναι τρίχες φιλοκοσμίας ἐκήρυσσον ἀπαλλαγὴν καὶ τὴν μετὰ τοῦ κηρύγματος διὰ τὸν κύριον θλίψιν ἐν ὑπομοναῖς, τῆς παλαιᾶς ἐκείνης διὰ τὴν πίστιν τὴν νέαν λελυμένης κενοδοξίας. ἀλλὰ καὶ πάθος ἐμφαίνει δεσποτικὸν μυστικῶς ταύτῃ νοοῦσι· τὸ ἔλαιον αὐτός ἐστιν ὁ κύριος, ἀφ᾿ οὗ τὸ ἔλεος τὸ ἐφ᾿ ἡμᾶς· τὸ δὲ μύρον, δεδολωμένον ἔλαιον, ἐστὶν ὁ Ἰούδας ὁ προδότης, ᾧ τοὺς πόδας ἐχρίσθη κύριος τῆς ἐν κόσμῳ ἀναστροφῆς ἀπαλλαττόμενος· μυρίζονται γὰρ οἱ νεκροί· δάκρυα δέ ἐσμεν οἱ ἁμαρτωλοὶ μετανενοηκότες, οἱ εἰς αὐτὸν πεπιστευκότες, οἷς ἀφῆκεν τὰς ἁμαρτίας, καὶ αἱ τρίχες αἱ λελυμέναι πενθοῦσα Ἱερουσαλὴμ ἡ καταλελειμμένη, δι᾿ ἣν οἱ θρῆνοι οἱ προφητικοί. διδάξει δὲ ἡμᾶς αὐτὸς ὁ κύριος, ὅτι δεδολωμένος ὁ Ἰούδας ἐστίν, »ὃς ἂν ἐμβάψηται μετ᾿ ἐμοῦ« λέγων »εἰς τὸ τρύβλιον, οὗτός με παραδώσει«. ὁρᾷς τὸν συμπότην τὸν δόλιον; καὶ αὐτὸς οὗτος ὁ Ἰούδας φιλήματι προὔδωκε τὸν διδάσκαλον· γέγονεν ὁ αὐτὸς ὑποκριτὴς καὶ φίλημα δεδολωμένον ἔχων, ἄλλον παλαιὸν μιμούμενος ὑποκριτήν, καὶ τὸν λαὸν ἐλέγχων ἐκεῖνον· »ὁ λαὸς οὗτος τοῖς χείλεσι φιλοῦσί με, ἡ δὲ καρδία αὐτῶν πορρωτέρω ἐστὶν ἀπ᾿ ἐμοῦ.« οὐκ ἀπεικὸς οὖν αὐτὸν καταμηνύειν ἔλαιον μὲν ὡς μαθητὴν ἠλεημένον, δολερὸν δὲ ὡς προδότην ἔλαιον πεφαρμαγμένον. τοῦτο ἄρα ἦν ὃ προεφήτευον οἱ μυριζόμενοι πόδες, τὴν Ἰούδα προδοσίαν εἰς πάθος ὁδεύοντος κυρίου. καὶ αὐτὸς ὁ σωτὴρ ἀπονίπτων τοὺς πόδας τῶν μαθητῶν εἰς τὰς καλὰς πράξεις ἀποστέλλων αὐτούς, τὴν ὁδοιπορίαν αὐτῶν τὴν εἰς τὰς εὐεργεσίας τῶν ἐθνῶν ᾐνίξατο εὐπρεπῆ καὶ καθαρὰν προπαρασκευάσας τῇ ἰδίᾳ δυνάμει. ὤζεσέ τε ἐν τούτοις τὸ μύρον καὶ τὸ ἐπὶ πάντας φθάνον τῆς εὐωδίας ἔργον πεφήμισται· καὶ γὰρ πεπλήρωκεν τὸ πάθος τοῦ κυρίου ἡμᾶς μὲν εὐωδίας, Ἑβραίους δὲ ἁμαρτίας. σαφέστατα τοῦτο ἀπέδειξεν ὁ ἀπόστολος εἰπών· »τῷ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾿ ἡμῶν ἐν παντὶ τόπῳ· ὅτι κυρίου εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν γὰρ ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν.