# Paedagogus 2.Τίνα διαληπτέον περὶ παιδοποιίας..1

Clement of Alexandria, Paedagogus, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/paedagogus/2.%CE%A4%CE%AF%CE%BD%CE%B1%20%CE%B4%CE%B9%CE%B1%CE%BB%CE%B7%CF%80%CF%84%CE%AD%CE%BF%CE%BD%20%CF%80%CE%B5%CF%81%E1%BD%B6%20%CF%80%CE%B1%CE%B9%CE%B4%CE%BF%CF%80%CE%BF%CE%B9%CE%AF%CE%B1%CF%82..1

Συνουσίας δὲ τὸν καιρὸν μόνοις τοῖς γεγαμηκόσιν ἀπολέλειπται σκοπεῖν, τοῖς δὲ γεγαμηκόσι σκοπὸς ἡ παιδοποιία, τέλος δὲ ἡ εὐτεκνία, καθάπερ καὶ τῷ γεωργῷ τῆς τῶν σπερμάτων καταβολῆς αἰτία μὲν ἡ τῆς τροφῆς προμήθεια, τέλος δὲ αὐτῷ τῆς γεωργίας ἡ τῶν καρπῶν συγκομιδή. μακρῷ δὲ ἀμείνων γεωργὸς ὁ ἔμψυχον σπείρων ἄρουραν· ὃ μὲν γὰρ ἐπικαίρου τροφῆς ὀριγνώμενος, ὃ δὲ τῆς τοῦ παντὸς διαμονῆς προμηθούμενος γεωργεῖ, καὶ ὃ μὲν δι᾿ ἑαυτόν, ὃ δὲ διὰ τὸν θεὸν φυτουργεῖ· »πληθύνεσθε« γὰρ εἴρηκεν, καὶ ὑπακουστέον· καὶ κατὰ τοῦτο εἰκὼν ὁ ἄνθρωπος γίνεται τοῦ θεοῦ, καθὸ εἰς γένεσιν ἀνθρώπου ἄνθρωπος συνεργεῖ. οὐ πᾶσα οὖν γῆ εὔθετος εἰς σπερμάτων ὑποδοχήν, εἰ δὲ καὶ πᾶσα, ἀλλ᾿ οὐχὶ τῷ αὐτῷ γεωργῷ· οὐδὲ μὴν εἰς πέτρας σπαρτέον οὐδὲ καθυβριστέον τὸ σπέρμα, ἀρχηγὸν γενέσεως οὐσίαν, συνεσπαρμένους ἔχουσαν τῆς φύσεως τοὺς λογισμούς· τοὺς δὲ κατὰ φύσιν λογισμοὺς ἀλόγως εἰς τοὺς παρὰ φύσιν καταισχύνειν πόρους ἄθεον κομιδῇ. ὁρᾶτε γοῦν ὁ πάνσοφος Μωσῆς ὅπως ποτὲ συμβολικῶς τὴν ἄκαρπον ἀποκρούεται σποράν, »οὐκ ἔδεσαι« λέγων »τὸν λαγὼν οὐδὲ τὴν ὕαιναν«. οὐ βούλεται τῆς ποιότητος αὐτῶν μεταλαμβάνειν τὸν ἄνθρωπον οὐδὲ μὴν τῆς ἴσης ἀσελγείας ἀπογεύσασθαι· κατακόρως γάρ τοι περὶ τὰς μίξεις τὰ ζῷα ταῦτα ἐπτόηνται· καὶ τὸν μὲν λαγὼ κατ᾿ ἔτος πλεονεκτεῖν φασι τὴν ἀφόδευσιν, ἰσαρίθμους οἷς βεβίωκεν ἔτεσιν ἴσχοντα τρύπας· ταύτῃ ἄρα τὴν κώλυσιν τῆς ἐδωδῆς τοῦ λαγὼ παιδεραστίας ἐμφαίνειν ἀποτροπήν· τὴν δὲ ὕαιναν ἐναλλὰξ ἀμείβειν τὸ ἄρρεν εἰς τὸ θῆλυ παρ᾿ ἔτος ἕκαστον, αἰνίττεσθαι δὲ μὴ χρῆν ἐπὶ μοιχείας ὁρμᾶν τὸν τῆς ὑαίνης ἀπεχόμενον. ἀλλὰ τὸ μὲν μὴ δεῖν ἐξομοιοῦσθαι τοῖσδε τοῖς ζῴοις διὰ τῆς προκειμένης ἀπαγορεύσεως ὁμολογουμένως τὸν πάνσοφον Μωσέα αἰνίττεσθαι σύμφημι κἀγώ· οὐ μέντοι τῇδε τῇ ἐξηγήσει τῶν συμβολικῶς εἰρημένων συγκατατίθεμαι. οὐ γὰρ ἄν ποτε βιασθείη φύσις εἰς μεταβολήν, τὸ δὲ ἅπαξ πεπλασμένον εἰς αὐτὴν οὐ θέμις ἀντιπλασθῆναι πάθει· τὸ γὰρ πάθος οὐ φύσις· παραχαράττειν δέ, οὐ μετακοσμεῖν τὸ πάθος εἴωθε τὴν πλάσιν· εἰ γὰρ καὶ τῶν ὀρνέων πολλὰ μεταβάλλειν κατὰ τὰς ὥρας λέγεται καὶ τὸ χρῶμα καὶ τὴν φωνήν (οἷον ὁ κόσσυφος ξανθὸς μὲν ἐκ μέλανος, παταγητικὸς δὲ ἐξ ᾠδικοῦ γινόμενος· ὡσαύτως δὲ καὶ ἡ ἀηδὼν καὶ τὸ χρῶμα καὶ τὴν ᾠδὴν συμμεταβάλλει ταῖς τροπαῖς), ἀλλ᾿ οὔτι γε τὴν φύσιν αὐτὴν ἀμείβουσιν, ὡς θῆλυ γίγνεσθαι ἐκ τοῦ ἄρρενος κατὰ μετασχηματισμόν· ἀλλ᾿ ἡ μὲν τῶν πτερῶν νεοφυΐα νεαρᾶς ἐσθῆτος δίκην ἐξανθεῖ βαφήν τινα πτερῶν, ὀλίγῳ δ᾿ ὕστερον διαπνεῖ κατὰ τὴν χειμέριον ἀπειλήν, καθάπερ ἄνθος μαραινομένης τῆς χρόας· ἡ φωνὴ δὲ καὶ αὐτὴ τὸν ὅμοιον τρόπον τῷ κρύει πεπονημένη μαραίνεται· πυκνουμένης γὰρ τῆς ἐπιφανείας ἐκ τοῦ περιέχοντος αἱ περὶ τὸν αὐχένα πιεζόμεναί τε καὶ πυκνούμεναι ἀρτηρίαι προσαναθλίβουσι τὸ πνεῦμα, στενοχωρούμενον δὲ ἄγαν τοῦτο πνιγόμενον ἀποδίδωσι τὸν ἦχον. αὖθις οὖν συνεξομοιούμενον τῷ περιέχοντι