# Paedagogus 2.Πῶς τῷ ποτῷ προσενεκτέον..1

Clement of Alexandria, Paedagogus, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/paedagogus/2.%CE%A0%E1%BF%B6%CF%82%20%CF%84%E1%BF%B7%20%CF%80%CE%BF%CF%84%E1%BF%B7%20%CF%80%CF%81%CE%BF%CF%83%CE%B5%CE%BD%CE%B5%CE%BA%CF%84%CE%AD%CE%BF%CE%BD..1

»Οἴνῳ δὲ ὀλίγῳ χρῶ«, τῷ Τιμοθέῳ ὑδροποτοῦντι, »διὰ τὸν στόμαχόν σου«, φησὶν ὁ ἀπόστολος, παγκάλως νοσηλευομένῳ καὶ πλαδῶντι σώματι κατάλληλον τὸ ἐπιστῦφον βοήθημα προσφέρων, ὀλίγον δὲ ἐγκρίνων τοῦτο, μὴ λάθῃ τὸ βοήθημα διὰ πλῆθος ἄλλης θεραπείας δεόμενον. φυσικὸν μὲν οὖν καὶ νηφάλιον ποτὸν ἀναγκαῖον διψῶσίν ἐστιν ὕδωρ. τοῦτο ἐκ τῆς ἀκροτόμου πέτρας κατειβόμενον τοῖς παλαιοῖς τῶν Ἑβραίων μονότροπον σωφροσύνης ὁ κύριος ἐχορήγει ποτόν, νήφειν δὲ μάλιστα ἐχρῆν τοὺς ἔτι πλανωμένους. ἔπειτα ἡ ἄμπελος ἡ ἁγία τὸν βότρυν ἐβλάστησεν τὸν προφητικόν. τοῦτο σημεῖον τοῖς εἰς ἀνάπαυσιν ἐκ τῆς πλάνης πεπαιδαγωγημένοις, ὁ μέγας βότρυς, ὁ λόγος ὁ ὑπὲρ ἡμῶν θλιβείς, τὸ αἷμα τῆς σταφυλῆς ὕδατι κίρνασθαι ἐθελήσαντος τοῦ λόγου, ὡς καὶ τὸ αἷμα αὐτοῦ σωτηρίᾳ κίρναται διττὸν δὲ τὸ αἷμα τοῦ κυρίου· τὸ μέν ἐστιν αὐτοῦ σαρκικόν, ᾧ τῆς φθορᾶς λελυτρώμεθα, τὸ δὲ πνευματικόν, τοῦτ᾿ ἔστιν ᾧ κεχρίσμεθα. καὶ τοῦτ᾿ ἔστι πιεῖν τὸ αἷμα τοῦ Ἰησοῦ, τῆς κυριακῆς μεταλαβεῖν ἀφθαρσίας· ἰσχὺς δὲ τοῦ λόγου τὸ πνεῦμα, ὡς αἷμα σαρκός. ἀναλόγως τοίνυν κίρναται ὁ μὲν οἶνος τῷ ὕδατι, τῷ δὲ ἀνθρώπῳ τὸ πνεῦμα, καὶ τὸ μὲν εἰς πίστιν εὐωχεῖ, τὸ κρᾶμα, τὸ δὲ εἰς ἀφθαρσίαν ὁδηγεῖ, τὸ πνεῦμα, ἡ δὲ ἀμφοῖν αὖθις κρᾶσις ποτοῦ τε καὶ λόγου εὐχαριστία κέκληται, χάρις ἐπαινουμένη καὶ καλή, ἧς οἱ κατὰ πίστιν μεταλαμβάνοντες ἁγιάζονται καὶ σῶμα καὶ ψυχήν, τὸ θεῖον κρᾶμα τὸν ἄνθρωπον τοῦ πατρικοῦ βουλήματος πνεύματι καὶ λόγῳ συγκιρνάντος μυστικῶς· καὶ γὰρ ὡς ἀληθῶς μὲν τὸ πνεῦμα ᾠκείωται τῇ ὑπ᾿ αὐτοῦ φερομένῃ ψυχῇ, ἡ δὲ σὰρξ τῷ λόγῳ, δι᾿ ἣν »ὁ λόγος γέγονεν σάρξ«. ἄγαμαι τοίνυν τοὺς αὐστηρὸν ἐπανῃρημένους βίον καὶ τῆς σωφροσύνης τὸ φάρμακον ἐπιποθοῦντας τὸ ὕδωρ, φεύγοντας δὲ ὅτι μάλιστα πορρωτάτω τὸν οἶνον οἷον πυρὸς ἀπειλήν. Ἀρέσκει οὖν τοὺς παῖδας καὶ τὰς κόρας ὡς ἐπὶ τὸ πλεῖστον ἀπέχεσθαι τοῦ φαρμάκου τούτου· οὐ γὰρ κατάλληλον ζεούσῃ ἡλικίᾳ τῶν ὑγρῶν τὸ θερμότατον ἐπεγχεῖν, τὸν οἶνον, οἱονεὶ πῦρ ἐποχετεύοντας πυρί, ἐξ οὗ ὁρμαί τε ἄγριαι καὶ φλεγμαίνουσαι ἐπιθυμίαι καὶ διάπυρον ἦθος ἐκκαίεται προπετεῖς τε οἱ νέοι ἔνδοθεν χλιαινόμενοι ἐπὶ τὰς ὀρέξεις γίνονται, ὡς δὴ προὖπτον αὐτῶν τὴν βλάβην ἐλέγχεσθαι διὰ τοῦ σώματος, πεπαινομένων θᾶττον ἢ προσῆκεν τῶν τῆς ἐπιθυμίας μελῶν. ὀργῶσι γοῦν ἀναιδέστερον ἀναζέοντος οἴνου καὶ οἰδοῦσι μαστοί τε καὶ μόρια προκηρύσσοντες ἤδη πορνείας εἰκόνα καὶ τῆς ψυχῆς τὸ τραῦμα φλεγμαίνειν ἀναγκάζει τὸ σῶμα σφυγμοί τε ἀναιδεῖς περιεργίαν διώκουσιν εἰς παρανομίας ἐκκαλούμενοι τὸν κόσμιον. ἐνθένδε ἤδη τῆς ἡλικίας τὸ γλεῦκος ὑπερβάλλει τῆς αἰδοῦς τοὺς ὅρους. χρὴ δέ, ὡς ἔνι μάλιστα, κατασβεννύναι πειρᾶσθαι τὰς ὁρμὰς τῶν νέων, ἀφαιροῦντας μὲν τὸ ὑπέκκαυμα, τὸ τῆς ἀπειλῆς βακχικόν, ἐπεισχέοντας δὲ τὸ ἀντιφάρμακον τῆς ἐκζέσεως, ὃ καὶ τὴν ψυχὴν τυφομένην ἤδη καθέξει καὶ τὰ μόρια ἐφέξει διοιδοῦντα καὶ κατακοιμίσει τὸν ἐρεθισμὸν τῆς ἤδη σαλευομένης ἐπιθυμίας. Οἱ δὲ ἀκμάζοντες μεθ᾿ ἡμέραν μὲν ἀρίστου μεταλαβόντες, οἷς κατάλληλον τὸ ἄριστον, ἄρτου μόνον ἀπογευσάμενοι ἀπεχέσθων πάμπαν τοῦ ποτοῦ πρὸς τὸ ἀναπίνεσθαι τὴν περιττὴν ὑγρότητα αὐτῶν ἀνασφογγιζομένην ξηροφαγίᾳ. καὶ γὰρ τὸ συνεχὲς πτύειν καὶ ἀπομύσσεσθαι καὶ περὶ τὰς ἐκκρίσεις σπεύδειν ἀκρασίας τεκμήριον ἐκ τῆς ἀμέτρου προσφορᾶς ὑπερχεομένων τῶν ὑγρῶν τῷ σώματι. εἰ δὲ καὶ ἐπιγίνοιτο δίψα, ἀκείσθων ὕδατι τὸ πάθος οὐ πολλῷ· οὐδὲ γὰρ ὕδατος ἀνέδην ἐμφορεῖσθαι καθήκει, ὡς μὴ ἐκκλύζοιτο ἡ τροφή, καταλεαίνοιτο δὲ εἰς πέψιν καταταττομένων μὲν εἰς τὸν ὄγκον τῶν σιτίων, ὀλίγων δὲ παντάπασιν εἰς τὰς ἐκκρίσεις χωρούντων. πρέπει δὲ καὶ ἄλλως ταῖς θεϊκαῖς φροντίσιν μὴ οἰνοβαρεῖν· ὁ γὰρ »ἄκρατος« κατὰ τὸν κωμικὸν »ὀλίγα ἀναγκάζει φρονεῖν«, μή τι δὲ οὐδὲ σωφρονεῖν. εἰς δὲ ἑσπέραν τοῦ δείπνου περὶ τὴν ὥραν οἴνῳ χρηστέον, ἐπειδὰν μηκέτι τοῖς ἀναγνώσμασιν σχολάζωμεν τοῖς νηφαλιωτέροις. τὸ τηνίκα δὲ ψυχρότερον καὶ τὸ περιέχον παρὰ τὸ μεθ᾿ ἡμέραν γίγνεται, ὡς δεῖν ὑποτρέφειν τὴν ἐκλείπουσαν ἔμφυτον ἀλέαν ἐπεισάκτῳ θερμότητι, ὀλίγῳ δὲ τῷ οἴνῳ κἀνταῦθα· οὐ γὰρ μέχρι τῶν ὕβρεως προϊτέον κρατήρων. Τοῖς δὲ ἤδη παρηβηκόσιν ἱλαρώτερον ἐπιτρεπτέον μεταλαμβάνειν τοῦ ποτοῦ, τὸ καταψυχόμενον τῆς ἡλικίας, οἷον μαραινόμενον ὑπὸ χρόνου, ἀναζωπυροῦντας ἀβλαβῶς τῷ τῆς ἀμπέλου φαρμάκῳ· οὐδὲ γὰρ ὡς ἐπὶ πλεῖστον ἐγκυμαίνονται ἔτι τῶν πρεσβυτέρων αἱ ὀρέξεις περὶ τὰ τῆς μέθης ναυάγια· καθωρμισμένοι μὲν οἷον ἀγκύραις τῷ λόγῳ καὶ τῶ χρόνῳ τὴν ζάλην τῶν ἐπιθυμιῶν τὴν καταιγίζουσαν ἐκ μέθης ῥᾷον φέρουσιν, οἷς ἴσως καὶ χαριεντίσασθαί τι ἔξεστι παρὰ τὰς εὐωχίας. ἀλλὰ καὶ τούτοις ὅρος ἔστω τοῦ ποτοῦ μέχρις οὗ τὸν