Ancient Greek
Book 2
Clement of Alexandria, Paedagogus 2.Πῶς περὶ τὰς τροφὰς ἀναστρεπτέον..1
Not analysed yet
Ἐχομένοις τοίνυν τοῦ σκοποῦ καὶ τὰς γραφὰς πρὸς τὸ βιωφελὲς τῆς παιδαγωγίας ἐκλεγομένοις, ὁποῖόν τινα εἶναι χρὴ παρ᾿ ὅλον τὸν βίον τὸν Χριστιανὸν καλούμενον, κεφαλαιωδῶς ὑπογραπτέον. ἀρκτέον οὖν ἡμῖν ἀφ᾿ ἡμῶν αὐτῶν καὶ ὅπως ἁρμόττειν γε χρή. στοχαζομένοις τοίνυν τῆς συμμετρίας τοῦ συντάγματος, ὁποῖόν τινα τῷ ἑαυτοῦ σώματι ἕκαστον ἡμῶν προσφέρεσθαι, μᾶλλον δὲ ὅπως αὐτὸ κατευθύνειν χρή, λεκτέον· ὁπόταν γάρ τις ἀπὸ τῶν ἐκτὸς καὶ αὐτῆς ἔτι τῆς τοῦ σώματος ἀγωγῆς ἐπὶ τὴν διάνοιαν ἀχθεὶς ὑπὸ τοῦ λόγου τὴν θεωρίαν τῶν κατὰ τὸν ἄνθρωπον συμβαινόντων κατὰ φύσιν ἀκριβῶς ἐκμάθῃ, εἴσεται μὴ σπουδάζειν μὲν περὶ τὰ ἐκτός, τό τε ἴδιον τοῦ ἀνθρώπου, τὸ ὄμμα τῆς ψυχῆς, ἐκκαθαίρειν, ἁγνίζειν δὲ καὶ τὴν σάρκα αὐτήν. ὁ γὰρ ἐκείνων καθαρῶς ἀπολυθείς, δι᾿ ὧν ἔτι χοῦς ἐστιν, τί ἂν ἄλλο προὐργιαίτερον ἑαυτοῦ ἔχοι πρὸς τὸ ὁδῷ ἐλθεῖν ἐπὶ τὴν κατάληψιν τοῦ θεοῦ; οἱ μὲν δὴ ἄλλοι ἄνθρωποι ζῶσιν, ἵνα ἐσθίωσιν, ὥσπερ ἀμέλει καὶ τὰ· ἄλογα ζῷα, οἷς οὐδὲν ἀλλ᾿ ἢ γαστήρ ἐστιν ὁ βίος, ἡμῖν δὲ ὁ παιδαγωγὸς ἐσθίειν παραγγέλλει, ἵνα ζῶμεν. οὔτε γὰρ ἔργον ἡμῖν ἡ τροφὴ οὔτε σκοπὸς ἡδονή, ὑπὲρ δὲ τῆς ἐνταῦθα διαμονῆς, ἣν ὁ λόγος εἰς ἀφθαρσίαν παιδαγωγεῖ, ἐγκρίνεται ἡ τροφή. ἁπλῆ δὲ αὕτη καὶ ἀπερίεργος, ἀληθείᾳ κατάλληλος, ἁπλοῖς καὶ ἀπεριέργοις ἁρμόζουσα παιδίοις, ὡσὰν εἰς τὸ ζῆν, οὐκ εἰς τρυφὴν ἐπιτήδειος· τὸ δὲ ἐκ δυεῖν, τὸ ζῆν τοῦτο, ὑγείας τε καὶ ἰσχύος σύγκειται, οἷς μάλιστα κατάλληλον τῆς τροφῆς τὸ εὔκολον, εἴς τε τὰς ἀναδόσεις καὶ τοῦ σώματος τὴν κουφότητα χρησιμεῦον, ἐξ ὧν αὔξησίς τε καὶ ὑγεία καὶ ἰσχὺς δικαία, οὐχὶ δὲ ἄδικος ἢ σφαλερὰ καὶ ἀθλία ὡς ἡ τῶν ἀθλητῶν ἐξ ἀναγκοφαγίας, περιγίνεται. αἱ μὲν οὖν πολυειδεῖς ποιότητες ἀποπτυστέαι, ποικίλας ἐντίκτουσαι βλάβας, καχεξίας σωμάτων, ἀνατροπὰς στομάχων, ἐκπορνευούσης τῆς γεύσεως διά τινος κακοδαίμονος τέχνης τῆς ὀψαρτυτικῆς καὶ τῆς ἀμφὶ τὰ πέμματα ματαιοτεχνίας. τροφὴν γὰρ τολμῶσιν καλεῖν τὴν ἐν τρυφαῖς ἐπιτήδευσιν εἰς ἡδονὰς ἐπιβλαβεῖς ὀλισθαίνουσαν. Ἀντιφάνης δὲ ὁ Δήλιος ἰατρὸς καὶ μίαν τῶν νόσου αἰτιῶν ταύτην εἴρηκεν τῶν ἐδεσμάτων τὴν πολυειδίαν, τῶν περὶ τὴν ἀλήθειαν δυσαρεστούντων κενοδοξίᾳ ποικίλῃ τὸ σῶφρον τῆς διαίτης ἐξομνυμένων καὶ τὰς διαποντίους πολυπραγμονούντων ἐδωδάς. κἀμοὶ μὲν ἔλεος ὕπεισι τῆς νόσου, οἳ δὲ ἐξυμνεῖν οὐκ αἰσχύνονται τὰς σφετέρας ἡδυπαθείας, τὰς ἐν τῷ πορθμῷ τῷ Σικελικῷ σμυραίνας πολυπραγμονοῦντες καὶ τὰς ἐγχέλεις τὰς Μαιανδρίους καὶ τὰς ἐν Μήλῳ ἐρίφους καὶ τοὺς ἐν Σκιάθῳ κεστρεῖς καὶ τὰς Πελωρίδας κόγχας καὶ τὰ ὄστρεια τὰ Ἀβυδηνά, οὐ παραλείποντες δὲ τὰς ἐν Λιπάρᾳ μαινίδας οὐδὲ τὴν γογγύλην τὴν Μαντινικήν, ἀλλὰ οὐδὲ τὰ παρὰ τοῖς Ἀσκραίοις τεῦτλα, κτένας τε ἐκζητοῦσιν Μηθυμναίους καὶ ψήττας Ἀττικὰς καὶ τὰς δαφνίους κίχλας χελιδονίους τε ἰσχάδας, δι᾿ ἃς εἰς Ἑλλάδα πεντακοσίαις ἅμα μυριάσιν ὁ κακοδαίμων ἐστείλατο Πέρσης. ὄρνεις ἐπὶ τούτοις συνωνοῦνται τοὺς ἀπὸ Φάσιδος, ἀτταγᾶς Αἰγυπτίας, Μῆδον ταῶνα. ταῦτα τοῖς ἡδύσμασιν ἐξαλλάσσοντες οἱ γαστρίμαργοι τοῖς