# Paedagogus 2.Πῶς τῷ ὕπνῳ προσενεκτέον..1

Clement of Alexandria, Paedagogus, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/paedagogus/2.%CE%A0%E1%BF%B6%CF%82%20%CF%84%E1%BF%B7%20%E1%BD%95%CF%80%CE%BD%E1%BF%B3%20%CF%80%CF%81%CE%BF%CF%83%CE%B5%CE%BD%CE%B5%CE%BA%CF%84%CE%AD%CE%BF%CE%BD..1

Ὅπως δὲ ἐντεῦθεν ἐπὶ τὸν ὕπνον ἴωμεν τῶν σωφροσύνης μεμνημένοι παραγγελμάτων, τοῦτο ἤδη λεκτέον. μετὰ γὰρ τὴν εὐωχίαν εὐλογήσαντας τὸν θεὸν ἐπὶ τῇ μεταδόσει τῶν ἀπολαύσεων καὶ τῇ διεκδρομῇ τῆς ἡμέρας ἐπὶ τὸν ὕπνον παρακλητέον τὸν λόγον, τὴν πολυτέλειαν τῶν ὑποστορνυμένων, τὰς χρυσοπάστους τάπιδας, καὶ χρυσοποικίλτους ψιλοτάπιδας ξυστίδας τε ἁλουργὰς καὶ τοὺς γαυνάκας τοὺς πολυτιμήτους τά τε ποιητικὰ ῥήγεα τὰ πορφυρᾶ χλαίνας τε ἐφύπερθεν οὔλας καὶ τὰς »ὕπνου μαλακωτέρας« εὐνὰς παραπεμπομένους. πρὸς γὰρ τῷ ἐπιψόγῳ τῆς ἡδυπαθείας ἐπιβλαβὴς ἡ ἐν τοῖς χνοώδεσι τῶν πτίλων ἐγκοίμησις, καθάπερ εἰς ἀχανὲς καταπιπτόντων τῶν σωμάτων διὰ τὴν μαλακίαν τῶν στρωμάτων. οὐδὲ γὰρ † συνέχει ἐπιστρεφομένοις τοῖς εὐναζομένοις ἐν αὐτοῖς διὰ τὴν παρ᾿ ἑκάτερα τοῦ σώματος ὀχθώδη τῆς εὐνῆς ἐπανάστασιν· ἐπιτρέπει δὲ πέττεσθαι σιτία καὶ συγκαίει μᾶλλον, ὃ δὴ διαφθείρειν τὴν τροφήν. [αἱ δὲ ἐπικυλίσεις ταῖς ὁμαλαῖς εὐναῖς, οἷον ὕπνου γυμνάσιον ὑπάρχουσαι φυσικόν, συνεργοῦσι πρὸς τὴν κατάταξιν τῆς τροφῆς·] οἱ δὲ ἐπικυλίεσθαι δυνάμενοι ὁμαλαῖς εὐναῖς, οἷον ὕπνου γυμνάσιον τοῦτο ἔχοντες φυσικόν, ῥᾷον κατατάττουσι τὰς τροφὰς καὶ σφᾶς ἐπιτηδειοτέρους πρὸς τὰς περιστάσεις παρασκευάζουσιν. ἔτι γε μὴν οἱ ἀργυρόποδες σκίμποδες πολλῆς ἀλαζονείας εἰσὶν κατήγοροι, καὶ ὁ ἐν τοῖς κλινιδίοις »ἐλέφας ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς« ἁγίοις ἀνθρώποις ἀναπαύσεως τέχνασμα βλακικόν. Οὐ σπουδαστέον ἄρα περὶ αὐτά. οὐ γὰρ ἀπείρηται τοῖς κεκτημένοις ἡ χρῆσις, ἀλλ᾿ ἡ περὶ αὐτὰ ἐπιτήδευσις