« Βασιλεῖς δὲ οἱ Ἰουδαίων χρυσῷ καὶ λίθοις τιμίοις συνθέτῳ καὶ ποικίλῳ χρώμενοι στεφάνῳ, οἱ χριστοί, τὸν Χριστὸν ἐπὶ τῆς κεφαλῆς συμβολικῶς ἐπιφερόμενοι λελήθεσαν κεφαλῇ κοσμούμενοι κυρίου. λίθος γέ τοι τίμιος ἢ μαργαρίτης ἢ σμάραγδος αὐτὸν αἰνίττεται τὸν λόγον, χρυσὸς δὲ αὐτὸς πάλιν ὁ ἀδιάφθορος λόγος, ὁ τὸν ἰὸν τῆς φθορᾶς οὐκ ἐπιδεχόμενος. χρυσὸν αὐτῷ γεννηθέντι βασιλείας σύμβολον προσεκόμισαν οἱ μάγοι. μένει δὲ ἀθάνατος ὁ στέφανος οὗτος κατ᾿ εἰκόνα τοῦ κυρίου· οὐ γὰρ μαραίνεται ὡς ἄνθος. Οἶδα καὶ τὰ Ἀριστίππου τοῦ Κυρηναίου. ἁβροδίαιτος ἦν ὁ Ἀρίστιππος· σοφιστικὸν οὗτος ἐρωτᾷ τινα τοιοῦτον λόγον· ἵππος μύρῳ χριόμενος εἰς τὴν ἵππου ἀρετὴν οὐ βλάπτεται οὐδὲ κύων μυρισθεὶς εἰς τὴν κυνὸς ἀρετήν· οὐδὲ ἄνθρωπος ἄρα, ἐπήγαγεν καὶ συνήγαγεν. ἀλλ᾿ ἵππῳ μὲν καὶ κυνὶ οὐδὲ εἷς λόγος τοῦ μύρου, οἷς δὲ ἡ αἴσθησις λογικωτέρα, τούτοις ἡ ἀπόλαυσις ἐπιψογωτέρα κορασιώδεις ὀδμὰς ἐπιφερομένοις. τούτων δὲ τῶν μύρων ἄπειροι διαφοραί, βρένθιον καὶ μετάλλιον καὶ βασίλειον πλαγγόνιόν τε καὶ ψάγδας Αἰγύπτιος. Σιμωνίδης δὲ ἐν τοῖς ἰάμβοις οὐκ αἰδεῖται λέγων· κἀλειφόμην μύροισι καὶ θυμιάμασιν καὶ βακκάρι· καὶ γάρ τις ἔμπορος παρῆν. ἐπιτηδεύουσι δὲ καὶ τὸ ἀπὸ κρίνων μύρον καὶ τὸ ἀπὸ τῆς κύπρου, καὶ ἡ νάρδος εὐδοκιμεῖ παρ᾿ αὐτοῖς καὶ τὸ ἀπὸ τῶν ῥόδων ἄλειμμα καὶ τὰ ἄλλα, οἷς ἔτι χρῶνται γυναῖκες, ὑγρά τε καὶ ξηρὰ καὶ τὰ ἐπίπαστα καὶ ὑποθυμιώμενα μύρα· ἐπινοεῖται γὰρ αὐτοῖς ὁσημέραι πρὸς τὸ ἄπληστον τῆς ἐπιθυμίας τὸ ἀκόρεστον τῆς εὐωδίας· διὸ καὶ πολλῆς τινος ἀπειροκαλίας ἀποπνέουσιν. αἳ δὲ καὶ τὰς ἐσθῆτας καὶ τὰς στρωμνὰς καὶ τοὺς οἴκους ὑποθυμιῶσί τε καὶ καταρραίνουσιν, μονονουχὶ δὲ καὶ τὰς ἀμίδας ὄζειν ἀναγκάζει τοῦ μύρου ἡ τρυφή. εὖ μοι δοκοῦσι σχετλιάσαντες τῇ περὶ τοῦτο σπουδῇ τοσοῦτο τοῖς μύροις ἀποδιακεῖσθαί τινες τὴν ἀνδρωνῖτιν ἐκθηλύνουσιν, ὡς καὶ τοὺς τεχνίτας αὐτῶν, τοὺς μυρεψούς, τῶν εὐνομουμένων ἀπελαύνειν πόλεων καὶ τῶν ἀνθεινῶν ἐρίων τοὺς βαφεῖς ἀπελαύνειν καὶ αὐτούς· οὐ γὰρ θέμις δολερὰ εἵματα καὶ χρίσματα εἰς τὴν ἀληθείας παρεισιέναι πόλιν. χρὴ δὲ καὶ μάλα τοὺς μὲν ἄνδρας τοὺς παρ᾿ ἡμῖν μὴ μύρων, ἀλλὰ καλοκαγαθίας ὄζειν, γυνὴ δὲ ἀποπνείτω Χριστοῦ, τοῦ ἀλείμματος τοῦ βασιλικοῦ, μὴ διαπασμάτων καὶ μύρων, ἀεὶ δὲ τῷ σωφροσύνης ἀμβροσίῳ χρίσματι συναλειφέσθω, ἁγίῳ τερπομένη μύρῳ τῷ πνεύματι. τοῦτο σκευάζει Χριστὸς ἀνθρώποις γνωρίμοις, εὐωδίας ἄλειμμα, ἐκ τῶν οὐρανίων συντιθεὶς ἀρωμάτων τὸ μύρον. τούτῳ καὶ αὐτὸς ὁ κύριος συναλείφεται τῷ μύρῳ, ὡς διὰ Δαβὶδ μεμήνυται· »διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου.« Ἀλλὰ γὰρ μὴ λάθωμεν ὥσπερ οἱ γῦπες τὰ μύρα βδελυττόμενοι ἢ οἱ κάνθαροι (τούτους γὰρ ῥοδίνῳ χρισθέντας μύρῳ τελευτᾶν λέγουσιν), καὶ τούτων ἐγκριτέον ὀλίγα τινὰ τῶν μύρων ταῖς γυναιξίν, ὅσα μὴ καρῶσι τὸν ἄνδρα· αἱ γὰρ ὑπέρμετροι χρίσεις τῶν μύρων κηδείας, οὐ συμβιώσεως ἀποπνέουσιν. καίτοι καὶ τὸ ἔλαιον αὐτὸ ταῖς μελίτταις καὶ τοῖς ἐντόμοις ἐστὶ πολέμιον ζῴοις, ἀνθρώπων δὲ τοὺς μὲν ὤνησεν, ἔστιν δὲ οὓς εἰς μάχην ἐξεκαλέσατο, καὶ τοὺς πρότερον δειλοὺς ἀληλιμμένους τοῦτο ἐν τοῖς σταδίοις ἐκτρέπει εἰς τὸ τῆς ἀγωνίας πάμμαχον. μαλθακὸν δὲ ἔλαιον τὸ μύρον ὂν οὐκ οἴεσθε τὰ ἤθη τὰ γεννικὰ ἐκθηλύνειν δύνασθαι; μάλιστα. ὥσπερ δὲ τὴν τρυφὴν καὶ τῆς γεύσεως ἀποκεκλείκαμεν, οὕτως ἀμέλει καὶ τῶν ὄψεων καὶ τῶν ὀσφρήσεων τὴν ἡδυπάθειαν ἐξορίζομεν, μὴ λάθωμεν ἣν ἐφυγαδεύσαμεν ἀκολασίαν, κάθοδον αὐτῇ διδόντες εἰς ψυχὴν διὰ τῶν αἰσθήσεων, οἱονεὶ διὰ θυρῶν ἀφρουρήτων. εἰ γοῦν τῆς εὐωδίας τὸ θυμίαμα τὸν μέγαν ἀρχιερέα, τὸν κύριον, ἀναφέρειν λέγοιεν τῷ θεῷ, μὴ θυσίαν ταύτην καὶ εὐωδίαν θυμιάματος νοούντων, ἀλλὰ γὰρ τὸ τῆς ἀγάπης δεκτὸν ἀναφέρειν τὸν κύριον, τὴν πνευματικὴν εὐωδίαν, εἰς τὸ θυσιαστήριον παραδεχέσθων. αὔταρκες μὲν οὖν τὸ ἔλαιον αὐτὸ λιπᾶναί τε τὴν ἐπιφάνειαν καὶ ἀνεῖναι τὸ νευρῶδες καί τινα τοῦ σώματος ὀσμὴν ἀναστεῖλαι βαρυτέραν, [εἰ] καὶ πρὸς τοῦτο τοῦ ἐλαίου δεοίμεθα ἄν· ἡ δὲ ἐπιτήδευσις τῆς εὐωδίας δέλεάρ ἐστι ῥᾳθυμίας, πόρρωθεν εἰς λίχνον ἐπιθυμίαν ἐπισπωμένης. πάντοθεν γὰρ ἀγώγιμος ὁ ἀκόλαστος καὶ ἀπὸ ἐδωδῆς καὶ ἀπὸ στρωμνῆς καὶ ἀπὸ συναναστροφῆς καὶ ἐκ τῶν ὀφθαλμῶν καὶ ἐκ τῶν ὤτων καὶ ἐκ τῶν γνάθων, ἀλλὰ καὶ ἐκ τῶν μυκτήρων. καθάπερ οἱ βόες τοῖς κρίκοις καὶ τοῖς σχοίνοις, οὕτω δὲ καὶ ὁ ἀκόλαστος θυμιάμασι καὶ μύροις καὶ ταῖς ἀπὸ τῶν στεφάνων εὐωδίαις περιέλκεται. ἐπεὶ δὲ οὐδεμίαν χώραν ἀπονέμομεν ἡδονῇ πρὸς οὐδεμίαν συμπεπλεγμένῃ λυσιτελῆ τῷ βίῳ χρείαν, φέρε κἀνταῦθα διαστειλώμεθα, τὸ χρειῶδες αἱρούμενοι. εἰσὶ γάρ τινες εὐωδίαι οὐ καρωτικαὶ οὐδὲ ἐρωτικαί, οὔκουν συμπλοκῆς καὶ τῆς ἀκολάστου ἑταιρείας ἀποπνέουσαι, ὑγειναὶ δὲ μετὰ σωφροσύνης καὶ τὸν μὲν ἐγκέφαλον ὑποτρέφουσαι, ὁπηνίκα ἂν καχεκτῇ, ῥωννύουσαι δὲ καὶ τὸν στόμαχον. [πολλοῦ τοίνυν δεῖ τοῖς ἄνθεσιν ἐπιψύχειν αὐτόν, ὁπότε ἀλεαίνεσθαι ἐθέλει τὸ νευρῶδες·] οὐ γὰρ κατὰ πάντα ἀποσκορακιστέον τὴν χρῆσιν αὐτῶν, ἀλλ᾿ ὥσπερ φαρμάκῳ καὶ βοηθήματι χρηστέον τῷ μύρῳ πρός τε τὸ ἐπεγεῖραι τὴν ἀπαυδῶσαν δύναμιν καὶ πρὸς τοὺς κατάρρους καὶ πρὸς τὰς καταψύξεις δυσαρέστησίν τε, καθὰ καὶ ὁ κωμικός φησί που· μύροις ὑπαλείφεται τὰς ῥῖνας· ὑγιείας μέρος μέγιστον ὀδμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν· καὶ ἡ τῶν ποδῶν διὰ τοῦ λίπους τῶν ἀναθερμαινόντων ἢ ἐμψυχόντων μύρων ἀνάτριψις ὠφελείας ἕνεκεν ἐπιτηδεύεται, ὡς δὴ ἀπὸ τῆς κεφαλῆς τοῖς πεπληρωμένοις ὁλκήν τινα καὶ ὑποχώρησιν ἐπὶ τὰ μὴ κύρια τῶν μερῶν γίνεσθαι. ἡδονὴ δέ, ᾗ μὴ πρόσεστι τὸ χρειῶδες, ἤθους ἐστὶν ἑταιρικοῦ διαβολὴ καὶ φάρμακον ἐρεθισμῶν. διαφέρει δὲ ὅλως τὸ μυραλοιφεῖν τοῦ μύρῳ χρίεσθαι· τὸ μὲν γὰρ θηλυδριῶδες, τὸ δὲ χρίεσθαι τῷ μύρῳ καὶ λυσιτελεῖ ἔσθ᾿ ὅτε. Ἀρίστιππος γοῦν ὁ φιλόσοφος χρισάμενος μύρῳ κακοὺς κακῶς ἀπολωλέναι χρῆναι τοὺς κιναίδους ἔφασκεν τοῦ μύρου τὴν ὠφέλειαν εἰς λοιδορίαν διαβεβληκότας. »τίμα δὲ ἰατρὸν πρὸς χρείαν αὐτοῦ«, φησὶν ἡ γραφή· »καὶ γὰρ αὐτὸν ἔκτισεν ὁ ὕψιστος, παρὰ δὲ κυρίου ἐστὶν ἴασις.« εἶτα ἐπάγει· »καὶ μυρεψὸς ποιήσει μίγμα«, ὡς εἰς ὠφέλειαν δηλονότι, οὐκ εἰς ἡδυπάθειαν δεδομένων τῶν μύρων. οὐ γὰρ περὶ τὸ ἐρεθιστικὸν τῶν μύρων σπουδαστέον οὐδαμῶς, ἀλλὰ τὸ ὠφέλιμον ἐκλεκτέον, ὅπου γε καὶ τοῦ ἐλαίου τὴν γένεσιν ἀνῆκεν ὁ θεὸς ἀνθρώποις εἰς πόνων ἀρωγήν. αἱ δὲ ἀφραίνουσαι γυναῖκες βάπτουσαι μὲν τὰς πολιάς, μυρίζουσαι δὲ τὰς τρίχας πολιώτεραι θᾶττον γίνονται διὰ τὰ ἀρώματα ξηραντικὰ ὄντα. διὸ καὶ αὐχμηρότεροι φαίνονται οἱ μυριζόμενοι· ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ (εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτε ἔνδεια θερμοῦ), τῆς ξηρότητος τὴν οἰκείαν τῆς τριχὸς ἐκπινούσης τροφὴν τὴν ὑγρὰν καὶ πολιοὺς ἀποτελούσης. πῶς οὖν εἰκότως ἔτι ἀγαπῷεν ἂν τὰ μύρα, δι᾿ ἃ αἱ πολιαί, οἱ φεύγοντες πολιάς; καθάπερ δὲ οἱ κύνες ῥινηλατοῦντες ἐκ τῆς ὀδμῆς ἀνιχνεύουσι τὰ θηρία, οὕτως ἐκ τῆς περιέργου τῶν μύρων εὐωδίας θηρῶσιν· οἱ σώφρονες τοὺς ἀσελγεῖς. Τοιαύτη δὲ καὶ τῶν στεφάνων ἡ χρῆσις, κωμαστικὴ καὶ πάροινος· ἄπερρε· μή μοι στέφανον ἀμφιθῇς κάρᾳ. ἦρος μὲν γὰρ ὥρᾳ λειμῶσιν ἐνδρόσοις