λογισμὸν ἄσειστον διατηρήσωσιν καὶ τὴν μνήμην ἐνεργὸν καὶ τὸ σῶμα ἀσάλευτον οἴνῳ καὶ ἀκράδαντον· ἀκροθώρακα τοῦτον καλοῦσιν οἱ περὶ ταῦτα δεινοί. καλὸν οὖν τὸ προκαταλήγειν διὰ τὸν ὄλισθον. Ἀρτώριος δέ τις ἐν τῷ Περὶ μακροβιοτίας, μέμνημαι γάρ, ἐφ᾿ ὅσον βρέξαι τὰ σιτία μόνον οἴεται δεῖν προάγειν, ἵνα μακροτέραν κτησώμεθα τὴν ζωήν. ἁρμόδιον τοίνυν τὸν οἶνον τοὺς μὲν ἐν θεραπείας μέρει προσφέρεσθαι διὰ τὴν ὑγείαν μόνην, τοὺς δὲ ἐπ᾿ ἀνέσει καὶ διαχύσει. οἶνος γὰρ πρῶτον μὲν αὐτὸν αὑτῷ ἵλεω ποιεῖ τὸν πιόντα μᾶλλον ἢ πρότερον καὶ τοῖς συμπόταις μειλίχιον καὶ τοῖς οἰκέταις πραΰτερον καὶ προσηνέστερον τοῖς φίλοις, παροινηθεὶς δὲ ἀμείβεται τὴν ὕβριν· θερμὸς γὰρ ὢν καὶ χυμοὺς ἔχων ἡδεῖς, κεκραμένος ἐμμελῶς τὰ μὲν γλίσχρα τῶν περιττωμάτων διατήκει θερμότητι, τοὺς δὲ δριμεῖς καὶ φαύλους ταῖς εὐωδίαις κεράννυσι χυμούς. εὖ γοῦν ἐκεῖνο εἴρηται· »ἀγαλλίαμα ψυχῆς καὶ καρδίας οἶνος ἔκτισται ἀπ᾿ ἀρχῆς πινόμενος αὐτάρκης.« κίρνασθαι δὲ ἄριστον ὕδατι ὡς πλείστῳ τὸν οἶνον καὶ [μὴ ὡς ὕδωρ ἐπιζητεῖσθαι καὶ] ἀπαμβλύνεσθαι πρὸς τὴν μέθην καὶ μὴ ὡς ὕδωρ ἐπεγχεῖσθαι διὰ τὴν φιλοινίαν· ἄμφω μὲν γὰρ τοῦ θεοῦ ποιήματα, καὶ ταύτῃ πρὸς ὑγείαν συνερεῖ ἡ κρᾶσις ἡ ἀμφοῖν, ὕδατός τε καὶ οἴνου, ὅτι ἐκ τοῦ ἀναγκαίου καὶ τοῦ χρησίμου ὁ βίος συνέστηκεν. τῷ μὲν οὖν ἀναγκαίῳ τῷ ὕδατι ὡς ὅτι πλείστῳ ἐγκαταμικτέον καὶ τοῦ χρησίμου· οἴνῳ δὲ ἀμέτρῳ ἡ μὲν γλῶττα παραποδίζεται, παρίεται δὲ τὰ χείλη, ὀφθαλμοὶ δὲ παρατρέπονται, οἷον κολυμβώσης τῆς ὄψεως ὑπὸ τοῦ πλήθους τῆς ὑγρότητος, καὶ ψεύδεσθαι βεβιασμένοι κύκλῳ μὲν ἡγοῦνται περιφέρεσθαι τὰ πάντα, ἀριθμεῖν δὲ οὐ δύνανται τὰ πόρρω ὡς ἔστι μόνα· καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ, μεθύων ὁ Θηβαῖος ἔλεγεν γέρων· κινουμένη μὲν γὰρ ὑπὸ τῆς τοῦ οἴνου θερμότητος ἡ ὄψις πυκνότερον πολλαπλασίονα τοῦ ἑνὸς φαντάζεται τὴν οὐσίαν· διαφέρει δ᾿ οὐδὲν ἢ τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸν γὰρ ἐξ ἀμφοῖν ἡ ὄψις πέπονθεν τῆς τοῦ ὑποκειμένου καταλήψεως διὰ τὸν σάλον ἀκριβῶς ἐφικέσθαι μὴ δυναμένη. καὶ αἱ βάσεις καθάπερ ῥεύματι ὑποφέρονται λυγμοί τε καὶ ἔμετοι καὶ παραφροσύναι ἐπεισεκώμασαν. πᾶς γὰρ οἰνωθεὶς ἀνὴρ κατὰ τὴν τραγῳδίαν ἥσσων μὲν ὀργῆς ἐστιν, τοῦ δὲ νοῦ κενός, φιλεῖ τε πολλὴν γλῶτταν ἐκχέας μάτην ἄκων ἀκούειν ἅπερ ἑκὼν εἶπεν κακῶς. καὶ πρό γε τῆς τραγῳδίας ἡ σοφία κέκραγεν· »οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ παντὶ πτώματι πληθύνει.