κεκώλυται· οὐ γὰρ ἐν τούτοις τὸ εὔδαιμον. πάλιν τε αὖ κενοδοξίας ἐστὶ κυνικῆς καθάπερ τὸν Διομήδη ἐπιτηδεύειν εὕδειν, ὑπὸ δ᾿ ἔστρωται ῥινὸν βοὸς ἀγραύλοιο, πλὴν εἰ μὴ ἄρα ἡ περίστασις ἀναγκάζοι. ὁ δὲ Ὀδυσσεὺς τῆς νυμφιδίου κλίνης τὸ σκάζον λίθῳ ἐπανωρθοῦτο. τοσαύτη τις εὐτέλεια καὶ αὐτουργία οὐ παρὰ τοῖς ἰδιώταις μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ἡγουμένοις τῶν παλαιῶν Ἑλλήνων ἠσκεῖτο. καὶ τί μοι τούτων λόγος; ὁ Ἰακὼβ ἐκάθευδεν χαμαὶ καὶ λίθος αὐτῷ προσκεφάλαιον ἦν· τότε καὶ τὴν ὄψιν τὴν ὑπὲρ ἄνθρωπον ἰδεῖν κατηξίωται. ἡμῖν δὲ χρηστέον ἀκολούθως τῷ λόγῳ ἀφελεῖ τῇ εὐνῇ καὶ λιτῇ σύμμετρον ἐχούσῃ τὸ παρηγοροῦν, εἰ θέρος εἴη, τὸ σκέπον, εἰ κρύος εἴη, τὸ θάλπον. ἡ κλίνη δὲ ἀπερίεργος ἔστω καὶ λείους ἐχέτω τοὺς πόδας· αἱ γὰρ περίεργοι τορνεύσεις τῶν ἑρπηστικῶν ἔσθ᾿ ὅτε γίγνονται τρίβοι ζῴων, περὶ τὰς ἐντομὰς τῆς τέχνης περιελισσομένων αὐτῶν καὶ μὴ ἀπολισθανόντων. μάλιστα δὲ τῆς κοίτης τὸ μαλθακὸν συμμέτρως ἀρρενιστέον. οὐ γὰρ ἔκλυσιν χρὴ τοῦ σώματος εἶναι παντελῆ τὸν ὕπνον, ἀλλὰ ἄνεσιν. διὸ καὶ παραλαμβάνεσθαί φημι δεῖν αὐτὸν οὐκ ἐπὶ ῥᾳθυμίᾳ, ἀλλ᾿ ἐπὶ τῇ τῶν πράξεων ἀναπαύλῃ. ἐπεγερτικῶς οὖν ἀπονυστακτέον. »ἔστωσαν«, γάρ φησιν, »ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος ἀνοίξωσιν εὐθέως αὐτῷ. μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος ἐγρηγορότας εὕρῃ.« οὐδὲν γὰρ ἀνδρὸς ὄφελος καθεύδοντος ὥσπερ οὐδὲ τεθνεῶτος. διὸ πολλάκις καὶ τῆς νυκτὸς ἀνεγερτέον τῆς κοίτης καὶ τὸν θεὸν εὐλογητέον· μακάριοι γὰρ οἱ ἐγρηγορότες εἰς αὐτόν, σφᾶς αὐτοὺς ἀπεικάζοντες ἀγγέλοις, οὓς ἐγρηγόρους καλοῦμεν. »καθεύδων δὲ ἄνθρωπος οὐδεὶς οὐδενὸς ἄξιος, οὐδὲν μᾶλλον τοῦ μὴ ζῶντος·« ὁ δὲ τὸ φῶς ἔχων ἐγρήγορεν, καὶ ἡ σκοτία αὐτὸν οὐ καταλαμβάνει, οὐδὲ μὴν ὕπνος, ἐπεὶ μὴ σκότος. ἐγρήγορεν ἄρα πρὸς τὸν θεὸν ὁ πεφωτισμένος, ὁ δὲ τοιοῦτος ζῇ· »ὃ γὰρ γέγονεν ἐν αὐτῷ, ζωὴ ἦν.« »μακάριος ἄνθρωπος«, φησὶν ἡ σοφία, »ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάσσει, ἀγρυπνῶν ἐπ᾿ ἐμαῖς θύραις καθ᾿ ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.« »ἄρ᾿ οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν«, φησὶν ἡ γραφή, »καὶ νήφωμεν. οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθύοντες νυκτὸς μεθύσκονται«, τουτέστιν ἐν τῷ τῆς ἀγνοίας σκότῳ, »ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν. πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους.« »ἀλλ᾿ ὅς ἐστιν ἡμῖν τοῦ ζῆν τοῦ ἀληθινοῦ καὶ τοῦ φρονεῖν γνησίως μάλιστα κηδεμών, ἐγρήγορε χρόνον ὡς πλεῖστον, τὸ μὲν πρὸς ὑγείαν αὐτοῦ μόνον φυλάττων ἐνταῦθα χρήσιμον· ἔστι δὲ οὐ πολύ, καλῶς εἰς ἔθος ἰόν.« μελέτη δὲ ἀσκήσεως ἀίδιον ἐγρήγορσιν ἐκ πόνων γεννᾷ. μὴ οὖν ἡμᾶς βαρείτων αἱ τροφαί, ἐπικουφιζόντων δέ, ἵν᾿ ὅτι μάλιστα μὴ βλαπτώμεθα τῷ ὕπνῳ, καθάπερ τῶν νηχομένων οἱ ἐξηρτημένοι τὰ βάρη, ἔμπαλιν δὲ οἷον ἐξ ἀβύσσου κάτωθεν τὸν νηφάλιον ἡμᾶς ἀνακουφίσῃ εἰς τὰς ἐπιπολὰς τῆς ἐγρηγόρσεως. ἔοικεν γὰρ ἡ τοῦ ὕπνου καταφορὰ θανάτῳ, δι᾿ ἄνοιαν εἰς ἀναισθησίαν ὑποφερομένη, τῶν βλεφάρων τῇ ἐπιμύσει τὸ φῶς ἀποτεμνομένη. τὸ οὖν φῶς τοῦτο οἱ τοῦ φωτὸς τοῦ ἀληθινοῦ υἱοὶ μὴ ἀποκλείσωμεν θύραζε, ἔνδον δὲ εἰς ἡμᾶς ἀποστρέψαντες, τοῦ κεκρυμμένου τὰς ὄψεις ἀνθρώπου φωτίσαντες τήν τε ἀλήθειαν αὐτὴν ἐποπτεύσαντες καὶ τῶν ταύτης ῥευμάτων μεταλαμβάνοντες, τοὺς ἀληθεῖς τῶν ὀνείρων ἐναργῶς καὶ φρονίμως ἀποκαλυπτώμεθα. ἐρυγαὶ δὲ οἰνοβαρούντων καὶ τῶν ἀποσεσαγμένων ταῖς τροφαῖς οἱ ῥωχμοὶ καὶ τὸ ῥέγχειν τοῖς στρώμασιν ἐνειλημένον γαστέρων τε στενοχωρουμένων βορβορυγμοὶ τὸ διορατικὸν τῆς ψυχῆς κατέχωσαν ὄμμα φαντασιῶν μυρίων τῆς διανοίας ἐμπιμπλαμένης. αἰτία δὲ ἡ περιττὴ τροφὴ τὸ λογιστικὸν εἰς ἀναισθησίαν καθέλκουσα. »ὕπνος γὰρ δὴ πολὺς οὔτε τοῖς σώμασιν οὔτε ταῖς ψυχαῖς ἡμῶν ὠφέλειαν ἐπιφέρων οὐδ᾿ αὐταῖς ταῖς περὶ τὴν ἀλήθειαν πράξεσι πάντα ἁρμόττων ἐστίν, εἰ καὶ κατὰ φύσιν ἐστίν.« Λὼτ δὲ ὁ δίκαιος (παραπέμπομαι γὰρ νῦν τῆς παλιγγενεσίου οἰκονομίας τὴν ἐξήγησιν) οὐκ ἂν ἐπὶ τὴν ἄθεσμον ἐκείνην προήχθη μῖξιν μὴ οὐχὶ καταμεθυσθεὶς πρὸς τῶν θυγατέρων καὶ ὕπνῳ καρωθείς. ἢν οὖν τὰ αἴτια τῆς πολλῆς εἰς ὕπνον περικόπτωμεν καταφορᾶς, νηφαλιώτερον κοιμηθησόμεθα· »οὐ« γὰρ »χρὴ παννύχιον εὕδειν« τοὺς ἔνοικον ἔχοντας τὸν λόγον τὸν ἐγρήγορον· ἐπεγερτέον δὲ νύκτωρ, μάλιστα ὁπότε αἱ ἡμέραι φθίνουσιν· καὶ τῷ μὲν φιλολογητέον, τῷ δὲ τῆς αὐτοῦ τέχνης ἀπαρκτέον, γυναιξὶ δὲ ταλασίας ἐφαπτέον, πᾶσι δὲ ὡς ἔπος εἰπεῖν διαμαχητέον ἡμῖν πρὸς τὸν ὕπνον ἠρέμα ἐκ προσαγωγῆς ἐθίζουσιν, ὡς πλείονα χρόνον τοῦ ζῆν διὰ τὴν ἐγρήγορσιν μεταλαμβάνειν (ὁ γὰρ ὕπνος ὥσπερ τελώνης τὸν ἥμισυν ἡμῖν τοῦ βίου συνδιαιρεῖται χρόνον), πολλοῦ γε δεῖ μεθ᾿ ἡμέραν ἐπιτρέπειν καθεύδειν τοῖς καὶ τῆς νυκτὸς τὸ πλεῖστον εἰς ἐγρήγορσιν ἀποτεμνομένοις. ἄλυες δὲ καὶ νυσταγμοὶ καὶ διεκτάσεις καὶ χάσμαι δυσαρεστίαι ψυχῆς εἰσιν ἀβεβαίου. Χρὴ δὲ καὶ τοῦτο ἐπὶ πᾶσιν εἰδέναι, ὡς οὐ ψυχῆς τὸ δεόμενον ὕπνου ἐστίν (ἀεικίνητος γὰρ αὕτη), ἀλλὰ τὸ σῶμα ἀναπαύλαις διαβασταζόμενον παρίεται, μὴ ἐνεργούσης ἔτι σωματικῶς τῆς ψυχῆς, ἀλλὰ καθ᾿ αὑτὴν ἐννοουμένης· ᾗ καὶ τῶν ὀνείρων οἱ ἀληθεῖς ὀρθῶς λογιζομένῳ νηφούσης εἰσὶ ψυχῆς λογισμοὶ ἀπερισπάστου τὸ τηνικάδε οὔσης περὶ τὰς τοῦ σώματος συμπαθείας καὶ αὐτῆς αὑτῇ τὰ κράτιστα συμβουλευούσης· ψυχῆς δὲ ὄλεθρος τὸ ἀτρεμῆσαι αὐτήν· διόπερ ἀεὶ τὸν θεὸν ἐννοουμένη διὰ τῆς συνεχοῦς προσομιλήσεως ἐγκαταλέγουσα τῷ σώματι τὴν ἐγρήγορσιν ἀγγελικῇ τὸν ἄνθρωπον ἐξισάζει χάριτι, τῆς ζωῆς τὸ ἀίδιον ἐκ τῆς τοῦ ἐγρηγορέναι μελέτης προσλαμβάνουσα.

---

Clement of Alexandria, Paedagogus, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg002.local001/.
