# Paedagogus 2.Περὶ γέλωτος..1

Clement of Alexandria, Paedagogus, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/paedagogus/2.%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%B3%CE%AD%CE%BB%CF%89%CF%84%CE%BF%CF%82..1

Μιμηλοὺς δὲ ἀνθρώπους γελοίων, μᾶλλον δὲ καταγελάστων παθῶν τῆς ἡμετέρας ἐξελαστέον πολιτείας. πάντων γὰρ τῶν λόγων ἀπὸ διανοίας καὶ ἤθους ῥεόντων οὐχ οἷόν τέ ἐστι γελοίους τινὰς προέσθαι λόγους, μὴ οὐχὶ ἀπὸ γελοίου ἤθους φερομένους. τὸ γὰρ »οὐκ ἔστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρὸν οὐδὲ μὴν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλὸν« κἀνταῦθ᾿ ἂν ἁρμόσαι· καρπὸς διανοίας ὁ λόγος ἐστίν. εἰ τοίνυν τοὺς γελωτοποιοὺς ἐξοικιστέον τῆς ἡμεδαπῆς πολιτείας, πολλοῦ γε καὶ δεῖ ἡμῖν αὐτοῖς ἐπιτρέπειν γελωτοποιεῖν. ἄτοπον γάρ, ὧν ἀκροατὰς γενέσθαι κεκώλυται, τούτων εὑρίσκεσθαι μιμητάς· πολλῷ δὲ ἔτι ἀτοπώτερον γελοῖον αὐτὸν σπουδάζειν γενέσθαι, τοῦτ᾿ ἔστιν ἐφύβριστον καὶ καταγέλαστον. εἰ γὰρ γελοίως σχηματισθῆναι, καθάπερ ἐν ταῖς πομπαῖς ὁρῶνταί τινες, οὐκ ἂν ὑπομείναιμεν, πῶς ἂν εἰκότως τὸν ἐντὸς ἄνθρωπον ἐπὶ τὸ γελοιότερον σχηματιζόμενον ἀνασχοίμεθα; καὶ εἰ τὸ πρόσωπον οὐκ ἄν ἑκόντες ἐπὶ τὸ γελοιότερον μεταστρέψαιμέν [ἄν] ποτε, [καὶ] πῶς ἂν κατὰ τοὺς λόγους ἐπιτηδεύσαιμεν εἶναί τε καὶ φαίνεσθαι γελοῖοι, τὸ τιμιώτατον πάντων τῶν ἐν ἀνθρώποις κτημάτων καταμωκώμενοι, τὸν λόγον; χλεύη μὲν οὖν ἐπιτηδεύειν ταῦτα, ἐπεὶ μηδὲ ὁ τῶν γελοίων λόγος [τοῖος] ἀκροάσεως ἄξιος, διὰ τῶν ὀνομάτων αὐτῶν ἐπὶ τὰ αἰσχρὰ τῶν ἔργων ἐθίζων, χαριεντιστέον τε, οὐ γελωτοποιητέον. ἀλλὰ καὶ αὐτὸν τὸν γέλωτα ἐπιστομιστέον. καὶ γὰρ αὖ καὶ αὐτὸς ὃν μὲν δεῖ τρόπον ἐξαγόμενος ἐμφαίνει κοσμιότητα, μὴ ταύτῃ δὲ χωρῶν ἀκολασίαν ἐνδείκνυται. ἁπλῶς γὰρ ὁπόσα φυσικὰ τοῖς ἀνθρώποις ἐστίν, ταῦτα οὐκ ἀναιρεῖν ἐξ αὐτῶν δεῖ, μᾶλλον δὲ μέτρον αὐτοῖς καὶ καιρὸν ἐπιτιθέναι πρέποντα. οὐ γὰρ ἐπειδὴ γελαστικὸν ζῷον ὁ ἄνθρωπος, γελαστέον τὰ πάντα, ἐπειδὴ οὐδὲ ὁ ἵππος χρεμετιστικὸς ὢν χρεμετίζει τὰ πάντα· ὡς δὲ ζῷα λογικὰ σφᾶς αὐτοὺς ἁρμοστέον εὐκράτως, τὸ αὐστηρὸν τῆς σπουδῆς ἡμῶν καὶ τὸ ὑπέρτονον χαλῶντας ἐμμελῶς, οὐκ ἐκλύοντας ἐκμελῶς. ἡ μὲν γὰρ καθ᾿ ἁρμονίαν τοῦ προσώπου, καθάπερ ὀργάνου, κόσμιος ἄνεσις μειδίαμα κέκληται (διάχυσις οὕτως ἀνακλᾶται κατὰ πρόσωπον), σωφρονούντων [ὁ] γέλως· ἡ δὲ ἐκμελὴς τοῦ προσώπου ἔκλυσις, εἰ μὲν ἐπὶ γυναικῶν γίνοιτο, κιχλισμὸς προσαγορεύεται, γέλως δέ ἐστι πορνικός, εἰ δὲ ἐπὶ ἀνδρῶν, καγχασμός, γέλως ἐστὶν οὗτος μνηστηριώδης κἀξυβρίζων· »μωρὸς δὲ ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ«, φησὶν ἡ γραφή, »ἀνὴρ δὲ πανοῦργος μόγις ἡσυχῇ μειδιάσει.« φρόνιμον λέγει τὸν πανοῦργον νῦν, τὸν ἐναντίως τῷ μωρῷ διακείμενον. ἀλλ᾿ οὐδ᾿ ἔμπαλιν εἶναι δεῖ σκυθρωπόν, ἀλλὰ σύννουν· ἀποδέχομαι γὰρ εὖ μάλα ἐκεῖνον [προσώποις μειδιῶντα] ὃς ἐφαίνετο μειδιόων βλοσυροῖσι προσώπασι [τὸν τοῖς βλοσυροῖς]· »ἧττον« γὰρ »ἂν καταγέλαστος ὁ γέλως αὐτῷ εἴη«. χρὴ δὲ καὶ τὸ μειδίαμα παιδαγωγεῖσθαι, καὶ εἰ μὲν ἐπ᾿ αἰσχροῖς εἴη, ἐρυθριῶντας μᾶλλον ἢ μειδιῶντας φαίνεσθαι, μὴ συνήδεσθαι διὰ συμπάθειαν δοκῶμεν, εἰ δὲ ἐπὶ λυπηροῖς, κατηφεστέρους ἁρμόζει βλέπεσθαι ἢ ἐφήδεσθαι δοκεῖν· τὸ μὲν γὰρ ἀνθρωπίνου λογισμοῦ τεκμήριον, τὸ δὲ ὠμότητος ὑπόληψιν ἐνδείκνυται. οὔτε γὰρ ἀεὶ γελαστέον (ἄμετρον γὰρ) οὔτε πρεσβυτέρων ἤ τινων ἑτέρων ἐντροπῆς ἀξίων παρόντων, εἰ μὴ ἄρα τι αὐτοὶ εἰς τὸ διαχέαι ἡμᾶς χαριεντίσαιντο, οὐδὲ πρὸς τοὺς τυχόντας γελαστέον οὐδ᾿ ἐν παντὶ τόπῳ οὐδὲ μὴν πᾶσιν οὐδὲ ἐπὶ πᾶσιν. μάλιστα γὰρ μειρακίοις καὶ γυναιξὶν ὄλισθος εἰς διαβολὰς ὁ γέλως ἐστίν. τὸ δὲ καὶ φαίνεσθαι καταπληκτικὸν πόρρωθεν τῶν πειρώντων ἐστὶ φυγαδευτικόν· δυνατὴ γὰρ ἀποκρούσασθαι τῆς ἀσελγείας τὰς προσβολὰς καὶ ἐκ μόνης τῆς προσόψεως ἡ σεμνότης· πάντας δέ, ὡς ἔπος εἰπεῖν, τοὺς ἀνοήτους ὁ οἶνος καί θ᾿ ἁπαλὸν γελάσαι καὶ ὀρχήσασθαι ἀνώγει, εἰς μαλακίαν ἐκτρέπων τὸ ἀνδρόγυνον ἦθος. καὶ σκοπεῖν δεῖ πῶς ἐντεῦθεν ἡ παρρησία τὴν ἀκοσμίαν εἰς αἰσχρολογίαν αὔξει· καί τι ἔπος προέηκεν, ὅπερ τ᾿ ἄρρητον ἄμεινον. μάλιστα γοῦν ἐν οἴνῳ καθορᾶσθαι τὰ ἤθη τῶν ὑπούλων συμβέβηκεν τῆς ὑποκρίσεως ἀπογυμνούμενα διὰ τὴν ἀνελεύθερον παρρησίαν τῆς παροινίας, δι᾿ ἣν κατακοιμίζεται μὲν ὁ λόγος ἐν αὐτῇ τῇ ψυχῇ καρηβαρήσας τῇ μέθῃ, τὰ δὲ ἐκτράπελα ἐπεγείρεται πάθη καταδυναστεύοντα τῆς ἀσθενείας τοῦ λογισμοῦ.

---

Clement of Alexandria, Paedagogus, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg002.local001/.