« Διὸ οἱ μὲν πλεῖστοι ἀνίεσθαί φασιν δεῖν παρὰ τοὺς πότους καὶ τὰ σπουδαῖα εἰς ἕω ὑπερτίθεσθαι. ἐγὼ δὲ τότε μάλιστα τὸν λόγον συνευωχησόμενον ἀξιῶ παρεισάγειν παιδαγωγήσοντα τὴν οἰνοφλυγίαν, μὴ λάθῃ παραπεσοῦσα εἰς μέθην ἡ εὐωχία· ὡς γὰρ ὀφθαλμοὺς οὐκ ἄν τις εὖ φρονῶν πρὶν ἢ ἐπὶ τὸν ὕπνον ἰέναι ἀξιώσειε μύειν, οὕτως οὐδὲ τὸν λόγον ἀπεῖναι τοῦ συμποσίου ὀρθῶς ἄν τις βουληθείη οὐδὲ προκατακοιμίζειν αὐτὸν τῶν πράξεων ἐπιτηδεύσαι ἂν καλῶς. ἀλλ᾿ οὐδὲ ἀφίστασθαί ποτε δυνήσεται τῶν οἰκείων ὁ λόγος αὐτῷ, οὐδ᾿ ἂν καθεύδωμεν· καὶ γὰρ ἐπὶ τὸν ὕπνον παρακλητέον. τελεία γὰρ ἡ σοφία θείων οὖσα καὶ ἀνθρωπίνων πραγμάτων ἐπιστήμη ἐμπεριλαβοῦσα τὰ ὅλα, κατ᾿ ἐκεῖνο, καθ᾿ ὃ ἂν ἐπισκοπῇ τὴν ἀνθρώπων ἀγέλην, τέχνη γίνεται περὶ βίον, καὶ ταύτῃ πάντῃ συμπάρεστιν ἐφ᾿ ὅσον βιοῦμεν, ἀεὶ τὸ ἴδιον ἔργον ἐκτελοῦσα, τὴν εὐζωΐαν. οἱ δὲ κακοδαίμονες οἱ ἀπελαύνοντες σωφροσύνην εὐωχίας μακαριστὸν ἡγοῦνται βίον τὴν ἀκοσμίαν τὴν περὶ τὰ συμπόσια, ὧν ἐστι τὸ ζῆν οὐδὲν ἀλλ᾿ ἢ κῶμος, κραιπάλη, βαλανεῖα, ἄκρατος, ἀμίδες, ἀργία, πότος. ὁρᾶν γοῦν ἔστιν αὐτῶν τινας ἡμιμεθεῖς, σφαλλομένους, περὶ τοῖς τραχήλοις ἔχοντας στεφάνους ὥσπερ τοὺς ἀμφορεῖς, διαπυτίζοντας ἀλλήλοις τὸν ἄκρατον φιλοτησίας ὀνόματι, ἄλλους δὲ πλήρεις κραιπάλης, αὐχμῶντας, ὠχριῶντας, τὰ πρόσωπα πελιδνοὺς καὶ ἔτι ἐπὶ τῇ χθιζῇ μέθῃ ἄλλην ἕωθεν αὖθις ἀναντλοῦντας μέθην. καλόν, ὦ φίλοι, καλὸν καταμαθόντας ὅτι μάλιστα πόρρωθεν τὴν εἰκόνα ταύτην τὴν γελοίαν ἅμα καὶ ἐλεεινὴν σφᾶς αὐτοὺς πρὸς τὸ ἄμεινον σχηματίζειν, ὀρρωδοῦντας μὴ ἄρα πῃ καὶ ἡμεῖς παραπλήσιον θέαμα ἄλλοις καὶ γέλως γενώμεθα. ἀστείως ἄρα εἴρηται· »ὡς ἄρα κάμινος μὲν δοκιμάζει στόμωμα ἐν βαφῇ, οἶνος δὲ καρδίαν ὑπερηφάνων ἐν μέθῃ.« μέθη μὲν οὖν ἐστιν ἀκράτου χρῆσις σφοδροτέρα, παροινία δὲ ἡ ἐκ τῆς χρήσεως ἀκοσμία, κραιπάλη δὲ ἡ ἐπὶ τῇ μέθῃ δυσαρέστησις καὶ ἀηδία ἀπὸ τοῦ τὸ κάρα πάλλειν ὠνομασμένη. τοῦτον τὸν βίον, εἰ βίον καλεῖν χρή, ῥᾴθυμον ὄντα καὶ περὶ τὰς ἡδυπαθείας κεκινημένον καὶ περὶ τὴν οἰνοφλυγίαν ἐπτοημένον ἡ θεία σοφία ὑφορωμένη παραγγέλλει τοῖς αὑτῆς τέκνοις· »μὴ ἴσθι οἰνοπότης μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν ἀγορασμοῖς, πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει καὶ ἐνδύσεται διερρηγμένα πᾶς ὑπνώδης.