καὶ τῶ ἦρι συγχαλώμενον ἐλευθεροῦται μὲν τῆς στενοχωρίας τὸ πνεῦμα φερόμενον δι᾿ εὐρυχώρων τῶν τέως μεμυκότων [ἀρτηριῶν]· οὐ μινυρίζει δὲ ἔτι τὸ μέλος τὸ μεμαραμμένον, ἀνθεῖ δὲ ἤδη λιγυρὸν καὶ χεῖται πλατύτερον τὸ φθέγμα αὐτῶν, καὶ ἤδη γίνεται τῆς φωνῆς τῶν ὀρνέων ἔαρ ἡ ᾠδή. Οὔκουν οὐδὲ τὴν ὕαιναν μεταβάλλειν τὴν φύσιν πιστευτέον ποτέ· οὐδὲ γὰρ αἰδοῖα ἔχει τὸ αὐτὸ ζῷον ἅμα ἄμφω, ἄρρενος καὶ θήλεος, καθὼς ὑπειλήφασί τινες, ἑρμαφροδίτους τερατολογοῦντες καὶ τρίτην ταύτην μεταξὺ θηλείας καὶ ἄρρενος ἀνδρόγυνον καινοτομοῦντες φύσιν. ἀπατῶνται δὲ εὖ μάλα τὸ φιλότεχνον τῆς παμμήτορος καὶ γενεσιουργοῦ φύσεως μὴ νοήσαντες· ἐπεὶ γάρ ἐστι τοῦτο λαγνίστατον τὸ ζῷον ἡ ὕαινα, ὑπὸ τὴν κέρκον πρὸ τοῦ πόρου τῆς περιττώσεως πέφυκεν αὐτῇ ἐξοχή τις σαρκικὴ παραπλησία τῷ σχήματι αἰδοίῳ θηλυκῷ· πόρον δὲ οὐδένα ἔχει τοῦτο τῆς σαρκὸς τὸ σχῆμα, εἴς τι χρειῶδες ἀπολήγοντα ἢ εἰς μήτραν ἢ εἰς ἀπευθυσμένον λέγω· μόνην δὲ ἄρα κοιλότητα ἔχει πολλήν, ᾗ τὴν λαγνείαν ὑποδέχεται τὴν κενήν, ὅταν ἀποστραφῶσι περὶ τὴν ἀποκύησιν ἀσχολούμενοι τῆς ἀποτέξεως οἱ πόροι. τὸ δὲ αὐτὸ τοῦτο ἄρρενί τε καὶ θηλείᾳ προσπέφυκεν ὑαίνῃ διὰ τὸν ὑπερβάλλοντα πασχητιασμόν· ἀλληλίζει γὰρ καὶ ὁ ἄρρην, ὅθεν καὶ σπανιαίτατα θήλειαν ἔστιν ὕαιναν λαβεῖν· οὐ γὰρ συνεχεῖς αἱ κυήσεις τῷ ζῴῳ γίγνονται τούτῳ πλεοναζούσης ἐν αὐτοῖς ἀδεῶς τῆς παρὰ φύσιν σπορᾶς. ταύτῃ μοι δοκεῖ καὶ ὁ Πλάτων ἐν Φαίδρῳ τὴν παιδεραστίαν ἀποκρουόμενος θηρίον αὐτὴν προσειπεῖν, ὅτι »τὸν χαλινὸν ἐνδακόντες« οἱ ταῖς ἡδοναῖς ἔκδοτοι λάγνοι »τετραπόδων νόμῳ βαίνουσι καὶ παιδοσπορεῖν ἐπιχειροῦσιν«· τοὺς δὲ ἀθέους »παρέδωκεν ὁ θεός«, ὥς φησιν ὁ ἀπόστολος, »εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ὁμοίως δὲ καὶ οἱ ἄρρενες αὐτῶν ἀφέντες τὴν φυσικὴν χρῆσιν ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.« καίτοι οὐδὲ τοῖς λαγνιστάτοις τῶν ζῴων συγκεχώρηκεν ἡ φύσις τὸν τῆς περιττώσεως πόρον ἐπιθοροῦν· τὸ μὲν γὰρ οὖρον εἰς κύστιν ἀποκρίνεται, ἡ δὲ ἐξυγρασμένη τροφὴ εἰς κοιλίαν, τὸ δάκρυον δὲ εἰς ὄμμα, αἷμα εἰς φλέβας, ῥύπος εἰς ὦτα, μύξαι ἐπὶ τὰς ῥῖνας καταφέρονται· συνεχὴς δὲ ἡ ἕδρα τῷ πέρατι τοῦ ἀπευθυσμένου, δι᾿ ᾗς ἀποπτύεται τὰ περιττώματα. μόνον δὲ ἄρα ἐπὶ τῶν ὑαινῶν ἡ ποικίλη φύσις ταῖς ὀχείαις ταῖς περιτταῖς μόριόν τι τοῦτο ἐπινενόηκεν περιττόν. διὸ καὶ μέχρι τινὸς κοῖλόν ἐστιν εἰς διακονίαν κνηστιώντων μορίων, ἀποτυφλοῦται δὲ ἐντεῦθεν ἡ κοιλότης· οὐ γὰρ εἰς γένεσιν δεδημιούργηται. ἐντεῦθεν συμφανὲς ἡμῖν ὁμολογουμένως παραιτεῖσθαι δεῖν τὰς ἀρρενομιξίας καὶ τὰς ἀκάρπους σπορὰς καὶ τὰς κατόπιν εὐνὰς καὶ τὰς ἀσυμφυεῖς ἀνδρογύνους κοινωνίας, ἑπομένους τῇ φύσει αὐτῇ ἀπαγορευούσῃ διὰ τῆς τῶν μορίων κατασκευῆς, οὐκ εἰς παραδοχὴν σπέρματος, εἰς δὲ τὴν πρόεσιν αὐτοῦ τὸ ἄρρεν ἀνδρωσάσῃ. ὁ δὲ Ἱερεμίας ὁπηνίκα ἂν φῇ, τοῦτ᾿ ἔστι δι᾿ αὐτοῦ τὸ πνεῦμα, »σπήλαιον ὑαίνης γέγονεν ὁ οἶκός μου«, τὴν ἐκ τῶν νεκρῶν σωμάτων μυσαττόμενος τροφὴν ἀλληγορίᾳ σοφῇ τὴν εἰδωλολατρείαν διαβέβληκε· δεῖ γὰρ ὡς ἀληθῶς ἁγνὸν εἰδώλων τὸν τοῦ ζῶντος οἶκον εἶναι θεοῦ. Πάλιν ὁ Μωσῆς καὶ τὸν λαγὼ ἐσθίειν ἀπαγορεύει· ὀχεύει πᾶσαν τὴν ὥραν ὁ λαγώς, καὶ ἐπιβαίνει συγκαθεσθείσης τῆς θηλείας κατόπιν ἐπιών· ἔστι γὰρ ὀπισθοβατικόν· κυεῖ δὲ κατὰ μῆνα καὶ ἐπικυΐσκεται· ὀχεύεται δὲ καὶ τίκτει, τεκοῦσα δὲ εὐθὺς ὀχεύεται ὑφ᾿ οὗ ἂν τύχῃ λαγωοῦ· οὐ γὰρ ἑνὶ ἀρκεῖται γάμῳ. καὶ συλλαμβάνει πάλιν ἔτι θηλαζομένη· ἔχει γὰρ τὴν ὑστέραν δικρόαν. καὶ οὐχὶ τὸ κένωμα μόνον τῆς ὑστέρας ἱκανὸν αὐτῇ γίνεται συνουσίας ὁρμητήριον· τὸ γὰρ κενὸν πᾶν ἐπιθυμεῖ πληρώσεως· συμβαίνει δ᾿, ὅταν κυῶσι, θάτερον μέρος τῆς ὑστέρας κατέχεσθαι τῇ ἐπιθυμίᾳ καὶ ὀργᾶν. διὰ τοῦτο ἐπικυήσεις γίνονται αὐτοῖς. ἀπέχεσθαι τοίνυν σφοδρῶν τε ὀρέξεων καὶ ἐπαλλήλων συνουσιῶν καὶ τῆς πρὸς τὰς ἐγκύους ὁμιλίας καὶ ἀλληλοβασίας καὶ παιδοφθορίας καὶ μοιχείας καὶ λαγνείας ἡ τοῦ αἰνίγματος τοῦδε ἀπαγόρευσις παρῄνεσεν. Ταύτῃ τοι ἀναφανδόν, οὐ δι᾿ αἰνιγμάτων ἔτι, ὁ αὐτὸς ἀπηγόρευσεν Μωυσῆς γυμνῇ τῇ κεφαλῇ, »οὐ πορνεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορήσεις« λέγων. τὸ δὴ διάταγμα τοῦ λόγου παντὶ διατηρητέον σθένει, καὶ οὐδὲν οὐδαμῶς παρανομητέον, οὐδὲ ἀκυρωτέον τὰς ἐντολάς· ἐπιθυμίᾳ γὰρ κακῇ ὄνομα ὕβρις, καὶ τὸν τῆς ἐπιθυμίας ἵππον »ὑβριστὴν« ὁ Πλάτων προσεῖπεν, »ἵπποι θηλυμανεῖς ἐγενήθητέ μοι« ἀναγνούς. τὴν δὲ ἐπὶ τῇ ὕβρει δίκην γνωριοῦσιν ὑμῖν οἱ εἰς τὰ Σόδομα παραγεγονότες ἄγγελοι. οὗτοι τοὺς περᾶν ἐθελήσαντας σφᾶς [ἐπαισχῦναι] αὐτῇ πόλει κατέφλεξαν, δεῖγμα ἐναργὲς τοῦτο, λαγνείας ἐπικάρπιον τὸ πῦρ, ὑπογράφοντες· τὰ γὰρ τῶν παλαιῶν συμπτώματα, ὡς καὶ πρόσθεν εἴπομεν, εἰς τὴν ἡμετέραν ἀναγεγράφαται νουθεσίαν, ὡς μὴ τοῖς αὐτοῖς ἐνσχεθῆναι, φυλάξασθαι δὲ μὴ περιπεσεῖν τοῖς ἴσοις. χρὴ δὲ υἱοὺς μὲν ἡγεῖσθαι τοὺς παῖδας, εἰς δὲ τὰς γυναῖκας τὰς ἀλλοτρίας ὡς ἰδίας ἀφορᾶν θυγατέρας κρατεῖν τε ἡδονῶν γαστρός τε ἔτι καὶ τῶν ὑπὸ γαστέρα δεσπόζειν ἀρχικώτατον. εἰ γὰρ οὐδὲ τὸν δάκτυλον ὡς ἔτυχε σαλεύειν τῷ σοφῷ ὁ λόγος ἐπιτρέπει, ὡς ὁμολογοῦσιν οἱ Στωϊκοί, πῶς οὐχὶ πολὺ πλέον τοῦ συνουσιαστικοῦ ἐπικρατητέον μορίου τοῖς σοφίαν διώκουσιν; ταύτῃ μοι δοκεῖ καὶ ὠνομάσθαι αἰδοῖον, ὅτι χρὴ παντὸς μᾶλλον τούτῳ τοῦ σώματος τῷ μέρει χρῆσθαι μετὰ αἰδοῦς· ἡ γὰρ φύσις ὥσπερ καὶ ταῖς τροφαῖς, οὕτω δὲ καὶ τοῖς κατὰ νόμον γάμοις ὅσον οἰκεῖον καὶ χρήσιμον καὶ εὐπρεπὲς ἐπέτρεψεν ἡμῖν, ἐπέτρεψεν δὲ ὀρέγεσθαι παιδοποιίας. ὅσοι δὲ τὴν ὑπερβολὴν διώκουσι, πταίουσι περὶ τὸ κατὰ φύσιν, σφᾶς αὐτοὺς βλάπτοντες κατὰ τὰς παρανόμους συνουσίας. ἔχει γὰρ ὀρθῶς παντὸς μᾶλλον μή ποτε κοινωνεῖν καθάπερ θηλειῶν πρὸς μῖξιν ἀφροδισίων τοῖς νέοις. διὸ καὶ »μὴ εἰς πέτρας τε καὶ λίθους σπείρειν«, φησὶν ὁ ἐκ Μωυσέως φιλόσοφος, »ὅτι μήποτε φύσιν τὴν αὑτοῦ ῥιζωθὲν λήψεται γόνιμον«. πάνυ γοῦν ἐμφανέστατα διὰ Μωυσέως ὁ λόγος παρήγγειλεν· »καὶ μετὰ ἄρρενος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν, βδέλυγμα γάρ ἐστι.« πρὸς δὲ καὶ »ἀρούρας θηλείας ἀπέχεσθαι πάσης«, ὅτι μὴ τῆς ἰδίας, ὁ καλὸς ἐκ τῶν θείων ἀναλεγόμενος γραφῶν συνεβούλευσεν Πλάτων ἐκεῖθεν τὸ νόμιμον ἐκλαβών· »καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σοῦ σπέρματος τοῦ ἐκμιανθῆναι πρὸς αὐτήν.« »ἄθυτα δὲ παλλακίδων σπέρματα καὶ νόθα.