καὶ μαλακοῖς, ποικίλοις χλοάζουσιν ἄνθεσιν, ἐνδιαιτᾶσθαι καλόν, αὐτοφυεῖ καὶ εἰλικρινεῖ τινι εὐωδίᾳ καθάπερ τὰς μελίττας τρεφομένους· τὸ δὲ πλεκτὸν στέφανον ἐξ ἀκηράτου λειμῶνος κοσμήσαντας οἴκοι περιφέρειν οὐ σωφρόνων· οὐ γὰρ ἁρμόδιον ῥόδων κάλυξιν ἢ ἴοις ἢ κρίνοις ἢ ἄλλοις τισὶ τοιούτοις ἄνθεσι χαίτην πυκάζεσθαι κωμαστικήν, διανθιζομένους τὴν χλόην. ἐμψύχει γὰρ χαίτην ἄλλως ὁ στέφανος περικείμενος καὶ δι᾿ ὑγρότητά [τε] καὶ διὰ ψυχρότητα. ταύτῃ καὶ οἱ ἰατροὶ ψυχρὸν εἶναι φυσιολογοῦντες τὸν ἐγκέφαλον μύρῳ χρίεσθαι ἀξιοῦσι τὰ στήθη καὶ μυκτῆρας ἄκρους, ὡς δυνηθῆναι τὴν πυρώδη ἀναθυμίασιν ἡσυχῇ διοδεύουσαν εὐρώστως ἀναθάλπειν τὴν ψυχρότητα. πολλοῦ τοίνυν δεῖ τοῖς ἄνθεσιν ἐπιψύχειν αὐτόν, ὁπότε ἀλεαίνεσθαι ἐθέλει τὸ νευρῶδες. ναὶ μὴν καὶ τὸ τερπνὸν τῆς ἀνθήσεως οἱ καταστεφθέντες ἀπολλύουσιν. οὔτε γὰρ ἀπολαύουσι τῆς ὄψεως οἱ ἀναδούμενοι τὸν στέφανον ὑπὲρ τὰς ὄψεις οὐδὲ μὴν τῆς εὐωδίας οἱ ἀπελαύνοντες ὑπὲρ τὰς ἀναπνοὰς τὰ ἄνθη· ἀναδιδούσης γὰρ ἄνω καὶ ἀναθυμιωμένης κατὰ φύσιν τῆς εὐωδίας ὑπὲρ τὴν κεφαλὴν ἔρημος τῆς ἀπολαύσεως ἡ ἀναπνοὴ καταλείπεται, ἀφαρπαζομένης τῆς εὐωδίας. ὥσπερ οὖν τὸ κάλλος, οὕτως καὶ τὸ ἄνθος τέρπει βλεπόμενον, καὶ χρὴ δι᾿ ὄψεως ἀπολαύοντας τῶν καλῶν δοξάζειν τὸν δημιουργόν. ἡ χρῆσις δὲ αὐτῶν ἐπιβλαβής, καὶ θᾶττον παρέρχεται μετανοίᾳ τιμωρουμένη. αὐτίκα δὴ μάλα καὶ διελέγχεται τὸ ἐφήμερον αὐτῶν· ἄμφω γὰρ μαραίνεσθον, καὶ τὸ ἄνθος καὶ τὸ κάλλος. ἀλλὰ καὶ τοὺς θιγγάνοντας αὐτοῖν τὸ μὲν ἐνέψυξεν, τὸ δὲ ἐξέκαυσεν. ἑνὶ δὲ λόγῳ ἡ παρὰ τὴν ὄψιν ἀπόλαυσις αὐτοῖν ὕβρις ἐστίν, οὐ τρυφή· τρυφᾶν δὲ ἡμῖν, ὡς ἐν παραδείσῳ, προσῆκεν σωφρόνως τῷ ὄντι παρεπομένοις τῇ γραφῇ. στέφανον μὲν γυναικὸς τὸν ἄνδρα ὑποληπτέον, ἀνδρὸς δὲ τὸν γάμον, ἄνθη δὲ τοῦ γάμου τὰ τέκνα ἀμφοῖν, ἃ δὴ τῶν σαρκικῶν λειμώνων ὁ θεῖος δρέπεται γεωργός. »στέφανος δὲ γερόντων τέκνα τέκνων, δόξα δὲ παισὶν οἱ πατέρες«, φησίν· ἡμῖν δὲ δόξα ὁ πατὴρ τῶν ὅλων, καὶ τῆς συμπάσης ἐκκλησίας στέφανος ὁ Χριστός. Καθάπερ δὲ αἱ ῥίζαι καὶ αἱ βοτάναι, οὕτως δὲ καὶ τὰ ἄνθη ἰδίας ἔχει ποιότητας καὶ τὰς μὲν ἐπωφελεῖς, τὰς δὲ ἐπιβλαβεῖς, ἔστι δὲ ἃς καὶ ἐπισφαλεῖς. ὁ γοῦν κιττὸς ἐμψύχει, ἡ δὲ καρύα πνεῦμα ἀφίησιν καρωτικόν, ὡς ἐμφαίνει καὶ τοὔνομα