ὄψοις ἐπικεχήνασιν, ὅσα τε χθὼν πόντου τε βένθη καὶ ἀέρος ἀμέτρητον εὖρος ἐκτρέφει, τῇ αὑτῶν ἐκποριζόμενοι λαιμαργίᾳ. σαγηνεύειν ἀτεχνῶς οἱ πλεονέκται καὶ πολυπράγμονες οὗτοι ἐοίκασιν εἰς ἡδυπάθειαν τὸν κόσμον, »ταγήνοις σίζουσιν« περιηχούμενοι, ἀμφὶ τὴν ἴγδιν καὶ τὸν ἀλετρίβανον τὸν πάντα αὐτῶν κατατρίβοντες βίον οἱ παμφάγοι καθάπερ τὸ πῦρ τῆς ὕλης ἐξεχόμενοι. ἀλλὰ καὶ τὴν εὔκολον βρῶσιν τὸν ἄρτον ἐκθηλύνουσιν ἀποσήθοντες τοῦ πυροῦ τὸ τρόφιμον, ὡς τὸ ἀναγκαῖον τῆς τροφῆς ὄνειδος γίνεσθαι ἡδονῆς. οὐκ ἔχει δὲ ὅρον παρὰ τοῖς ἀνθρώποις ἡ λιχνεία. καὶ γὰρ εἰς τὰ πέμματα καὶ τὰ μελίπηκτα, πρὸς δὲ καὶ εἰς τὰ τραγήματα ἐξώκειλεν, ἐπιδορπισμάτων πλῆθος εὑρίσκουσα, παντοδαπὰς θηρωμένη ποιότητας. καί μοι δοκεῖ ὁ τοιοῦτος ἄνθρωπος οὐδὲν ἀλλ᾿ ἢ γνάθος εἶναι. »μηδὲ ἐπιθύμει«, φησὶν ἡ γραφή, »τῶν ἐδεσμάτων τῶν πλουσίων· ταῦτα γὰρ ἔχεται βίου ψευδοῦς τε καὶ αἰσχροῦ. «οἳ μὲν γὰρ ἐξέχονται τῶν ὄψων, ἃ μετ᾿ ὀλίγον ἐκδέχεται κοπρών, ἡμῖν δὲ τοῖς θηρωμένοις τὴν βρῶσιν τὴν ἐπουράνιον ἄρχειν ἀνάγκη τῆς ὑπὸ τὸν οὐρανὸν γαστρὸς ἔτι τε μᾶλλον καὶ τῶν ταύτῃ προσφυῶν, ἃ »ὁ θεὸς καταργήσει«, φησὶν ὁ ἀπόστολος, εἰκότως ἐπικαταρώμενος λαιμάργοις ἐπιθυμίαις. »τὰ γὰρ βρώματα τῇ κοιλίᾳ«, ἐξ ὧν ὁ σαρκικὸς ὄντως οὑτοσὶ καὶ φθοροποιὸς ἀπήρτηται βίος· εἰ δ᾿ ἀγάπην τινὲς τινὲς τολμῶσι καλεῖν ἀθύρῳ γλώττῃ κεχρημένοι δειπνάριά τινα κνίσης καὶ ζωμῶν ἀποπνέοντα, τὸ καλὸν καὶ σωτήριον ἔργον τοῦ λόγου, τὴν ἀγάπην τὴν ἡγιασμένην, κυθριδίοις καὶ ζωμοῦ ῥύσει καθυβρίζοντες ποτῷ τε καὶ τρυφῇ καὶ καπνῷ βλασφημοῦντες τοὔνομα, σφάλλονται τῆς ὑπολήψεως, τὴν ἐπαγγελίαν τοῦ θεοῦ δειπναρίοις ἐξωνεῖσθαι προσδοκήσαντες. ταῖς μὲν γὰρ ἐπὶ τῇ εὐφροσύνῃ συναγωγαῖς ἐγκαταλέγοιμεν ἂν καὶ αὐτοὶ δειπνάριά τε καὶ ἄριστα καὶ δοχὰς εἰκότως ἂν καλοῖμεν τὴν συνήλυσιν ταύτην ἑπόμενοι λόγῳ, τὰς τοιαύτας δὲ ἑστιάσεις ὁ κύριος ἀγάπας οὐ κέκληκεν. λέγει γοῦν πῇ μέν· »ὅταν κληθῇς εἰς γάμους, μὴ κατάκεισο εἰς τὴν πρωτοκλισίαν, ἀλλ᾿ ὅταν κληθῇς, εἰς τὸν ἔσχατον τόπον ἀνάπιπτε«, πῇ δέ· »ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον« καὶ πάλιν· »ἀλλ᾿ ὅταν ποιῇς δοχήν, κάλει τοὺς πτωχούς«, ἐφ᾿ ᾧ μάλιστα δεῖπνον ποιητέον, ἔτι τε· »ἄνθρωπός τις ἐποίησεν δεῖπνον μέγα καὶ ἐκάλεσεν πολλούς. «ἀλλ᾿ αἰσθάνομαι ὅθεν ἡ εὐπρόσωπος ἐρρύη τῶν δείπνων προσηγορία, ἀπὸ τῶν φαρύγων καὶ φοιτητῆς μανίας ἐπὶ δεῖπνον κατὰ τὸν κωμικόν. »ἔστι γὰρ« ὡς ἀληθῶς »τὰ πολλὰ τοῖς πολλοῖς τοῦ δείπνου χάριν. «οὐ γάρ που μεμαθήκασι τὸν θεὸν παρασκευάσαι τῷ δημιουργήματι, τῷ ἀνθρώπῳ λέγω, σῖτα καὶ ποτὰ τοῦ σῴζεσθαι χάριν, οὐχὶ δὲ τοῦ ἥδεσθαι· ἐπεὶ μηδὲ ὠφελεῖσθαι πέφυκεν τὰ σώματα ἐκ τῆς πολυτελείας τῶν βρωμάτων· πᾶν γὰρ τοὐναντίον οἱ ταῖς εὐτελεστάταις χρώμενοι τροφαῖς ἰσχυρότεροί εἰσι καὶ ὑγεινότεροι καὶ γενναιότεροι, ὡς οἰκέται δεσποτῶν καὶ γεωργοὶ κτητόρων· καὶ οὐ μόνον ῥωμαλεώτεροι, ἀλλὰ καὶ φρονιμώτεροι, ὡς φιλόσοφοι πλουσίων· οὐ γὰρ ἐπέχωσαν τὸν νοῦν ταῖς τροφαῖς οὐδὲ ἠπάτησαν αὐτὸν ἡδοναῖς. ἀγάπη δὲ τῷ ὄντι ἐπουράνιός ἐστι τροφή, ἑστίασις λογική· »πάντα στέγει, πάντα ὑπομένει, πάντα ἐλπίζει· ἡ ἀγάπη οὐδέποτε