« μὴ σπεῖρε οὗ »μὴ βούλοιο ἄν σοι φύεσθαι τὸ σπαρέν·« μηδὲ μὴν »ἅπτεσθαί τινος πλὴν γαμετῆς τὸ παράπαν τῆς ἑαυτοῦ γυναικός«, ἐξ ἧς μόνης καρποῦσθαι τὰς σαρκὸς ἡδονὰς δίκαιον εἰς διαδοχὰς γνησίας. νόμιμα γὰρ ταῦτα μόνα τῷ λόγῳ. θείας γέ τοι μοίρας τῆς δημιουργικῆς μεταλαβόντας σπέρμα οὐκ ἐκριπτέον οὐδὲ καθυβριστέον οὐδὲ μὴν κερασβόλα σπαρτέον. ὁ γοῦν αὐτὸς οὗτος Μωυσῆς καὶ ταῖς γαμεταῖς αὐταῖς ἀπαγορεύει πλησιάζειν, ἢν ταῖς ἐπιμηνίοις καθάρσεσιν ἐνεσχημέναι τύχωσιν. οὐ γάρ πω εὔλογον τῷ ἀποκαθάρματι τοῦ σώματος τὸ γονιμώτατον τοῦ σπέρματος καὶ μετ᾿ ὀλίγον ἄνθρωπον ὂν μολύνειν οὐδὲ μὴν ἀποκλύζειν τῷ ῥυπαρῷ τῆς ὕλης ῥεύματι καὶ ἀποκαθάρματι σπέρμα [δὲ] γενέσεως εὐφυοῦς τῶν τῆς μήτρας ἀποστερούμενον αὐλάκων. οὐδέ τινα τῶν παλαιῶν Ἑβραίων ἐγκύμονι τῇ αὑτοῦ γυναικὶ συνιόντα παρήγαγεν· ψιλὴ γὰρ ἡδονή, κἂν ἐν γάμῳ παραληφθῇ, παράνομός ἐστι καὶ ἄδικος καὶ ἄλογος· ἔμπαλιν δὲ ὁ Μωυσῆς ἀπάγει τῶν ἐγκύων τοὺς ἄνδρας ἄχρις ἂν ἀποκυήσωσιν· τῷ ὄντι γὰρ ἡ ὑστέρα ὑποκειμένη μὲν τῇ κύστει, ἐπικειμένη δὲ τῷ ἐντέρῳ τῷ καλουμένῳ ἀρχῷ ἐκτείνει τὸν τράχηλον μεταξὺ τῶν ὤμων ἐν τῇ κύστει, καὶ τὸ στόμιον τοῦ τραχήλου, ᾧ προσίεται τὸ σπέρμα, πεπληρωμένον μέμυκεν, αὖθίς τε ἀποκενοῦται καθαιρομένη κυήσει, ἀποθεμένη δὲ τὸν καρπὸν εἶτα ἐπιδέχεται τὸν σπόρον. οὐκ αἰσχρὸν δὲ ἡμῖν ἐπ᾿ ὠφελείᾳ τῶν ἀκουόντων τὰ κυητικὰ ὀνομάζειν ὄργανα, ὧν οὐκ ἐπῃσχύνθη τὴν δημιουργίαν ὁ θεός. διψῶσα τοίνυν ἡ ὑστέρα παιδοποιίας προσίεται τὴν σποράν, καὶ τὸ ἐπίψογον τῆς συνουσίας ἀρνεῖται, μετὰ τὴν σπορὰν ἀποκλείουσα τέλεον ἤδη τὴν ἀσέλγειαν μεμυκότι τῷ στόματι. αἱ δὲ ὀρέξεις αὐτῆς αἱ τέως περὶ τὰς φιλοστόργους συμπλοκὰς δεδονημέναι, ἀποστραφεῖσαι, ἔνδον περὶ τὴν παιδοποιίαν ἀσχολούμεναι συνεργοῦσι τῷ δημιουργῷ. οὐ δὴ θέμις ἐργαζομένην τὴν φύσιν ἤδη ἐνοχλεῖν ἔτι, περιττεύοντας εἰς ὕβριν· ὕβρις δέ, ἡ πολυώνυμος καὶ πολυειδής, ἐπειδὰν ἐκτραπῇ κατὰ τοῦτο τῆς ἀταξίας τὸ μέρος τὸ κατὰ τὴν ἀφροδίτην, λαγνεία κέκληται, τὸ λαϊκὸν καὶ δημῶδες καὶ τὸ ἄναγνον. τὸ περὶ τὰς ὀχείας [τὸ] καταφερές, ἐμφαίνοντος τοῦ ὀνόματος, ἐξ ὧν αὐξηθέντων τὸ πολὺ τῶν νοσημάτων πλῆθος ἐπισυμβαίνει, φιλοψία, φιλοινία, φιλογυνία, καὶ δὴ καὶ ἀσωτία καὶ φιληδονία πᾶσα, ὧν τυραννεύει ἐπιθυμία. μυρία δε τούτοις αὔξεται ἀδελφὰ παθήματα, ἐξ ὧν τὸ ἀκόλαστον κορυφοῦται ἦθος· λέγει δὲ ἡ γραφή· »ἑτοιμάζονται ἀκολάστοις μάστιγες καὶ τιμωρίαι ὤμοις ἀφρόνων«, τὴν ἰσχὺν τῆς ἀκολασίας καὶ τὴν εὔτονον ὑπομονὴν »ὤμους ἀφρόνων« καλοῦσα. διὰ τοῦτό τοι »ἀπόστησον ἀπὸ τῶν δούλων σου ἐλπίδας κενάς, καὶ ἐπιθυμίας«, φησίν, »ἀπρεπεῖς ἀπόστρεψον ἀπ᾿ ἐμοῦ, κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με«. πόρρωθεν οὖν ἀπερύκειν χρὴ τὴν πολλὴν τῶν ἐπιβούλων κακουργίαν· οὐ γὰρ εἰς τὴν Κράτητος πήραν μόνον, ἀλλ᾿ οὐδὲ εἰς τὴν ἡμετέραν πόλιν »εἰσπλεῖ οὐ μωρὸς παράσιτος οὐδὲ λίχνος πόρνος πυγῇ ἀγαλλόμενος, οὐ δολερὰ πόρνη,« ἀλλ᾿ οὐδὲ ἄλλο τι τοιοῦτον ἡδονῆς θηρίον. πολλὴ οὖν ἡμῖν ἐγκατεσπάρθω παρ᾿ ὅλον τὸν βίον ἀξιοπραγία. Καθόλου μὲν οὖν εἰ γαμητέον ἢ γάμου εἰς τὸ παντελὲς καθαρευτέον (ἔχεται γὰρ ζητήσεως καὶ τοῦτο), ἐν τῷ Περὶ ἐγκρατείας ἡμῖν δεδήλωται. εἰ δὲ αὐτὸ τοῦτο, εἰ γαμητέον, ἐδέησε σκέψεως, πῶς ἂν ἐπιτραπείη ἀνέδην καθάπερ τροφῇ, οὕτω δὲ καὶ συνουσίᾳ ὡς ἀναγκαίῳ κεχρῆσθαι ἑκάστοτε; ἔστι γοῦν συνιδεῖν ἐξ αὐτῆς καθάπερ στήμονας τὰ νεῦρα διαφορούμενα καὶ περὶ τὴν ἐπίτασιν τῆς ὁμιλίας διαρρηγνύμενα· ναὶ μὴν καὶ ἀχλὺν περισκεδάννυσι τοῖς αἰσθητηρίοις, κόπτει δὲ καὶ τοὺς τόνους. σαφὲς