ἐτυμολογούμενον. νάρκισσος δὲ βαρύοδμόν ἐστιν ἄνθος, ἐλέγχει δὲ αὐτὸ ἡ προσηγορία νάρκαν ἐμποιοῦν τοῖς νεύροις. αἱ δὲ τῶν ῥόδων καὶ τῶν ἴων ἀποφοραὶ ἡσυχῇ οὖσαι ψυχραὶ συστέλλουσι καὶ ἐπιστύφουσι τὰς καρηβαρίας· ἡμῖν δὲ οὐχ ὁπωστιοῦν συμμεθύειν, ἀλλ᾿ οὐδὲ οἰνοῦσθαι ἐπιτέτραπται. ναὶ μὴν ὁ κρόκος καὶ τῆς κύπρου τὸ ἄνθος εἰς ὕπνον ἄλυπον ὑπάγετον. πολλὰ δὲ αὐτῶν φύσει ψυχρὸν ὄντα τὸν ἐγκέφαλον ἀναθάλπει ταῖς ἀποφοραῖς λεπτύνοντα τῆς κεφαλῆς τὰ περιττεύματα. ἐντεῦθεν καὶ τὸ ῥόδον ἐπωνόμασται, φασίν, ὅτι πάμπολυ τῆς ὀδωδῆς ἀφίησι ῥεῦμα· διὸ καὶ θᾶττον μαραίνεται. Ἀλλ᾿ οὐδὲ παρὰ τοῖς ἀρχαίοις τῶν Ἑλλήνων ἡ χρῆσίς πω τῶν στεφάνων ἦν. οὔτε γὰρ οἱ μνήστορες οὔθ᾿ οἱ ἁβροδίαιτοι κέχρηνται Φαίακες αὐτοῖς. ἐν δὲ τοῖς ἀγῶσι πρῶτον ἡ τῶν ἄθλων δόσις ἦν, δεύτερον δὲ ὁ περιαγερμός, τρίτον ἡ φυλλοβολία, τελευταῖον ὁ στέφανος, ἐπίδοσιν λαβούσης εἰς τρυφὴν τῆς Ἑλλάδος μετὰ τὰ Μηδικά. εἴργονται τοίνυν στεφάνων οἱ τῷ λόγῳ παιδαγωγούμενοι, οὐκ ἐπεὶ καταδεῖν δοκοῦσιν τὸν λόγον ἐν ἐγκεφάλῳ τοῦτον ἱδρυμένον, οὐδ᾿ ὅτι κωμαστικῆς ἀγερωχίας σύμβολον ὁ στέφανος εἴη ἄν, ἀλλὰ γὰρ ὅτι τοῖς εἰδώλοις κατωνόμασται. ὁ γοῦν Σοφοκλῆς τὸν νάρκισσον »ἀρχαῖον μεγάλων θεῶν στεφάνωμα« προσεῖπε, τῶν χθονίων λέγων· ῥόδῳ δὲ τὰς Μούσας Σαπφὼ καταστέφει· οὐ γὰρ † ἀπ᾿ ἀρχῆς ῥόδων τῶν ἐκ Πιερίας· κρίνῳ δὲ ἥδεσθαι τὴν Ἥραν φασὶν καὶ τὴν Ἄρτεμιν μυρρίνῃ. εἰ γὰρ καὶ τὰ μάλιστα μὲν δι᾿ ἄνθρωπον γέγονε τὰ ἄνθη, ταῦτα δὲ οἱ ἀνόητοι λαβόντες οὐκ εἰς τὴν ἰδίαν εὐχάριστον χρῆσιν, ἀλλ᾿ εἰς τὴν τῶν δαιμονίων ἀχάριστον ὑπηρεσίαν κατεχρήσαντο, ἀφεκτέον αὐτῶν »διὰ τὴν συνείδησιν«. ἀοχλήτου δὲ ἀμεριμνίας ὁ στέφανος σύμβολον· ταύτῃ καὶ τοὺς νεκροὺς καταστεφανοῦσιν, ᾧ λόγῳ καὶ τὰ εἴδωλα, ἔργῳ προσμαρτυροῦντες αὐτοῖς τὸ εἶναι νεκροῖς. οἱ μὲν γὰρ βακχεύοντες οὐδὲ ἄνευ στεφάνων ὀργιάζουσιν· ἐπὰν δὲ ἀμφιθῶνται τὰ ἄνθη, πρὸς τὴν τελετὴν ὑπερκάονται. οὐ δὴ κοινωνητέον οὐδ᾿ ὁπωστιοῦν δαίμοσιν, ἀλλ᾿ οὐδὲ τὴν εἰκόνα τοῦ θεοῦ τὴν ζῶσαν δίκην εἰδώλων τῶν νεκρῶν καταστεπτέον. ὁ γὰρ καλὸς τοῦ ἀμαράντου στέφανος ἀπόκειται τῷ καλῶς πεπολιτευμένῳ· τὸ ἄνθος τοῦτο γῆ βαστάζειν οὐ κεχώρηκεν· μόνον δὲ αὐτὸ καρποφορεῖν ἐπίσταται οὐρανός. πρὸς δὲ καὶ ἀλόγιστον ἀκηκοότας ἡμᾶς τὸν κύριον ἀκάνθαις ἐστεμμένον αὐτοὺς ἐντρυφῶντας τῷ σεμνῷ τοῦ κυρίου πάθει ἀναδεῖσθαι τοῖς ἄνθεσιν. ὁ μὲν γὰρ τοῦ κυρίου στέφανος ἡμᾶς ᾐνίττετο προφητικῶς τούς ποτε ἀκάρπους, τοὺς περικειμένους αὐτῷ διὰ τῆς ἐκκλησίας, ἧς ἐστιν κεφαλή· ἀλλὰ καὶ τῆς πίστεώς ἐστιν τύπος, ζωῆς μὲν διὰ τὴν οὐσίαν τοῦ ξύλου, εὐφροσύνης δὲ διὰ τὴν προσηγορίαν τοῦ στεφάνου, κινδύνου δὲ διὰ τὴν ἄκανθαν· οὐδὲ γὰρ ἀναιμωτεὶ προσιέναι τῷ λόγῳ ἔξεστιν. ὁ δὲ πλεκτὸς μαραίνεται στέφανος οὗτος καὶ τὸ πλέγμα τῆς σκολιότητος ἀναλύεται καὶ τὸ ἄνθος ξηραίνεται· μαραίνεται γὰρ ἡ δόξα τῶν τῷ κυρίῳ μὴ πεπιστευκότων. Ἰησοῦν δὲ ἐστεφάνωσαν ὑψωμένον τῆς αὑτῶν καταμαρτυροῦντες ἀμαθίας· τοῦτ᾿ αὐτὸ γὰρ οἱ σκληροκάρδιοι προφητείαν οὖσαν σεσοφισμένην οὐ νοοῦσιν, ἣν αὐτοὶ ὕβριν καλοῦσιν κυρίου. οὐκ ἔγνω τὸν κύριον ὁ λαὸς ὁ πεπλανημένος, οὐ περιτέτμηται τὸν λογισμόν, οὐ πεφώτισται τὸν σκοτισμόν, οὐκ εἶδεν τὸν θεόν, τὸν κύριον ἠρνήσατο, ἀπολώλεκεν τὸ εἶναι Ἰσραήλ, ἐδίωξεν τὸν θεόν, καθυβρίζειν ἤλπισε τὸν λόγον, καὶ ὃν ἐσταύρωσεν ὡς κακοῦργον, ἀνέστεψεν ὡς βασιλέα. διὰ τοῦτό τοι εἰς ὃν οὐκ ἐπίστευσαν ἄνθρωπον, τὸν φιλάνθρωπον θεὸν ἐπιγνώσονται κύριον καὶ δίκαιον· ὅτι αὐτοὶ παρεπίκραναν ἐπιδείξασθαι τὸν κύριον, τοῦτο αὐτῷ ὑψουμένῳ μεμαρτυρήκασι, τὸ διάδημα τῆς δικαιοσύνης τῷ ὑπὲρ πᾶν ὄνομά ἐπηρμένῳ περιάψαντες διὰ τῆς ἀειθαλοῦς ἀκάνθης. τὸ διάδημα τοῦτο τοῖς ἐπιβουλεύουσι πολέμιον ἐκώλυσεν αὐτούς, τοῖς συνεκκλησιάζουσιν φίλον ἐθρίγκωσεν αὐτούς· ὁ στέφανος οὗτος ἄνθος ἐστὶ τῶν πεπιστευκότων εἰς τὸν δεδοξασμένον, αἱμάσσει δὲ καὶ κολάζει τοὺς ἠπιστηκότας. ναὶ μὴν καὶ σύμβολόν ἐστι δεσποτικοῦ κατορθώματος, βαστάσαντος αὐτοῦ τῇ κεφαλῇ καὶ τῷ ἡγεμονικῷ τοῦ σώματος πάντα ἡμῶν τὰ πονηρά, δι᾿ ὧν ἐκεντούμεθα· αὐτὸς γὰρ τῷ ἰδίῳ πάθει ῥυσάμενος ἡμᾶς ἀπὸ σκανδάλων καὶ ἁμαρτιῶν καὶ τῶν τοιούτων ἀκανθῶν καὶ τὸν διάβολον καταργήσας εἰκότως ἐπευχόμενος εἴρηκεν· »ποῦ σου, θάνατε, τὸ κέντρον;« καὶ ἡμεῖς μὲν ἐξ ἀκανθῶν τρυγῶμεν σταφυλὴν καὶ σῦκα ἀπὸ βάτων· οἳ δὲ εἰς τραύματα καταξαίνονται, ἐφ᾿ οὓς ἐξεπέτασε τὰς χεῖρας ἐπὶ λαὸν ἀπειθῆ καὶ ἄκαρπον. Ἔχοιμ᾿ ἄν σοι καὶ ἄλλο μυστικὸν ἐνταῦθα εἰπεῖν. ἐπεὶ γὰρ ὁ παγκρατὴς κύριος τῶν ὅλων, ὁπηνίκα νομοθετεῖν ἤρχετο τῷ λόγῳ, [καὶ] τῷ Μωσεῖ καταφανῆ ἐβούλετο