πίπτει. «»μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. «χαλεπώτατον δὲ πάντων πτωμάτων τὴν ἄπτωτον ἀγάπην ἄνωθεν ἐξ οὐρανῶν ἐπὶ τοὺς ζωμοὺς ῥίπτεσθαι χαμαί. κᾷτ᾿ οἴει με δεῖπνον ἡγεῖσθαι τὸ καταργούμενον; »ἐὰν γάρ«, φησί, »διαδῶ τὰ ὑπάρχοντά μου, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. «Ταύτης ὅλος ἀπήρτηται τῆς ἀγάπης ὁ νόμος καὶ ὁ λόγος· κἂν ἀγαπήσῃς κύριον τὸν θεόν σου καὶ τὸν πλησίον σου, ἐν οὐρανοῖς ἐστιν αὕτη ἡ ἐπουράνιος εὐωχία, ἡ δὲ ἐπίγειος δεῖπνον κέκληται, ὡς ἐκ τῆς γραφῆς ἀποδέδεικται, δι᾿ ἀγάπην μὲν γινόμενον τὸ δεῖπνον, ἀλλ᾿ οὐκ ἀγάπη τὸ δεῖπνον, δεῖγμα δὲ εὐνοίας κοινωνικῆς καὶ εὐμεταδότου. »μὴ βλασφημείσθω οὖν ἡμῶν τὸ ἀγαθόν. οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις«, φησὶν ὁ ἀπόστολος, ἵνα τὸ ἐφήμερον ἄριστον νοηθῇ, »ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ. «τούτου ὁ φαγὼν τοῦ ἀρίστου τὸ ἄριστον τῶν ὄντων, τὴν βασιλείαν τοῦ θεοῦ, κτήσεται, μελετήσας ἐνθένδε ἁγίαν συνήλυσιν ἀγάπης, οὐράνιον ἐκκλησίαν. ἀγάπη μὲν οὖν χρῆμα καθαρὸν καὶ τοῦ θεοῦ ἄξιον, ἔργον δὲ αὐτῆς ἡ μετάδοσις. »φροντὶς δὲ παιδείας ἀγάπη«, ἡ σοφία λέγει, »ἀγάπη δὲ τήρησις νόμων αὐτῆς. «αἱ δὲ εὐφροσύναι αὗται ἔναυσμά τι ἀγάπης ἔχουσιν ἐκ τῆς πανδήμου τροφῆς συνεθιζόμενον εἰς ἀίδιον τροφήν. ἀγάπη μὲν οὖν δεῖπνον οὐκ ἔστιν, ἡ δ᾿ ἑστίασις ἀγάπης ἠρτήσθω. »μαθέτωσαν γάρ«, φησίν, »οἱ υἱοί σου, οὓς ἠγάπησας, κύριε, ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον, ἀλλὰ τὸ ῥῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ· «οὐ γὰρ ἐπ᾿ ἄρτῳ ζήσεται ὁ δίκαιος. Ἀλλὰ γὰρ τὸ δεῖπνον ἔστω λιτὸν ἡμῖν καὶ εὔζωνον, ἐπιτήδειον εἰς ἐγρήγορσιν, ποικίλαις ἀνεπίμικτον ποιότησιν, οὐκ ἀπαιδαγώγητον οὐδὲ τοῦτο· ἀγαθὴ γὰρ κουροτρόφος [αὐτάρκεια] εἰς κοινωνίαν ἀγάπη ἐφόδιον ἔχουσα πλούσιον, τὴν αὐτάρκειαν, ἣ δὴ ἐφεστῶσα τῇ τροφῇ δικαίᾳ ποσότητι μεμετρημένῃ σωτηρίως τὸ σῶμα διοικοῦσα καὶ τοῖς πλησίον ἀπένειμέν τι ἐξ αὑτῆς, ἡ δὲ ὑπερβλύζουσα τὴν αὐτάρκειαν δίαιτα τὸν ἄνθρωπον κακοῖ, νωθῆ μὲν τὴν ψυχήν, ἐπισφαλὲς δὲ εἰς νόσον ἐργαζομένη τὸ σῶμα. ναὶ μὴν προστρίβονται βλασφημίας δυσανασχέτους αἱ περὶ τὰς καρυκείας ἡδοναί, λιχνείαν, λαιμαργίαν, ὀψοφαγίαν, ἀπληστίαν, ἀδηφαγίαν. μυῖαι τούτοις οἰκεῖαι τοῖς ὀνόμασιν καὶ γαλαῖ κόλακές τε καὶ μονομάχαι καὶ τὰ »ἄγρια τῶν παρασίτων φῦλα«, γαστρὸς ἡδονῆς οἳ μὲν τὸν λόγον, οἳ δὲ τὴν φιλίαν, οἳ δὲ τὸ ζῆν ἀποδόμενοι, ἐπὶ γαστέρας ἕρποντες, θηρία ἀνδρείκελα, κατ᾿ εἰκόνα τοῦ πατρὸς αὐτῶν τοῦ λίχνου θηρίου. ἀσώτους [τ᾿] αὐτοὺς οἱ καλέσαντες πρῶτοι εὖ μοι δοκοῦσιν αἰνίττεσθαι τὸ τέλος αὐτῶν, ἀσώστους αὐτοὺς κατὰ ἔκθλιψιν τοῦ σίγμα στοιχείου νενοηκότες. ἦ γὰρ οὐχ οὗτοι οἱ περὶ τὰς λοπάδας ἀσχολούμενοι καὶ τὰς μεμωρημένας τῶν ἡδυσμάτων περιεργίας, οἱ ταπεινόφρονες, χαμαιγενεῖς, τὸν ἐφήμερον διώκοντες βίον ὡς οὐ ζησόμενοι; τούτους ταλανίζει διὰ Ἡσαΐου τὸ ἅγιον πνεῦμα, ἠρέμα πως τῆς ἀγάπης τὸ ὄνομα ὑπεξελόμενον, ἐπεὶ μὴ κατὰ λόγον ἡ ἑστίασις ἦν· »αὐτοὶ δὲ ἐποίησαν εὐφροσύνην, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, λέγοντες· φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν· «καὶ ὅτι γε τὴν τοιαύτην τρυφὴν ἁμαρτίαν λογίζεται, ἐπιφέρει· »καὶ οὐ μὴ ἀφεθήσεται ἡ ἁμαρτία ὑμῶν αὕτη, ἕως ἂν ἀποθάνητε«, οὐχὶ ἄφεσιν τῆς ἁμαρτίας θάνατον ἀναίσθητον, ἀλλὰ ἀνταπόδοσιν ἁμαρτίας θάνατον σωτηρίας ἐπικρίνας. »μὴ εὐφρανθῇς δὲ ἐπὶ μικρᾷ τρυφῇ« ἡ σοφία λέγει. Ἐνταῦθα ὑπομνηστέον καὶ περὶ τῶν εἰδωλοθύτων καλουμένων, ὅπως ποτὲ ἄρα παραγγέλλεται ἀποσχέσθαι δεῖν τούτων. μιαρὰ δοκεῖ μοι καὶ βδελυρὰ ἐκεῖνα, ὧν ἐφίπτανται τοῖς αἵμασιν ψυχαὶ ὑπὲξ ἐρέβευς νεκύων κατατεθνειώτων. »οὐ γὰρ θέλω ὑμᾶς κοινωνοὺς δαιμονίων γίνεσθαι«, ὁ ἀπόστολος λέγει, ἐπεὶ δίχα σῳζομένων καὶ φθιμένων τροφαί. ἀφεκτέον τοίνυν τούτων, οὐ δεδιότας (οὐ γάρ ἐστί τις ἐν αὐτοῖς δύναμις), διὰ δὲ τὴν συνείδησιν τὴν ἡμετέραν ἁγίαν οὖσαν καὶ τῶν δαιμονίων διὰ τὴν βδελυρίαν, οἷς ἐπικατωνόμασται, μυσαττομένους, καὶ προσέτι διὰ τὴν τῶν ὀλισθηρῶς τὰ πολλὰ ὑπολαμβανόντων ὑδαρότητα, »οἷς ἡ συνείδησις ἀσθενοῦσα μολύνεται. βρῶμα γὰρ ἡμᾶς οὐ παραστήσει τῷ θεῷ· «»οὐδὲ τὰ εἰσιόντα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξιόντα«, φησί, »τοῦ στόματος. «ἀδιάφορος ἄρα ἡ φυσικὴ χρῆσις τῆς τροφῆς· »οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν,« φησίν, »οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα· «ἀλλὰ οὐκ εὔλογον »τραπέζης δαιμονίων« μεταλαμβάνειν τοὺς θείας μετέχειν καὶ πνευματικῆς κατηξιωμένους τροφῆς. »μὴ γὰρ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν«, φησὶν ὁ ἀπόστολος, »καὶ γυναῖκας περιάγεσθαι; «ἀλλὰ κρατοῦντες δηλονότι τῶν ἡδονῶν κωλύομεν τὰς ἐπιθυμίας. »βλέπετε οὖν μή ποτε ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενέσιν. «Οὐ χρὴ οὖν καθάπερ ἀσωτευομένους ἡμᾶς κατὰ τὴν ἐν τῷ εὐαγγελίῳ τοῦ πλουσίου παιδὸς εἰκόνα παραχρῆσθαι τοῖς τοῦ πατρὸς δωρήμασιν, χρῆσθαι δὲ αὐτοῖς, ὡς ἄρχοντας, ἀπροσκλινῶς· καὶ γὰρ βασιλεύειν ἐτάχθημεν καὶ κατακυριεύειν, οὐχὶ δουλεύειν τοῖς βρώμασιν. ἀγαστὸν μὲν οὖν πρὸς τὸ ἀληθὲς ἀναθρήσαντας τῆς ἄνω τροφῆς ἐξέχεσθαι τῆς θείας καὶ τῆς τοῦ ὄντως ὄντος ἀπληρώτου ἐμπίμπλασθαι θέας, τῆς βεβαίου καὶ μονίμου καὶ καθαρᾶς γευομένους ἡδονῆς. ταύτην γὰρ τὴν ἀγάπην ἐκδέχεσθαι δεῖν ἐμφαίνει ἡ βρῶσις ἡ Χριστοῦ· κομιδῇ δὲ ἄλογον καὶ ἀχρεῖον καὶ οὐκ ἀνθρώπειον βοσκημάτων δίκην πιαινομένων θανάτῳ τρέφεσθαι, κάτω βλέποντας εἰς γῆν τοὺς ἐκ γῆς ἀεὶ καὶ κεκυφότας εἰς τραπέζας, τὴν λίχνον διωκάθοντας ζωήν, τὸ ἀγαθὸν ἐνταῦθά που κατορύξαντας περὶ τὴν οὐκ ἐσομένην ζωήν, μόνην κολακεύοντας τὴν κατάποσιν, δι᾿ ἣν πολυτιμότεροι γεγόνασιν μάγειροι γεωργῶν. μὴ γὰρ ἀφαιροῦμεν τὴν συμπεριφοράν, ἀλλὰ τὸν ὄλισθον τῆς συνηθείας ὡς συμφορὰν ὑποπτεύομεν. διὸ παραιτητέον τὴν λιχνείαν ὀλίγων τινῶν καὶ ἀναγκαίων μεταλαμβάνοντας· καὶ εἴ τις ἡμᾶς καλεῖ τῶν ἀπίστων καὶ πορεύεσθαι κρίνομεν (καλὸν γὰρ μὴ συναναμίγνυσθαι τοῖς ἀτάκτοις), πᾶν τὸ παρατιθέμενον κελεύει ἡμῖν ἐσθίειν »μηδὲν ἀνακρίνουσιν διὰ τὴν συνείδησιν«, ὁμοίως δὲ καὶ τὰ ἐκ μακέλλου ἀπεριέργως ὠνεῖσθαι προσέταξεν. οὐκ ἀφεκτέον οὖν παντελῶς τῶν ποικίλων βρωμάτων, ἀλλ᾿ οὐ περὶ αὐτὰ σπουδαστέον· μεταληπτέον δὲ τῶν παρατιθεμένων, ὡς πρέπον Χριστιανῷ, τιμῶντας μὲν τὸν κεκληκότα κατὰ τὴν ἀβλαβῆ καὶ ἀπροσκορῆ τῆς συνουσίας κοινωνίαν, ἀδιάφορον δὲ ἡγουμένους τῶν εἰσκομιζομένων τὴν πολυτέλειαν, καταφρονοῦντας τῶν ὄψων ὡς μετ᾿ ὀλίγον οὐκ ὄντων. »ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω. «μικρὸν δὲ ὑποβὰς καὶ τὴν αἰτίαν τῆς παραγγελίας ἐξηγήσεται, »ὁ ἐσθίων« λέγων »κυρίῳ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ«· ὡς εἶναι τὴν δικαίαν τροφὴν εὐχαριστίαν· καὶ ὅ γε ἀεὶ εὐχαριστῶν οὐκ ἀσχολεῖται περὶ ἡδονάς. εἰ δὲ καὶ προτρεποίμεθα ἐπ᾿ ἀρετὴν τῶν συνεστιωμένων τινάς, ταύτῃ πλέον ἀφεκτέον τῶν λίχνων τούτων βρωμάτων, ἐναργὲς ὑπόδειγμα ἀρετῆς σφᾶς αὐτοὺς παριστάντας, ὡς Χριστὸν ἐσχήκαμεν αὐτοί. »εἰ γάρ τι τῶν τοιούτων βρωμάτων σκανδαλίζει τὸν ἀδελφόν, οὐ μὴ φάγω«, φησίν, »τοῦτο εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω«, ὀλίγης ἐγκρατείας κερδαίνων τὸν ἄνθρωπον. »μὴ γὰρ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; «καὶ »τὴν ἀλήθειαν ἐπεγνώκαμεν«, φησίν, »ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, ἀλλὰ μόνος ὄντως ἐστὶν εἷς ἡμῶν θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς. «ἀλλὰ »ἀπόλλυται«, φησί, »τῇ σῇ γνώσει ὁ ἀδελφὸς ἀσθενῶν, δι᾿ ὃν Χριστὸς ἀπέθανεν. οἱ δὲ τὴν συνείδησιν τύπτοντες τῶν ἀσθενούντων ἀδελφῶν εἰς Χριστὸν ἁμαρτάνουσιν. «ταύτῃ τοι ὁ ἀπόστολος εὐλαβούμενος περὶ ἡμῶν τὰ δεῖπνα διακρίνει »μὴ συναναμίγνυσθαι« φάσκων, »εἴ τις ἀδελφὸς λεγόμενος εὑρίσκοιτο πόρνος ἢ μοιχὸς ἢ εἰδωλολάτρης, τούτῳ μηδὲ συνεσθίειν«, ἢ τὸν λόγον ἢ τὸ ὄψον, ὑποπτεύων τὸν μολυσμὸν τὸν ἐντεῦθεν, καθάπερ καὶ τῶν δαιμονίων τὰς τραπέζας. »Καλὸν μὲν οὖν τὸ μὴ φαγεῖν κρέα μηδὲ οἶνον πιεῖν« αὐτός τε ὁμολογεῖ καὶ οἱ ἀπὸ Πυθαγόρου· θηρίων γὰρ μᾶλλον τοῦτό γε, καὶ ἡ ἀπ᾿ αὐτῶν ἀναθυμίασις θολωδεστέρα οὖσα ἐπισκοτεῖ τῇ ψυχῇ. εἰ δέ τις καὶ τούτων μεταλαμβάνει, οὐχ ἁμαρτάνει, μόνον ἐγκρατῶς μετεχέτω, μὴ ἐξεχόμενος μηδὲ ἀπηρτημένος αὐτῶν μηδὲ ἐπιλαιμαργῶν τῷ ὄψῳ· ὑπηχήσει γὰρ αὐτῷ φωνή, »μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ« λέγουσα. ἀνοήτου γὰρ σφόδρα θαυμάζειν καὶ τεθηπέναι τὰ παρατιθέμενα ταῖς δημώδεσιν ἑστιάσεσιν μετὰ τὴν ἐν λόγῳ τρυφήν, πολλῷ δέ ἐστιν ἀνοητότερον τὰς ὄψεις τοῖς προσοψήμασι δεδουλωκέναι συμμεταφερομένης αὐτοῖς, ὡς εἰπεῖν, τῆς ἀκρασίας πρὸς τῶν διακόνων. πῶς δὲ οὐκ ἀχρεῖον τὸ ἐπανίστασθαι ταῖς κλισίαις, μονονουχὶ τὸ πρόσωπον ταῖς λοπάσιν ἐπιρριπτοῦντας, καθάπερ ἐκ νεοττιᾶς τῆς κλισίας προκύπτοντας, τὸ δὴ θρυλούμενον τοῦτο, ἵνα πλανωμένην λάβωσι τὴν ἀτμίδα διὰ τῆς ἀναπνοῆς; πῶς δὲ οὐκ ἄλογον τὰς χεῖρας ἐπεμφύρειν τοῖς ἡδύσμασιν ἢ συνεχὲς ἐπὶ τοὔψον ἐκτείνειν οὐκ ἀπογευομένων, ἀλλ᾿ ἀφαρπαζόντων δίκην ἀμέτρως καὶ ἀσχημόνως ἐμφορουμένους; ἔστι γὰρ ὁρᾶν τοὺς τοιούτους ὑσὶν ἢ κυσὶν διὰ τὴν λαβρότητα μᾶλλον ἢ ἀνθρώποις ὡμοιωμένους, τοὺς χορτάζεσθαι σπεύδοντας, ὡς καὶ τὰς γνάθους ἅμα ἄμφω ἐξογκοῦσθαι τῶν περὶ τὸ πρόσωπον ἀγγείων προσεπαιρομένων, πρὸς δὲ καὶ ἱδρῶτα περιχεῖσθαι τῇ ἀπληστίᾳ συνεχομένων καὶ ἀσθμαινόντων ὑπὸ ἀκρασίας, ὠθουμένης κατ᾿ ἔπειξιν ἀκοινώνητον