« ὑπνώδης γὰρ πᾶς ὁ μὴ εἰς σοφίαν ἐγρηγορῶν, ἀλλὰ ὑπὸ μέθης βαπτιζόμενος εἰς ὕπνον. καὶ διερρωγότα, φησίν, ἐνδύσεται ὁ πάροινος, ἐπαισχυνθήσεται τῇ μέθῃ διὰ τοὺς κατοπτεύοντας. ὀπαὶ γὰρ ἁμαρτωλοῦ τὰ διερρωγότα τοῦ ὕφους τοῦ σαρκικοῦ φιληδονίαις κατατετρημένα, δι᾿ ὧν ἡ αἰσχύνη ἔνδοθεν τῆς ψυχῆς ἐπιθεωρεῖται, ἡ ἁμαρτία, δι᾿ ἣν οὐδὲ σωθήσεται ῥᾳδίως τὸ ὕφος τὸ ἀπεσπασμένον πάντοθεν εἰς πολλὰς κατασηπόμενον ἐπιθυμίας, τὸ ἀπεσχισμένον τῆς σωτηρίας. ταύτῃ νουθετικώτατα ἐπιφέρει· »τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσις; τίνι ἀηδεῖς λέσχαι; τίνι συντρίμματα διακενῆς;« ὁρᾶτε ὅλον διερρωγότα τὸν φίλοινον, ὃς παρορᾷ μὲν τὸν λόγον αὐτόν, ἔκδοτον δὲ αὑτὸν συνεχώρησεν τῇ μέθῃ, ὅσα τούτῳ ἠπείλησεν ἡ γραφή· καὶ πάλιν ἐπιφέρει τῇ ἀπειλῇ· »τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται;« ἐνταῦθα μὲν καὶ νεκρὸν ἤδη τῷ λόγῳ τὸν φιλοπότην ἀποφαίνεται, διὰ τῶν ὀφθαλμῶν τῶν πελιδνῶν, ὃ τοῖς νεκροῖς σημεῖον ἐπιφαίνεται, τὸν ἐν κυρίῳ θάνατον αὐτῷ καταγγείλασα· ἡ γὰρ ἀμνηστία τῶν εἰς τὴν ἀληθῆ συντεινόντων ζωὴν ἐπὶ τὴν φθορὰν ῥέπει. εἰκότως οὖν στερρότατα ὁ παιδαγωγὸς ἀπαγορεύει τῆς ἡμετέρας κηδόμενος σωτηρίας· »μὴ πίνετε οἶνον ἐπὶ μέθῃ.« διὰ τί, πεύσῃ; »ὅτι«, φησί, »τὸ στόμα σου τότε λαλήσει σκολιά, κατακείσῃ δὲ ὥσπερ ἐν καρδίᾳ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι.« ἐντεῦθεν καὶ ἡ ποιητικὴ ὠφελημένη λέγει· οἶνός τε, ὃς πυρὶ ἶσον ἔχει μένος, εὖτ᾿ ἂν ἐς ἄνδρας ἔλθῃ, κυμαίνει δ᾿ οἷα Λίβυσσαν ἅλα βορέης ἠὲ νότος, τὰ δὲ κεκρυμμένα πάντα φαίνει, ἁμαρτοεπής· οἶνος μεθύουσιν ὄλισθος, οἶνος ψυχαπάτης καὶ τὰ ἑξῆς. ὁρᾶτε τοῦ ναυαγίου τὸν κίνδυνον; περικλύζεται μὲν ἡ καρδία πολυποσίᾳ, τὸ δὲ πλῆθος τῆς οἰνοφλυγίας θαλάττης εἴκασεν ἀπειλῇ, ἐν ᾗ βεβυθισμένον τὸ σῶμα ὥσπερ ναῦς δέδυκεν εἰς βυθὸν ἀκοσμίας ταῖς τοῦ οἴνου τρικυμίαις ἐπικεχωσμένον, ὁ δὲ κυβερνήτης, ὁ νοῦς ὁ ἀνθρώπινος, περιφέρεται τῷ κλύδωνι ὑπερεχούσης τῆς μέθης, ἐνθαλαττεύων τε ἰλιγγιᾷ τῷ ζόφῳ τῆς καταιγίδος, τοῦ τῆς ἀληθείας ἀστοχήσας λιμένος, ἕως ἂν περιπεσὼν ὑφάλοις πέτραις αὐτὸς αὑτὸν ἐξοκείλας εἰς ἡδονὰς διαφθείρῃ. Εἰκότως οὖν καὶ ὁ ἀπόστολος παραγγέλλει· »μὴ μεθύσκεσθε ἐν οἴνῳ, ᾧ ἐστιν ἀσωτία πολλή«, τὸ ἄσωστον τῆς μέθης διὰ τῆς ἀσωτίας αἰνιξάμενος. εἰ γὰρ καὶ τὸ ὕδωρ οἶνον ἐν τοῖς γάμοις πεποίηκεν, οὐκ ἐπέτρεψεν μεθύειν, τὸ δὲ ὑδαρὲς τοῦ φρονήματος ἐζωοποίησεν, τοῦ νόμου † τὴν ἐργάτιν ἐξ Ἀδάμ, τὸν κόσμον ὅλον αἵματι πληρώσας ἀμπέλου, ποτὸν ἀληθείας, τὸ κρᾶμα τοῦ νόμου τοῦ παλαιοῦ καὶ τοῦ λόγου τοῦ νέου, εἰς συμπλήρωσιν τοῦ χρόνου τοῦ προκατηλλαγμένου θεοσεβείᾳ παρασχών. μυστικὸν ἄρα σύμβολον ἡ γραφὴ αἵματος ἁγίου οἶνον ὠνόμασεν, τὴν δὲ ἐκ τοῦ οἴνου ἑωλοκρασίαν διελέγχουσα »ἀκόλαστον οἶνος« φησὶν »καὶ ὑβριστικὸν μέθη«. ἀρέσκει τοίνυν τῷ λόγῳ τῷ ὀρθῷ χειμῶνος μὲν διὰ τὸ κρύος πίνειν μέχρι τοῦ μὴ ῥιγοῦν, οἷς εὐχερὲς τὸ ῥιγοῦν, τοῦ δὲ ἄλλου καιροῦ διὰ τὴν τῶν ἐντοσθιδίων θεραπείαν. ὡς γὰρ τροφαῖς ἐπὶ τὸ μὴ πεινῆν, οὕτως καὶ ποτῷ ἐπὶ τὸ μὴ διψῆν χρηστέον, παραφυλάττοντας τὸν ὄλισθον ἀκριβῶς· ἀκροσφαλὴς γὰρ ἡ τοῦ οἴνου παρείσδυσις. οὕτω δ᾿ ἂν καὶ ἡ ψυχὴ ἡμῶν ὑπάρξαι καθαρὰ καὶ ξηρὰ καὶ φωτοειδής, »αὐγὴ δὲ ψυχὴ ξηρὰ σοφωτάτη καὶ ἀρίστη«. ταύτῃ δὲ καὶ ἐποπτική, οὐδέ ἐστιν κάθυγρος ταῖς ἐκ τοῦ οἴνου ἀναθυμιάσεσιν νεφέλης δίκην σωματοποιουμένη. Οὐ πολυπραγμονητέον τοίνυν τὸν οἶνον τὸν Δῖον, ἂν ἀπῇ, οὐδὲ τὸν Ἀριούσιον, ὅταν μὴ παρῇ. δίψα γὰρ ἐνδείας τινός ἐστι πάθος καὶ τὸ κατάλληλον ἐπιζητεῖ βοήθημα πρὸς ἀναπλήρωσιν, οὐ τετυφωμένον ποτόν. πλαδώσης δὲ ὀρέξεως δι᾿ ἀκρασίαν αἱ διαπόντιοι οἰνηγίαι, παραφρονούσης καὶ πρὸ τῆς μέθης περὶ τὰς ἐπιθυμίας τῆς ψυχῆς. Θάσιός τε γὰρ ὁ εὐώδης καὶ ὁ εὔπνους Λέσβιος καὶ Κρής τις γλυκὺς καὶ Συρακούσσιος ἡδὺς καὶ Μενδήσιός τις Αἰγύπτιος καὶ ὁ νησιώτης Νάξιος καὶ ἀνθοσμίας τις ἄλλος τῆς Ἰταλῶν γῆς, πολλὰ ταῦτα ὀνόματα· σώφρονι συμπότῃ οἶνος εἷς, ἑνὸς γεώργιον θεοῦ. τί γὰρ οὐκ ἀπόχρη ὁ ἐπιχώριος ἀποπληρῶσαι τὴν ἐπιθυμίαν; εἰ μή τι καὶ τὸ ὕδωρ ἐποίσονται, ὡς οἱ βασιλεῖς οἱ ἀνόητοι [Χόασπις ποταμὸς οὕτω λεγόμενος τῆς Ἰνδικῆς, οὗ κάλλιστον ὕδωρ εἰς πόσιν] τὸ Χοάσπειον, καθάπερ καὶ τοὺς φίλους, οὕτω δὲ καὶ τὸ ὕδωρ ἐπαγόμενοι. ταλανίζει τοὺς πλουσίους εἰς τρυφὴν κἀνταῦθα τὸ ἅγιον πνεῦμα διὰ τοῦ Ἀμὼς ἐκφωνῆσαν· »οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ ἐπὶ κλίνης ἐλεφαντίνης«, φησί, »κατακείμενοι«, καὶ ὅσα τούτοις ἀκόλουθα ἐν ὀνείδους ἐπήγαγεν μέρει. Προνοητέον δὲ μάλιστα τῆς εὐσχημοσύνης (καὶ τὴν Ἀθηνᾶν φησιν ὁ μῦθος, ἥτις ποτὲ ἦν, προμηθουμένην αὑτῆς τῶν αὐλῶν ἀπορρῖψαι τὸ ἐπιτερπὲς διὰ τὸ ἀπρεπὲς τῆς ὄψεως), ὡς ἀδιαστρόφῳ τῶ προσώπῳ πιεῖν, μὴ ἄδην σπάσαντας μηδὲ πρὸς πόσεως τοὺς ὀφθαλμοὺς ἀσχημονεῖν ἀναγκάζοντας, ἀμυστὶ ἕλκοντας ὑπὸ ἀκρασίας, μηδὲ περιχεῖν τὸ γένειον ἢ τὴν ἐσθῆτα καταβρέχειν, ἀθρόου τοῦ ποτοῦ ἐπεισχεομένου, μονονουχὶ ἐμπλύνοντας καὶ ἐναποκλυζομένους ταῖς φιάλαις τὸ πρόσωπον τὸ αὑτῶν. καὶ γὰρ ὁ κελαρυσμὸς ῥαγδαίου τοῦ ποτοῦ φερομένου σὺν πολλῷ τῷ πνεύματι ἐπισπωμένου, ὥσπερ εἰς κεραμεοῦν ἄγγος