γενέσθαι τὴν αὑτοῦ δύναμιν, ὄψις αὐτῷ δείκνυται θεοειδὴς φωτὸς μεμορφωμένου ἐπὶ φλεγομένῳ βάτῳ· τὸ δὲ ἀκανθῶδες φυτόν ἐστιν, ὁ βάτος· ἐπειδὴ δὲ ἐπαύσατο τῆς νομοθεσίας καὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας ὁ λόγος, ὁ κύριος μυστικῶς αὖθις ἀναστέφεται ἀκάνθῃ, ἐνθένδε ἀπιὼν ἐκεῖσε ὅθεν κατῆλθεν, ἀνακεφαλαιούμενος τὴν ἀρχὴν τῆς καθόδου τῆς παλαιᾶς, ὅπως ὁ διὰ βάτου τὸ πρῶτον ὀφθείς, ὁ λόγος, διὰ τῆς ἀκάνθης ὕστερον ἀναληφθεὶς μιᾶς ἔργον τὰ πάντα δείξῃ δυνάμεως, εἷς ὢν ἑνὸς· ὄντος τοῦ πατρός, ἀρχὴ καὶ τέλος αἰῶνος. Ἀλλ᾿ ἐξέβην γὰρ τοῦ παιδαγωγικοῦ τύπου τὸ διδασκαλικὸν εἶδος παρεισάγων, αὖθις οὖν ἐπὶ τὸ προκείμενον ἐπάνειμι. ὡς μὲν οὖν ἐν φαρμάκου μοίρᾳ ἰάσεως ἕνεκα, ἔσθ᾿ ὅπῃ δὲ καὶ διαχύσεως σώφρονος, οὐκ ἀποβλητέον τὴν ἀπὸ τῶν ἀνθῶν τέρψιν καὶ τὴν ἀπὸ τῶν μύρων τε καὶ θυμιαμάτων ὠφέλειαν, δεδηλώκαμεν. εἰ δὲ καὶ λέγοιέν τινες, τίς οὖν ἔτι χάρις ἀνθῶν τοῖς μὴ χρωμένοις αὐτοῖς, ἴστων ὡς ἄρα καὶ τὰ μύρα ἐξ αὐτῶν σκευάζεται καὶ ἔστι πολυωφελῆ· σούσινον μὲν ἐκ κρίνων καὶ λειρίων, ἔστι δὲ θερμαντικόν, ἀναστομωτικόν, ἑλκυστικόν, ὑγραντικόν, σμηκτικόν, λεπτομερές, χολῆς κινητικόν, μαλακτικόν· ναρκίσσινον δὲ τὸ ἐκ ναρκίσσου ἐπ᾿ ἴσης ὀνίνησι τῷ σουσίνῳ· μύρσινον δὲ τὸ ἐκ μύρτων καὶ μυρρίνης στυπτικόν, παρακατέχον τὰς ἀπὸ τοῦ σώματος ἀποφοράς· τὸ δὲ ἐκ ῥόδων ἐμψυκτικόν. καθόλου γὰρ καὶ ταῦτα εἰς τὴν ἡμετέραν εὐχρηστίαν δεδημιούργηται. »εἰσακούσατέ μου«, φησί, »καὶ ὡς ῥόδον πεφυτευμένον ἐπὶ ῥευμάτων ὑδάτων βλαστήσατε, ὡς λίβανος εὐωδιάσατε ὀσμήν, καὶ εὐλογήσατε κύριον ἐπὶ τὰ ἔργα αὐτοῦ.« καὶ πολὺς ἂν εἴη ὁ περὶ τούτων λόγος, εἰς τὰς ἀναγκαίας ὠφελείας λεγόντων ἡμῶν τὰ ἄνθη καὶ τὰ ἀρώματα, οὐκ εἰς τὰς ὕβρεις τῆς τρυφῆς γεγονέναι. εἰ δὲ καὶ ἄρα τι συγχωρητέον, ἀπόχρη τῆς ὀδμῆς ἀπολαύειν αὐτοῖς τῶν ἀνθῶν, μὴ καταστεφέτωσαν δέ· πολυωρεῖ γὰρ τὸν ἄνθρωπον ὁ πατὴρ καὶ τὴν ἰδίαν αὐτοῦ τέχνην τούτῳ παρέχει μόνῳ. λέγει γοῦν ἡ γραφή· »ὕδωρ καὶ πῦρ καὶ σίδηρος καὶ γάλα, σεμίδαλις πυροῦ καὶ μέλι, αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον, ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά.«

---

Clement of Alexandria, Paedagogus, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg002.local001/.