εἰς κοιλίαν τῆς τροφῆς, ὥσπερ εἰς ἐφόδιον, οὐκ εἰς ἀνάδοσιν, ἀποτιθεμένων τὰ ἐδέσματα. πανταχῇ δὲ κακὸν οὖσα ἡ ἀμετρία περὶ τὰς τροφὰς μάλιστα διελέγχεται. ἡ γοῦν ὀψοφαγία οὐδὲν ἕτερόν ἐστιν ἢ ἀμετρία περὶ χρῆσιν ὄψου, καὶ ἡ λαιμαργία μανία περὶ τὸν λαιμόν, καὶ ἡ γαστριμαργία ἀκρασία περὶ τὴν τροφήν, ὡς δὲ καὶ τοὔνομα περιέχει, μανία περὶ γαστέρα, ἐπεὶ μάργος ὁ μεμηνώς. τοὺς οὖν ἐπὶ ἑστιάσεως μελετῶντας ἀδικεῖν ὁ ἀπόστολος ἀνακρούων λέγει· »ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; «παρὰ δὲ τοῖς ἔχουσιν οἱ ἀνέδην ἐσθίοντες, οἱ ἄπληστοι, ἑαυτοὺς καταισχύνουσιν· ἄμφω δὲ πράττουσι κακῶς, οἳ μὲν τοὺς μὴ ἔχοντας βεβαρηκότες, οἳ δὲ τὴν ἀκρασίαν τὴν σφῶν παρὰ τοῖς ἔχουσιν γεγυμνωκότες. ἀναγκαίως ἄρα πρὸς τοὺς ἀπηρυθριακότας καὶ τοῖς δείπνοις ἀφειδέστερον παραχρωμένους, τοὺς ἀκορέστους, οἷς μηδὲν ἱκανόν, ἀποταθεὶς ὁ ἀπόστολος, πάλιν ἐκ δευτέρου ἔρρηξεν φωνὴν ἀγανακτητικήν· »ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. «ἀφεκτέον οὖν δουλοπρεπείας ἁπάσης καὶ ἀκρασίας, τῶν παρατιθεμένων κοσμίως ἐφαπτομένοις, ἀμόλυντον καὶ τὴν χεῖρα καὶ τὴν στρωμνὴν καὶ τὸ γένειον φυλάττουσιν, τὸ εὔσχημον τοῦ προσώπου διατηροῦσιν ἀδιάστροφον, οὐκ ἀσχημονοῦσιν οὐδὲ περὶ τὴν κατάποσιν, ἀλλὰ τὴν μὲν χεῖρα μετὰ τάξεως ἐκ διαστημάτων ἐκτατέον. **παραφυλακτέον γὰρ καὶ τὸ φθέγγεσθαι ὁτιοῦν ἐσθίοντα ἅμα· ἀπρεπὴς γὰρ καὶ ἄσημος ἡ φωνὴ γίνεται, πλήρεσι ταῖς γνάθοις στενοχωρουμένη, καὶ ἡ γλῶσσα τῇ τροφῇ πιεζομένη, τῆς κατὰ φύσιν ἐνεργείας παραποδισθεῖσα τὴν προφορὰν ἐκδίδωσι τεθλιμμένην. ἀλλ᾿ οὐδὲ ἐσθίειν ἅμα καὶ πίνειν καθήκει· ἀκρασίας γὰρ τῆς μεγίστης συγχεῖν τοὺς καιρούς, ὧν αἱ χρήσεις ἀσύμφωνοι. καὶ »εἴτε ἐσθίετε«, φησίν, »εἴτε πίνετε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε«, στοχαζόμενοι τῆς ἀληθοῦς εὐτελείας, ἥν μοι δοκεῖ καὶ ὁ κύριος αἰνίξασθαι τοὺς ἄρτους εὐλογήσας καὶ τοὺς ἰχθύας τοὺς ὀπτούς, οἷς κατευώχησε τοὺς μαθητάς, τῆς ἀπεριέργου τροφῆς καλὸν εἰσηγούμενος ὑπόδειγμα. ὁ γοῦν ἰχθὺς ἐκεῖνος, ὃν κελεύσαντος τοῦ κυρίου ὁ Πέτρος εἷλεν, εὔκολον καὶ αὐτὸς καὶ θεοδώρητον καὶ σώφρονα αἰνίττεται τροφήν· ἀφαιρεῖν γέ τοι ὑποτίθεται τῶν ἐξ ὕδατος ἀνιόντων ἐπὶ τὸ τῆς δικαιοσύνης δέλεαρ τὴν ἀσωτίαν καὶ τὴν φιλαργυρίαν, ὡς τὸ νόμισμα τοῦ ἰχθύος, ἵνα χωρίσῃ τὴν κενοδοξίαν, καὶ τὸν στατῆρα τοῖς τελώναις δούς, τὰ Καίσαρος ἀποδοὺς τῷ Καίσαρι, φυλάξῃ τὰ τοῦ θεοῦ τῷ θεῷ. ἔχοι δ᾿ ἂν καὶ ἄλλας ἐπιλύσεις οὐκ ἀγνοουμένας ὁ στατήρ, ἀλλ᾿ οὐχ ὁ παρὼν ἐπιτήδειος τῆς ἐξεργασίας καιρός. ἀπόχρη δὲ ὑπόμνησις συγχρωμένων ἡμῶν εἰς τὸ προκείμενον οὐκ ἀπᾴδουσιν τοῦ λόγου τοῖς ἄνθεσιν, ὅπερ ἤδη πολλάκις πεποιήκαμεν, πρὸς τὸ κατεπεῖγον τοῦ ζητήματος τὴν πολυωφελῆ περιέλκοντες εἰς ἀρδείαν τῶν φυτευομένων ὑπὸ τοῦ λόγου πηγήν. καὶ γὰρ εἰ »πάντων μεταλαμβάνειν ἔξεστί μοι, ἀλλ᾿ οὐ πάντα συμφέρει«· ταχὺ γὰρ καταπίπτουσιν ἐπὶ τὸ δρᾶν τὸ μὴ ἐξὸν οἱ πάντα δρῶντες ἃ ἐξόν. ὡς δὲ ἡ δικαιοσύνη διὰ πλεονεξίας οὐ περιγίνεται οὐδὲ ἡ σωφροσύνη δι᾿ ἀκολασίας, οὕτως οὐδὲ ἡ τοῦ Χριστιανοῦ δίαιτα ἡδυπαθείᾳ περικτᾶται· πόρρω γάρ ἐστι τῶν »πασχητιώντων