ἐγχεομένου, ἠχοῦντος τοῦ λαιμοῦ διὰ τὸν ῥοώδη καταβροχθισμόν, αἰσχρόν, καὶ ἀπρεπὲς τὸ θέαμα τῆς ἀκρασίας, πρὸς δὲ καὶ ἐπιβλαβὲς [τὸ] ἐπιτήδευμα τῷ μεταλαμβάνοντι ἡ φιλοποσία. μὴ σπεύσῃς εἰς βλάβην, ὦ οὗτος. οὐχ ἁρπάζεταί σου τὸ ποτόν· σοὶ δέδοται καὶ ἀναμένει σε. μὴ διαρραγῆναι σπουδάσῃς, χανδὸν ἑλκύσας· πίμπλαταί σου ἡ δίψα, κἂν βράδιον πίῃς, τὸ κόσμιον προσλαβοῦσα, κοσμίως καταμεριζομένου τοῦ ποτοῦ· οὐ γὰρ ἀφαιρεῖται τῶ χρόνῳ ὃ προαρπάζει ἡ ἀκρασία. »ἐν οἴνῳ δέ«, φησί, »μὴ ἀνδρίζου, πολλοὺς γὰρ ἠχρείωσεν ὁ οἶνος.« »Μέθῃ δὲ μάλιστα οἱ Σκύθαι χρῶνται Κελτοί τε καὶ Ἴβηρες καὶ Θρᾷκες, πολεμικὰ ξύμπαντα ὄντα ταῦτα γένη, καὶ καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα ἐπιτηδεύειν νενομίκασιν·« ἡμεῖς δὲ τὸ εἰρηνικὸν γένος εἰς ἀπόλαυσιν, οὐκ εἰς ὕβριν ἑστιώμενοι νηφαλίους πίνωμεν φιλοτησίας, ἵνα δὴ τῷ ὄντι οἰκείως τῷ ὀνόματι δειχθῶσιν φιλότητες. πῶς οἴεσθε πεπωκέναι τὸν κύριον, ὁπηνίκα δι᾿ ἡμᾶς ἄνθρωπος ἐγένετο; οὕτως ἀναισχύντως ὡς ἡμεῖς; οὐχὶ ἀστείως; οὐχὶ κοσμίως; οὐκ ἐπιλελογισμένως; εὖ γὰρ ἴστε, μετέλαβεν οἴνου καὶ αὐτός· καὶ γὰρ ἄνθρωπος καὶ αὐτός· καὶ εὐλόγησέν γε τὸν οἶνον, εἰπών· »λάβετε, πίετε· τοῦτό μού ἐστιν τὸ αἷμα·« αἷμα τῆς ἀμπέλου τὸν λόγον τὸν »περὶ πολλῶν ἐκχεόμενον εἰς ἄφεσιν ἁμαρτιῶν«, εὐφροσύνης ἅγιον ἀλληγορεῖ νᾶμα. καὶ ὅτι μὲν σωφρονεῖν τὸν πίνοντα δεῖ, δι᾿ ὧν ἐδίδασκεν παρὰ τὰς εὐωχίας ἔδειξεν σαφῶς· οὐ γὰρ μεθύων ἐδίδασκεν. ὅτι δὲ οἶνος ἦν τὸ εὐλογηθέν, ἀπέδειξε πάλιν πρὸς τοὺς μαθητὰς λέγων· »οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ταύτης, μέχρις ἂν πίω αὐτὸ μεθ᾿ ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.« ἀλλ᾿ ὅτι γε οἶνος ἦν τὸ πινόμενον πρὸς τοῦ κυρίου, πάλιν αὐτὸς περὶ ἑαυτοῦ λέγει τὴν Ἰουδαίων ἐπονειδίζων σκληροκαρδίαν· »ἦλθεν γάρ«, φησίν, »ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος.« τουτὶ μὲν ἡμῖν καὶ πρὸς τοὺς Ἐγκρατητὰς καλουμένους παραπεπαίχθω. Αἱ δὲ γυναῖκες, τὸ εὔσχημον ἐπαναιρούμεναι δῆθεν, ὡς μὴ ταῖς πλατείαις κύλιξιν διαχέουσαι τὰ χείλη περιρραγεῖς γένωνται πλατυνομένου τοῦ στόματος, στεναῖς κομιδῇ κατὰ τὸ στόμιον ἀλαβάστροις ἀσχημόνως πίνουσαι ἀνακλῶσι μὲν τὰς κεφαλάς, γυμνοῦσι δὲ τοὺς τραχήλους, οὐ κοσμίως, ἐμοὶ δοκεῖν, καὶ τὸν λάρυγγα διατείνουσαι περὶ τὴν κατάποσιν βροχθίζουσιν, οἷον ἀπογυμνούμεναι τοῖς συμπόταις ἃ δύνανται, ἐρυγάς τε ἀνδρώδεις ἐπισπώμεναι, μᾶλλον δὲ ἀνδραποδώδεις, προσεπιθρύπτονται