τοῦτο καὶ ἐπὶ τῶν ἀλόγων ζῴων καὶ ἐπὶ τῶν ἐν ἀσκήσει σωμάτων, ὧν οἱ ἀπεχόμενοι ἐν τοῖς ἀγῶσι τῶν ἀντιπάλων περιγίνονται, τὰ δὲ ἀπάγεται τῆς ὀχείας περιελκόμενα, μονονουχὶ συρόμενα, ἰσχύος ἁπάσης καὶ ὁρούσεως τέλεον κεκενωμένα. »μικρὰν ἐπιληψίαν« τὴν συνουσίαν ὁ Ἀβδηρίτης ἔλεγεν σοφιστής, νόσον ἀνίατον ἡγούμενος. ἦ γὰρ οὐχὶ καὶ ἐκλύσεις παρέπονται τῷ μεγέθει τῆς ἀπουσίας ἀνατιθέμεναι; »ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου ἐκφύεταί τε καὶ ἀποσπᾶται.« ὅρα τὸ μέγεθος τῆς βλάβης. ὅλος ἄνθρωπος ἀποσπᾶται κατὰ συνουσίας ἀπουσίαν· φησὶ γάρ· »τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου.« τοσοῦτον ἄρα ὁ ἄνθρωπος κενοῦται τῷ σπέρματι, ὅσος ὁρᾶται τῷ σώματι· ἀρχὴ γὰρ γενέσεως τὸ ἀπαλλαττόμενον. ἀλλὰ καὶ τῆς ὕλης ὁ βρασμὸς ἐκταράττει καὶ συγκρούει τὴν ἁρμονίαν τοῦ σώματος. ἀστεῖος οὖν μάλα ἐκεῖνος ὁ πρὸς τὸν ἐρόμενον πῶς ἔχοι πρὸς τὰ ἀφροδίσια, »εὐφήμει«, φήσας, »ἄνθρωπε, ἀσμενέστατα μέντοι αὐτὰ ἀπέφυγον ὥσπερ λυττῶντα καὶ ἄγριον δεσπότην.« ἀλλ᾿ ἐγκεκρίσθω δὴ ὁ γάμος καὶ ἐγκατατετάχθω· »πληθύνεσθαι« γὰρ ὁ κύριος βούλεται τὴν ἀνθρωπότητα, ἀλλ᾿ οὐκ »ἀσελγαίνετε« λέγει οὐδὲ σφᾶς αὐτοὺς καθάπερ εἰς ὀχείαν γεγονότας ἐκδίδοσθαι ἡδοναῖς ἠθέλησεν. δυσωπείτω δὲ ἡμᾶς ὁ παιδαγωγὸς δι᾿ Ἐζεκιὴλ βοῶν »περιτέμνεσθε τὴν πορνείαν ὑμῶν«. ἔχει τινὰ καιρὸν εὔθετον εἰς σπόρον καὶ τὰ ἄλογα τῶν ζῴων. τὸ δὲ μὴ εἰς παίδων γονὴν συνιέναι ἐνυβρίζειν ἐστὶ τῇ φύσει, ἣν χρὴ διδάσκαλον ἐπιγραφομένους τὰς σοφὰς τοῦ καιροῦ ἐπιτηρεῖν παιδαγωγίας, τὸ γῆρας λέγω καὶ τὴν παιδικὴν ἡλικίαν, παρεισάγουσαν (τοῖς μὲν γὰρ οὐδέπω συνεχώρησεν, τοὺς δὲ οὐκέτι βούλεται γαμεῖν), πλὴν οὐ πάντοτε γαμεῖν. γάμος δὲ ἡ παιδοποιίας ὄρεξις, οὐχ ἡ τοῦ σπέρματος ἄτακτος ἔκκρισις ἡ παράνομος καὶ ἡ παράλογος. κατὰ φύσιν δ᾿ ἂν ἡμῖν χωροίη ὁ βίος ἅπας κρατοῦσι τῶν ἐπιθυμιῶν ἄνωθεν μὴ κτείνουσί τε τὸ ἐκ προνοίας θεϊκῆς φυόμενον τῶν ἀνθρώπων γένος κακοτέχνοις μηχαναῖς· αὗται γὰρ πορνείας ἐπικαλύμματι τοῖς ἐς παντελῆ κατασπῶσι φθορὰν φθορίοις συγχρώμεναι φαρμάκοις ἐξαμβλίσκουσιν ἅμα τῷ ἐμβρύῳ τὴν φιλανθρωπίαν. ἀλλ᾿ οἷς γε συγκεχώρηται γῆμαι, τούτοις ἐδέησεν παιδαγωγοῦ, ὡς μὴ μεθ᾿ ἡμέραν τὰ μυστικὰ τῆς φύσεως ἐκτελεῖσθαι ὄργια μηδὲ ἐξ ἐκκλησίας, φέρε, ἢ ἀγορᾶς ἥκοντα ἑωθινὸν ἀλεκτρυόνος ὀχεύειν δίκην, ὁπηνίκα εὐχῆς καὶ ἀναγνώσεως καὶ τῶν μεθ᾿ ἡμέραν εὐεργῶν ἔργων ὁ καιρός· ἑσπέρας δὲ ἀναπαύσασθαι καθήκει μετὰ τὴν ἑστίασιν καὶ μετὰ τὴν ἐπὶ ταῖς ἀπολαύσεσιν εὐχαριστίαν. οὐκ ἀεὶ δὲ καιρὸν ἐνδίδωσιν ἡ φύσις τὴν ἔντευξιν τοῦ γάμου τελειοῦσθαι· καὶ γὰρ ποθεινοτέρα ἡ χρονιωτέρα συμπλοκή. οὐ μὴν οὐδ᾿ ὡς ἐν σκότῳ νύκτωρ ἀκολαστητέον, ἀλλ᾿ ἐγκαθειρκτέον τῇ ψυχῇ τὸ αἰδῆμον οἱονεὶ φῶς τοῦ λογισμοῦ· οὐδὲν γὰρ τῆς ἱστουργούσης Πηνελόπης διοίσομεν, μεθ᾿ ἡμέραν μὲν τὰ σωφροσύνης ἐξυφαίνοντες δόγματα, νυκτὸς δὲ ἀναλύοντες, ἐπὴν εἰς κοίτην ἴωμεν· εἰ γὰρ σεμνότητα ἀσκητέον, ὥσπερ οὖν, πολὺ πλέον τῇ γυναικὶ τῇ ἑαυτοῦ τὴν σεμνότητα ἐπιδεικτέον τὰς ἀσχήμονας συμπλοκὰς παραιτούμενον καὶ τῆς πρὸς τοὺς πλησίον ἡ ἐχέγγυος πίστις οἴκοθεν παραγινέσθω. οὐ γὰρ ἔστιν, οὐκ ἔστι σεμνὸν παρ᾿ ἐκείνῃ νομισθῆναι, παρ᾿ ᾗ τὸ σεμνὸν οὐκ ἐμμάρτυρον δείκνυται ἐν αὐταῖς ἐκείναις ταῖς ὀξείαις ἡδοναῖς. εὔνοια δὲ ὀλισθηρῶς εἰς συνουσίαν ἔχειν ὁμολογοῦσα ὀλίγον ἀνθεῖ καὶ συγγηράσκει τῷ σώματι, ἔσθ᾿ ὅτε δὲ καὶ προγηράσκει μαρανθείσης τῆς ἐπιθυμίας, ὁπόταν τὴν γαμήλιον σωφροσύνην ἑταιρικαὶ καθυβρίσωσιν ἡδοναί· πτηναὶ γὰρ αἱ τῶν ἐρώντων καρδίαι καὶ σβέννυται μετανοίᾳ τὰ φίλτρα, τρέπεται δὲ πολλάκις τὸ φιλεῖν εἰς τὸ μισεῖν, ὁπόταν αἴσθηται τῆς καταγνώσεως ὁ κόρος. Ῥημάτων δὲ ἀκολάστων καὶ σχημάτων ἀσχημόνων ἑταιρικῶν τε φιλημάτων [ὀνόματα πορνικὰ] καὶ τοιουτωνί τινων λαγνευμάτων οὐδὲ ἐπιμνηστέον, τῷ μακαρίῳ πειθομένοις ἀποστόλῳ, διαρρήδην λέγοντι· »πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις.« εὖ γοῦν τις εἰρηκέναι φαίνεται· »συνουσία ὤνησεν μὲν οὐδένα, ἀγαπητὸν δὲ εἰ μὴ ἔβλαψεν.« ἡ μὲν γὰρ κατὰ νόμον σφαλερά, εἰ μὴ ὅσον αὐτῆς ἐπὶ παιδοποιίᾳ, περὶ δὲ τῆς παρανόμου ἡ γραφὴ λέγει· »γυνὴ μισθία ἴση σιάλῳ λογισθήσεται, ὕπανδρος δὲ πύργος θανάτου τοῖς χρωμένοις.« κάπρῳ ἢ συῒ τὸ ἑταιρικὸν ἀπείκασε πάθος, θάνατον δὲ ζητούμενον εἴρηκεν τὴν μοιχείαν ἐπὶ πόρνῃ τηρουμένῃ. οἶκον δὲ καὶ πόλιν, ἐν ᾗ ἀσελγαίνουσιν, [ναὶ μὴν] καὶ ἡ παρ᾿ ὑμῖν ποιητικὴ ὀνειδίζουσά πως γράφει· μοιχεῖαι παρὰ σοί τε καὶ ἀνδρῶν μῖξις ἄθεσμος θηλυγενὴς ἄδικός τε, κακὴ πόλι, πάντ᾿ ἀκάθαρτε· ἔμπαλιν δὲ ἄγαται τοὺς σώφρονας· οὔτε ἐπ᾿ ἀλλοτρίᾳ κοίτῃ πόθον αἰσχρὸν ἔχοντας οὐδὲ ἐπ᾿ ἄρρενος ὕβριν ἀπεχθέα τε στυγερήν τε ὁρμωμένους, ὅτι παρὰ φύσιν· ταύτας ἡγοῦνται οἱ πολλοὶ τρυφάς, τὰς ἑαυτῶν ἁμαρτίας, οἱ δὲ τούτων ἐπιεικέστεροι γνωρίζουσι μὲν οὔσας αὐτὰς ἁμαρτίας, ἡττῶνται δὲ τῶν ἡδονῶν. καὶ τὸ σκότος αὐτοῖς ἐστι προκάλυμμα τῶν παθῶν· μοιχεύει γὰρ τὸν ἑαυτοῦ γάμον ὁ ἐταιριζόμενος αὐτόν, καὶ οὐκ ἀκούει τοῦ παιδαγωγοῦ βοῶντος· »ὁ ἄνθρωπος ὁ ἀναβαίνων ἐπὶ τῆς κλίνης αὐτοῦ, ὁ λέγων ἐν τῇ ψυχῇ· τίς με ὁρᾷ; σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοι σκέπη μου, καὶ οὐδεὶς βλέπει τὰς ἁμαρτίας μου· τί εὐλαβοῦμαι; μὴ μνησθήσεται ὁ ὕψιστος.« ταλάντατος μὲν οὗτος, ὁφθαλμοὺς ἀνθρώπων δεδιὼς μόνους, λήσειν δὲ τὸν θεὸν ὑπονοῶν. »οὐ γὰρ γινώσκει«, φησὶν ἡ γραφή, »ὅτι ὁφθαλμοὶ κυρίου ὑψίστου μυριοπλασίως ἡλίου φωτεινότεροί εἰσιν, οἳ ἐπιβλέπουσι πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦσιν εἰς ἀπόκρυφα μέρη.« ταύτῃ τε πάλιν ὁ παιδαγωγὸς αὐτοῖς ἀπειλεῖ διὰ Ἡσαΐου λέγων· »οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἐροῦσι· τίς ἡμᾶς ὁρᾷ;« λήσεται μὲν γὰρ ἴσως τὸ αἰσθητὸν φῶς τις, τὸ δὲ νοητὸν ἀδύνατόν ἐστιν, ἢ ὥς φησιν Ἡράκλειτος· »τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι;« μηδαμῶς τοίνυν ἐπικαλυπτώμεθα τὸ σκότος, τὸ γὰρ φῶς ἔνοικον ἡμῖν· »καὶ ἡ σκοτία«, φησίν, »αὐτὸ οὐ καταλαμβάνει«, καταυγάζεται δὲ [αὐτὸ] ἡ νὺξ τῷ σώφρονι λογισμῷ· λογισμοὺς δὲ ἀνδρῶν ἀγαθῶν [οὓς] ἀκοιμήτους λύχνους ὡνόμασεν ἡ γραφή. καίτοι τό γε πειρᾶσθαι λανθάνειν ἐφ᾿ οἷς πράττει τις ὁμολογοῦντος ἁμαρτάνειν ἐστίν, πᾶς δὲ ὅς ἁμαρτάνει, καὶ ἀδικεῖ εὐθύς, οὐχ οὕτως τὸν πέλας, ἂν μοιχεύῃ, ὡς ἑαυτόν, ὅτι μεμοίχευκεν· ἀλλὰ πάντως αὑτὸν χείρονα ἀποφαίνει καὶ ἀτιμότερον. ὁ γὰρ ἁμαρτάνων, παρ᾿ ὅσον ἁμαρτάνει, χείρων καὶ ἀτιμότερος αὐτὸς αὑτοῦ· πάντως δὲ ἤδη που καὶ ἀκολασία πρόσεστι τῶ ἡττωμένῳ αἰσχρᾶς ἡδονῆς· διὸ καὶ πάντως ὁ πορνεύων ἁπέθανεν θεῷ, καὶ καταλέλειπται ὑπὸ τοῦ λόγου, καθάπερ ὑπὸ τοῦ πνεύματος, νεκρός. βδελύττεται γὰρ τὸ ἅγιον μολύνεσθαι, ὥσπερ οὖν εἰκός. ἀεὶ δὲ καθαρῷ καθαροῦ θέμις θιγγάνειν· μὴ δὴ ἅμα χιτῶνι ἀποδυομένῳ ἀποδυσώμεθα καὶ τὴν αἰδῶ ποτε, ἐπεὶ οὐδέποτε τῷ δικαίῳ σωφροσύνην ἀποδύσασθαι θέμις. ἰδοὺ γὰρ τὸ φθαρτὸν τοῦτο ἐπενδύσεται ἀφθαρσίαν, ὁπηνίκα ἂν τὸ ἀκόρεστον τῆς ἐπιθυμίας, τὸ εἰς ἀσέλγειαν ῥέον, ἐγκρατείᾳ παιδαγωγούμενον, ἀνέραστον γενόμενον τῆς φθορᾶς, ἀιδίῳ σωφροσύνῃ παραχωρήσῃ τὸν ἄνθρωπον· »ἐν γὰρ τῷ αἰῶνι τούτῳ γαμοῦσι καὶ γαμίσκονται«, καταργήσαντες δὲ τὰ τῆς σαρκὸς ἔργα, αὐτῇ καθαρᾷ τῇ σαρκὶ ἐπενδυσάμενοι τὴν ἀφθαρσίαν τὸ πρὸς μέτρον τῶν ἀγγέλων διώκομεν. ταύτῃ τοι καὶ Πλάτων ἐν Φιλήβῳ ὁ τῆς βαρβάρου μαθητὴς φιλοσοφίας ἀθέους κέκληκε μυστικῶς τοὺς τὸν θεὸν τὸν ἔνοικον αὐτοῖς, τὸν λόγον, διαφθείροντας καὶ μιαίνοντας τὸ ὅσον ἐφ᾿ ἑαυτοῖς ἐν τῇ τῶν παθῶν οἰκειώσει. οὐκ ἄρα ποτὲ θνητῶς βιωτέον ἁγιαζομένους θεῷ οὐδὲ μήν, ὥς φησιν ὁ Παῦλος, οὐ χρὴ πόρνης ποιεῖν μέλη τὰ τοῦ Χριστοῦ μέλη οὐδὲ μὴν νεὼν τῶν παθῶν τῶν αἰσχρῶν τὸν νεὼν τοῦ θεοῦ ποιητέον. μέμνησθε γὰρ τὰς τέτταρας καὶ εἴκοσι χιλιάδας διὰ πορνείαν ἀπωσμένας, τὰ δὲ παθήματα τῶν πορνευσάντων, ὡς ἤδη μοι λέλεκται, »τύποι« παιδαγωγοῦντες ἡμῶν τὰς ἐπιθυμίας εἰσίν. ἡμῖν δὲ ὁ παιδαγωγὸς παραινεῖ σαφέστατα· »ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου·« »οἶνος γὰρ καὶ γυναῖκες ἀποστήσουσι συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἐκβήσεται, σῆψις καὶ σκώληξ κληρονομήσουσιν αὐτόν, καὶ ἐξαρθήσεται ἐν παραδειγματισμῷ μείζονι«, καὶ πάλιν (οὐ γὰρ ἀποκάμνει ὠφελῶν)· »ὁ δὲ ἀντοφθαλμῶν ἡδονῇ στεφανοῖ τὴν ζωὴν αὐτοῦ.« οὔκουν ἀφροδισίων ἡττᾶσθαι δίκαιον οὐδὲ μὴν κεχηνέναι περὶ τὰς ἐπιθυμίας, ἀλλ᾿ οὐδὲ ἐκπαθαίνεσθαι περὶ τὰς ἀλόγους ὀρέξεις οὐδὲ ἐπιθυμεῖν μολύνεσθαι. σπείρειν δὲ μόνον ἐπιτέτραπται τῷ γήμαντι ὡς γεωργῷ τὸ τηνικάδε, ὁπηνίκα ὁ καιρὸς δέχεται τὸν σπόρον. πρὸς δὲ δὴ τὴν ἄλλην ἀκρασίαν ἄριστον μὲν ὁ λόγος φάρμακον, βοηθεῖ δὲ καὶ ἡ ἔνδεια τοῦ κόρου, δι᾿ οὗ φλεγμαίνουσαι αἱ ἐπιθυμίαι σκιρτῶσι περὶ τὰς ἡδονάς. οὐκοῦν οὐδὲ ἐσθῆτος ἀντιποιητέον πολυτελοῦς καθάπερ οὐδὲ τροφῆς ποικίλης. αὐτὸς γοῦν ὁ κύριος διαιρῶν τὰς ὑποθήκας εἴς τε ψυχὴν καὶ σῶμα καὶ τρίτον τὰ ἐκτός, διὰ μὲν τὸ σῶμα τὰ ἐκτὸς πορίζεσθαι συμβουλεύει, διοικεῖν δὲ τὸ σῶμα τῇ ψυχῇ, παιδαγωγεῖ δὲ τὴν ψυχήν, »μὴ μεριμνᾶτε« λέγων »τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· ἡ γὰρ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος.« καὶ τῆς διδασκαλίας ἐναργὲς ὑπόδειγμα ἐπιφέρει· »κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμιεῖον καὶ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς. οὐχ ὑμεῖς διαφέρετε τῶν πτηνῶν;« καὶ ταῦτα μὲν περὶ τροφῆς· ὁμοίως δὲ καὶ περὶ ἐσθῆτος παρεγγυᾷ, ἣ τῶν τρίτων μετείληφε, τῶν ἐκτός, »κατανοήσατε« λέγων »τὰ κρίνα πῶς οὔτε νήθει οὔτε ὑφαίνει, λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομὼν περιεβάλετο ὡς ἓν τούτων.« σφόδρα δὲ ἐπὶ πλούτῳ ἐκόμα ὁ Σολομὼν ὁ βασιλεύς. τί οὖν ὡραιότερον καὶ εὐανθέστερον ἀνθέων; τί δὲ ἐπιτερπέστερον κρίνων [ἢ μύρων] ἢ ῥόδων; »εἰ δὲ τὸν χόρτον σήμερον ἐν ἀγρῷ ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ἢ τί πίητε.