ἐδεσμάτων« ἡ τράπεζα τῆς ἀληθείας. εἰ γὰρ καὶ τὰ μάλιστα ἕνεκεν τῶν ἀνθρώπων ἐγένετο τὰ πάντα, ἀλλ᾿ οὐ πᾶσι χρῆσθαι καλόν, ἀλλ᾿ οὐδὲ ἀεί. καὶ γὰρ καὶ ὁ καιρὸς καὶ ὁ χρόνος καὶ ὁ τρόπος καὶ τὸ πρὸς τί οὐκ ὀλίγην τῷ παιδαγωγουμένῳ πρὸς τὸ λυσιτελὲς ἐνδίδωσι ῥοπήν, καὶ τό γε [ἔστιν] ἐπιτήδειον ἰσχὺν ἔχει καταργῆσαι τὸν ἐπιγάστριον βίον, οὗ πλοῦτός ἐστιν ἐκκλητικός, οὐ βλέπων ὀξύ, ἀλλ᾿ ἡ τυφλώττουσα περὶ τὴν γαστριμαργίαν περιουσία. οὐδεὶς δέ ἐστι πένης εἰς τὰ ἀναγκαῖα, οὐδὲ περιορᾶταί ποτε ἄνθρωπος· ὁ γὰρ καὶ τὰ πτηνὰ καὶ τὰ νηκτὰ καὶ συνελόντι εἰπεῖν τὰ ἄλογα ζῷα διατρέφων εἷς ἐστιν, ὁ θεός· λείπει δὲ αὐτοῖς οὐδὲ ἓν ὁτιοῦν μὴ μεριμνῶσι τροφῆς. ἡμεῖς δὲ καὶ τούτων ἀμείνους, ὅσῳ καὶ κύριοι, καὶ θεῷ οἰκειότεροι, ὅσῳ σωφρονέστεροι. γεγόναμεν δὲ οὐχ ἵνα ἐσθίωμεν καὶ πίνωμεν, ἀλλ᾿ ἵνα ὦμεν εἰς ἐπίγνωσιν γεγονότες τοῦ θεοῦ. »δίκαιος γάρ«, φησίν, »ἐσθίων ἐμπίμπλαται τῇ ψυχῇ, κοιλίαι δὲ ἀσεβῶν ἐνδεεῖς«, ἀκαταπαύστου λιχνείας ὀρεγόμεναι. πολυτέλεια δὲ οὐκ εἰς ἀπόλαυσιν ἔρημον, ἀλλ᾿ εἰς μετάδοσιν κοινωνικὴν ἐπιτήδειος. διὸ παραφυλακτέον τῶν βρωμάτων ἃ μὴ πεινῶντας ἡμᾶς ἐσθίειν ἀναπείθει γοητεύοντα τὰς ὀρέξεις. μὴ γὰρ οὐκ ἔνεστι καὶ ἐν εὐτελείᾳ σώφρονι πολυειδία ἐδεσμάτων ὑγιεινή; βολβοί, ἐλαῖαι, λαχάνων ἔνια, γάλα, τυρὸς τά τε ὡραῖα ἑψήματά τε παντοδαπὰ ζωμῶν ἄνευ. κἂν ὀπτοῦ δέῃ κρέως ἢ ἑφθοῦ, μεταδοτέον. »ἔχετέ τι βρώσιμον ἐνθάδε; «εἶπεν ὁ κύριος πρὸς τοὺς μαθητὰς μετὰ τὴν ἀνάστασιν. »οἳ δὲ« (ἅτε ὑπ᾿ αὐτοῦ εὐτέλειαν ἀσκεῖν δεδιδαγμένοι) »ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος· καὶ φαγὼν ἐνώπιον αὐτῶν εἶπεν αὐτοῖς«, φησὶν ὁ Λουκᾶς, ὅσα εἶπεν. πρὸς τούτοις οὐδὲ τραγημάτων καὶ κηρίων ἀμοίρους περιορατέον τοὺς δειπνοῦντας κατὰ λόγον. τῶν γάρ τοι βρωμάτων ἐπιτηδειότατα οἷς αὐτόθεν χρῆσθαι ὑπάρχει δίχα πυρός, ἐπεὶ καὶ ἑτοιμότερα, δεύτερα δὲ τὰ εὐτελέστερα, ὡς προειρήκαμεν. τῶν δὲ ἀμφὶ τὰς φλεγμαινούσας κυπταζόντων τραπέζας, τὰ σφέτερα τιθηνουμένων πάθη, δαίμων καθηγεῖται λιχνότατος, ὃν ἔγωγε οὐκ ἂν αἰσχυνθείην »κοιλιοδαίμονα« προσειπεῖν, [καὶ] δαιμόνων κάκιστον καὶ ἐξωλέστατον. παραπλήσιος οὖν οὗτος ἀτεχνῶς τῷ ἐγγαστριμύθῳ καλουμένῳ. ἄμεινον δὲ πολλῷ τοῦ δαίμονα ἔχειν σύνοικον εὐδαίμονα γενέσθαι· εὐδαιμονία δὲ ἐν χρήσει ἀρετῆς ἐξετάζεται. Ματθαῖος μὲν οὖν ὁ ἀπόστολος σπερμάτων καὶ ἀκροδρύων καὶ λαχάνων ἄνευ κρεῶν μετελάμβανεν, Ἰωάννης δὲ ὑπερτείνας τὴν ἐγκράτειαν »ἀκρίδας καὶ μέλι ἤσθιεν ἄγριον«. ὑῶν δὲ ἀπείχετο καὶ Πέτρος· ἀλλ᾿ »ἔπεσεν ἐπ᾿ αὐτὸν ἔκστασις«, ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται, »καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καί τι σκεῦος τέτταρσιν ἀρχαῖς ἐκδεδεμένον ἐπὶ τῆς γῆς· πάντα τὰ τετράποδα καὶ τὰ ἑρπετὰ τῆς γῆς καὶ τὰ πτηνὰ τοῦ οὐρανοῦ ἐν αὐτῷ· καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀνάστα καὶ θῦσον καὶ φάγε. Πέτρος δὲ εἶπεν· μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. καὶ ἡ φωνὴ πάλιν πρὸς αὐτὸν ἐκ δευτέρου· ἃ ὁ θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου. «καὶ ἡμῖν δὲ ἄρα ἀδιάφορος ἡ χρῆσις. »οὐ γὰρ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον«, ἀλλὰ ἡ περὶ τῆς ἀκρασίας διάληψις κενή. ὁ γάρ τοι θεὸς τὸν ἄνθρωπον πλάσας »πάντα ὑμῖν« εἶπεν »ἔσται εἰς βρῶσιν«. »λάχανα δὲ μετὰ ἀγάπης ἢ μόσχον μετὰ δολιότητος· «εὖ τοῦτο ὑπομιμνῄσκει τοῦ προειρημένου λόγου, ὡς οὐ τὰ λάχανα ἡ ἀγάπη, μετὰ δὲ ἀγάπης τὰ δεῖπνα παραληπτέα. ἀγαθὴ μὲν ἡ μέση κατάστασις ἐν πᾶσι μέν, οὐχ ἥκιστα δὲ καὶ ἐν τῇ ἀμφὶ τὴν ἑστίασιν παρασκευῇ· ἐπεὶ αἱ μὲν ἀκρότητες σφαλεραί, αἱ μεσότητες δὲ ἀγαθαί. μέσον δέ ἐστι πᾶν τὸ ἀνενδεὲς τῶν ἀναγκαίων· αἱ γὰρ κατὰ φύσιν ὀρέξεις αὐταρκείᾳ περιορίζονται. Ἰουδαίοις δὲ διὰ τοῦ νόμου οἰκονομικώτατα καταγγέλλεται ἡ εὐτέλεια· μυρίων γὰρ ὅσων ἀφείλατο τὴν χρῆσιν ὁ παιδαγωγὸς αὐτοὺς διὰ Μωσέως, αἰτίας προσάπτων, κεκρυμμένας μὲν τὰς πνευματικάς, ἐμφανεῖς δὲ τὰς σαρκικάς, αἷς καὶ πεπιστεύκασι, τοῖς μὲν ὅτι οὐκ ἔστι δίχηλα, τοῖς δὲ ὅτι τὴν τροφὴν οὐ μηρυκᾶται, τὰ δ᾿ ὅτι ἄρα οὐκ ἔχει μόνα τῶν ἐνύδρων λεπίδας, ὡς ὀλίγα παντελῶς ἀπολείπεσθαι πρὸς τὴν τροφὴν αὐτοῖς ἐπιτήδεια. ὧν δὲ ἐφῆκεν ἅπτεσθαι, πάλιν κεκώλυκεν τούτων τὰ θνηξιμαῖα τά τε εἰδωλόθυτα τά τε ἀποπεπνιγμένα· οὐδὲ γὰρ τούτων ψαύειν θέμις. ἐπεὶ γὰρ ἀμήχανον χρώμενον τοῖς ἡδέσιν ἀποστῆναι τῆς ἀποδοχῆς αὐτῶν, τὴν ἐναντίαν ἀντέθηκεν ἀγωγήν, μέχρις ἂν ἐκλύσῃ τὴν ἐκ τοῦ ἔθους ἐπὶ τὴν ἡδυπάθειαν καταδρομήν. ἀνθρώποις δὲ τὰ μὲν πολλὰ βλάβην καὶ λύπην ἐνεγέννησεν ἡδονή, δυσπάθειαν δὲ καὶ λήθην καὶ ἀφροσύνην ἡ πολυτροφία ἐντίκτει τῇ ψυχῇ. εὐαυξῆ δὲ καὶ τῶν παίδων τὰ σώματα γίνεσθαί φασιν εἰς μῆκος ἐπιδιδόντων ἀπὸ τῆς ἐλλειπούσης τροφῆς· οὐ γὰρ κωλύεται τὸ ἀνατρέχον εἰς αὔξην πνεῦμα τῆς πολλῆς τροφῆς ἀντιφραττούσης τὸ εὔπνουν τοῦ δρόμου. ὅθεν κατηγορῶν τοῦ τρυφῶντος βίου ὁ τὴν ἀλήθειαν ἐζηλωκὼς τῶν φιλοσόφων Πλάτων τὸ ἔναυσμα τῆς Ἑβραϊκῆς φιλοσοφίας ζωπυρῶν· »ἐλθόντα δέ με«, φησίν, »ὁ ταύτῃ λεγόμενος αὖ βίος εὐδαίμων, Ἰταλικῶν τε καὶ Συρακουσσίων τραπεζῶν πλήρης, οὐδαμῶς ἤρεσεν, δὶς τῆς ἡμέρας ἐμπιμπλάμενον ζῆν καὶ μηδέποτε μόνον κοιμώμενον νύκτωρ, καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ· ἐκ γὰρ τούτων οὔτ᾿ ἂν φρόνιμος οὐδείς ποτ᾿ ἂν γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων δύναιτο ἐκ νέου ἐπιτηδεύων τοιαῦτα, οὔθ᾿ οὕτω θαυμαστῇ φύσει κραθήσεται. «οὐ γὰρ ἄπυστος ἦν ὁ Πλάτων τοῦ Δαβίδ, ὃς ἐν τῇ πόλει τῇ ἑαυτοῦ τὴν ἁγίαν ἱδρύων κιβωτὸν ἐν μέσῃ τῇ σκηνῇ, παντὶ τῷ ὑπηκόῳ εὐφροσύνην ποιήσας λαῷ, »ἐναντίον τοῦ κυρίου διεμέρισεν εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ἰσραὴλ ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου«. αὐτάρκης αὕτη ἡ τροφὴ καὶ Ἰσραηλιτική, ἡ δὲ ἐθνικὴ περιττή. »σώφρων οὐδ᾿ ἂν μελλήσαι ποτὲ γενέσθαι« ὁ χρώμενος αὐτῇ, τὸν νοῦν ἐγκατορύξας τῇ κοιλίᾳ, τῷ ἰχθύι τῷ καλουμένῳ ὄνῳ τὰ μάλιστα ἐοικώς, ὃν δή φησιν Ἀριστοτέλης μόνον τῶν ἄλλων ζῴων ἐν τῇ γαστρὶ τὴν καρδίαν ἔχειν. τοῦτον ἐκτραπελόγαστρον Ἐπίχαρμος καλεῖ ὁ κωμικός. τοιοῦτοι τῶν ἀνθρώπων οἱ εἰς γαστέρα πεπιστευκότες, »ὧν θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες«. τούτοις οὐκ ἀγαθὰ προεθέσπισεν ὁ ἀπόστολος, »ὧν τὸ τέλος« εἰπὼν »ἡ ἀπώλεια«.