σπαταλῶσαι· οὐδεὶς γὰρ ψόφος οἰκεῖος ἀνδρὶ λογικῷ, ἔτι δὲ μᾶλλον γυναικί, ᾗ καὶ τὸ συνειδέναι αὐτὴν ἑαυτῇ, ἥτις εἴη, μόνον αἰσχύνην φέρει. »ὀργὴ δέ«, φησίν, »μεγάλη γυνὴ μέθυσος«, οἱονεὶ χόλος θεοῦ οἰνομάχλη γυνή. διὰ τί; ὅτι »ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύπτει«. ταχὺ γὰρ εἰς ἀταξίαν ὑποσύρεται γυνή, κἂν μόνον ἐπιδῷ τὴν προαίρεσιν εἰς ἡδονάς. καὶ οὐχὶ ἀλαβάστροις πίνειν κεκωλύκαμεν· ἀλλὰ τὸ ἐπιτηδεύειν ἐν τούτοις μόνον πίνειν ὡς ἀλαζονικὸν περικόπτομεν, τοῖς παρατυχοῦσιν ἀπροσπαθῶς χρῆσθαι συμβουλεύοντες, πόρρωθεν ἄνωθεν ὀλισθανούσας ἀνακόπτοντες αὐταῖς τὰς ὀρέξεις. ἡ δ᾿ οὖν πρὸς ἐρυγὴν ἀναπλωτάζουσα τοῦ ἀέρος ἔφελξις ἡσυχῇ παραπεμπτέα. κατ᾿ οὐδένα δὲ τρόπον ταῖς γυναιξὶν ἐπιτρεπτέον παραγυμνούσας τι τοῦ σώματος καταφαίνεσθαι, μὴ σφαλεῖεν ἄμφω, οἳ μὲν ἐρεθιζόμενοι κατασκοπεῖν, αἳ δὲ τῶν ἀνδρῶν ἐφ᾿ ἑαυτὰς ἐπισπώμεναι τὰς ὄψεις. ἀεὶ δὲ ὡς παρόντος τοῦ κυρίου κοσμίως ἀναστρεπτέον ἡμῖν, μή πῃ ἄρα καὶ ἡμῖν ὡς Κορινθίοις ὁ ἀπόστολος χαλεπήνας εἴπῃ· »συνερχομένων ὑμῶν οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν.« Ἐμοὶ δοκεῖ ὁ ἀκέφαλος πρὸς τῶν μαθηματικῶν καλούμενος ὁ πρὸ τοῦ ἀστέρος τοῦ † πλανωμένου καταριθμούμενος συνιζηκυίας τῆς κεφαλῆς εἰς τὸ στῆθος τοὺς ὀψοφάγους καὶ ἡδονικοὺς καὶ τοὺς ἑτοίμους εἰς μέθην αἰνίττεσθαι. καὶ γὰρ οὖν κἀν τούτοις τὸ λογιστικὸν ἵδρυται οὐκ ἐν τῇ κεφαλῇ, ἀλλ᾿ ἐν τοῖς ἐντοσθιδίοις, πάθεσιν ἐπιθυμίᾳ τε καὶ θυμῷ δεδουλωμένον. ὥστε ὅτῳ τρόπῳ Ἐλπήνωρ »ἀστραγάλων ἐάγη« καταπεσὼν ὑπὸ μέθης, οὕτω τούτων ὁ ἐγκέφαλος ἄνωθεν ἰλιγγιάσας ὑπὸ μέθης ἐπὶ τὸ ἧπαρ καὶ τὴν καρδίαν, τουτέστιν ἐπὶ τὴν φιληδονίαν καὶ τὸν θυμόν, καταπίπτει πτῶμα μεῖζον ἤ φασι ποιητῶν παῖδες πρὸς τοῦ Διὸς τὸν Ἥφαιστον οὐρανόθεν ἐρρίφθαι χαμαί. »πόνος δὲ ἀγρυπνίας«, φησί, »καὶ χολέρα καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου.« διὰ τοῦτό τοι καὶ ἡ τοῦ Νῶε παροινία ἀνάγραπτος γεγένηται, ἵνα ὡς ὅτι μάλιστα τὴν μέθην φυλαττώμεθα, ἐμφανῆ καὶ ἔγγραπτον τὴν εἰκόνα τοῦ παραπτώματος ἔχοντες, δι᾿ ἣν οἱ σκεπάσαντες τὴν ἀσχημοσύνην τῆς μέθης εὐλογοῦνται παρὰ κυρίῳ. συντομώτατα τοίνυν ἐμπεριλαβοῦσα ἡ γραφὴ ἅπαντα ἐν ἑνὶ λόγῳ εἴρηκεν· »τὸ ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ οἶνος, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ ἀναπαύσεται.«

---

Clement of Alexandria, Paedagogus, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg002.local001/.