« ἐνταῦθα τὸ »τί« μόριον τὴν ποικιλίαν τῆς τροφῆς ἐκβέβληκε, σημαίνεται γὰρ ἐκ τῆς γραφῆς τοῦτο· μὴ μεριμνᾶτε ποῖα φάγητε ἢ ποῖα πίητε· πλεονεξία γὰρ καὶ τρυφὴ μεριμνᾶν ταῦτα· τὸ δὲ φαγεῖν μόνον ψιλῶς νοούμενον ἀνάγκης ἐστὶ τεκμήριον, τὸ πλήρωμα, ὡς ἔφαμεν, τῆς ἐνδείας· τὸ δὲ »τί« ἐκ περισσοῦ, τὸ δὲ περιττὸν ἐκ τοῦ διαβόλου μεμήνυκεν ἡ γραφή. σαφηνίζει δὲ τὴν διάνοιαν ἡ ἐπιφερομένη λέξις. »μὴ γὰρ ζητεῖτε τί φάγητε ἢ τί πίητε« εἰπών, ἐπήγαγεν· »καὶ μὴ μετεωρίζεσθε·« μετεώρους δὲ ἀπὸ τῆς ἀληθείας ἀλαζονεία καὶ τρυφὴ ποιεῖ, καὶ ἡ εἰς τὰ περιττὰ ἀπασχολοῦσα ἡδυπάθεια ἀπάγει τῆς ἀληθείας· διὸ καί φησι παγκάλως· »ταῦτα δὲ πάντα τὰ ἔθνη τοῦ κόσμου ζητεῖ.« οἱ ἄτακτοι καὶ ἀνόητοι τὰ ἔθνη εἰσίν. τίνα δὲ λέγει »ταῦτα«; τὴν τρυφήν, τὴν ἡδυπάθειαν, τὴν καρυκείαν, τὴν ὀψοφαγίαν, τὴν λαιμαργίαν· ταῦτά ἐστι τὸ »τί«. περὶ δὲ ψιλῆς τῆς τροφῆς, τῆς τε ξηρὰς καὶ τῆς ὑγρᾶς, ὡς ἀναγκαίων οὐσῶν, »οἶδε«, φησίν, »ὁ πατὴρ ὑμῶν ὅτι χρῄζετε«. εἰ δὲ ὅλως ζητητικοὶ γεγόναμεν, μὴ εἰς τρυφὴν τὸ ζητητικὸν ἀπολλύωμεν, ἀλλὰ εἰς τὴν εὕρεσιν τῆς ἀληθείας ἀναζωπυρήσωμεν. »ζητεῖτε γάρ«, φησί, »τὴν βασιλείαν τοῦ θεοῦ, καὶ τὰ τῆς τροφῆς προστεθήσεται ὑμῖν.« εἰ τοίνυν ἐσθῆτος καὶ τροφῆς καὶ τῶν περιττῶν ἁπαξαπλῶς ὡς οὐκ ἀναγκαίαν ἀφαιρεῖται τὴν μέριμναν, τί χρὴ νοεῖν ἐρεῖν αὐτὸν περὶ φιλοκοσμίας βαφῆς τε ἐρίων καὶ ποικιλίας χρωμάτων καὶ λίθων περιεργίας καὶ χρυσίου ἐξεργασίας πλοκάμων τε ἔτι ἐπιτεχνητῶν καὶ βοστρύχων ἑλικτῶν, πρὸς δὲ καὶ ὀφθαλμῶν ὑπογραφῆς παρατίλσεών τε καὶ παραφυκισμῶν καὶ ψιμυθισμοῦ καὶ βαφῆς τριχῶν καὶ τῶν περὶ τὰς ἀπάτας ταύτας κακοτεχνιῶν; οὐχὶ εὖ μάλα ἐκεῖνο δὴ ὑποτοπητέον, τὸ μικρῷ πρόσθεν εἰρημένον ἐπὶ τοῦ χόρτου, μὴ καὶ ἐπὶ τῶν ἀκόσμων φιλοκόσμων τούτων ᾖ λελεγμένον; ἀγρὸς γὰρ ὁ κόσμος, καὶ πόα ἡμεῖς οἱ τῇ χάριτι δροσιζόμενοι τοῦ θεοῦ, καρέντες δὲ αὖθις ἀνατέλλομεν, ὡς ἐν τῷ Περὶ ἀναστάσεως διὰ πλειόνων δηλωθήσεται, χόρτος δὲ ὁ χυδαῖος ἀλληγορεῖται ὄχλος, ὁ τῆς ἐφημέρου εὐφροσύνης οἰκεῖος, ὁ πρὸς ὀλίγον ἀνθῶν, ὁ φιλόκοσμος καὶ φιλόδοξος καὶ πάντα μᾶλλον ἢ φιλαλήθης, εἰς οὐδὲν ἀλλ᾿ ἢ εἰς ὑπέκκαυμα εὔθετος πυρός. »Ἄνθρωπος γοῦν ἦν τις«, ὁ κύριος διηγούμενος λέγει, »πλούσιος σφόδρα, ὃς ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς·« οὗτος ὁ χόρτος ἦν· »πτωχὸς δέ τις ὄνομα Λάζαρος ἐβέβλητο εἰς τὸν πυλῶνα τοῦ πλουσίου εἱλκωμένος, ἐπιθυμῶν χορτασθῆναι ἐκ τῶν πιπτόντων τῆς τραπέζης τοῦ πλουσίου·« οὗτός ἐστιν ἡ πόα. ἀλλ᾿ ὃ μὲν ἐκολάζετο ἐν Ἅιδου, ὁ πλούσιος, μετέχων τοῦ πυρός, ὃ δὲ ἀνέθαλλεν ἐν κόλποις τοῦ πατρός. ἄγαμαι τῶν Λακεδαιμονίων τὴν πόλιν τὴν παλαιάν· μόναις ταῖς ἑταίραις ἀνθίνας ἐσθῆτας καὶ χρυσοῦν κόσμον ἐπέτρεψεν φορεῖν, ἀφαιρουμένη τῶν δοκίμων γυναικῶν τὴν φιλοκοσμίαν τῷ μόναις ἐφεῖναι καλλωπίζεσθαι ταῖς ἑταιρούσαις. Ἀθηναίων δὲ ἔμπαλιν οἱ ἄρχοντες οἱ τὸ ἀστικὸν πολίτευμα ἐζηλωκότες ἐκλαθόμενοι τῆς ἀνδρωνίτιδος ἐχρυσοφόρουν ποδήρεις χιτῶνας ἐνδυόμενοι [καὶ ποδήρεις ἠμπίσχοντο·] καὶ κρωβύλον, ὃ ἐμπλοκῆς ἐστιν εἶδος, ἀνεδοῦντο χρυσῶν ἐνέρσει τεττίγων κοσμούμενοι, τὸ γηγενὲς ὡς ἀληθῶς ἀπειροκαλίᾳ κιναιδίας ἐνδεικνύμενοι. ὁ δὲ τῶν ἀρχόντων τούτων ζῆλος καὶ εἰς τοὺς ἄλλους Ἴωνας διικνεῖτο, οὓς Ὅμηρος ἐκθηλύνων »ἑλκεσιπέπλους« καλεῖ. εἴδωλον οὖν τοῦ καλοῦ τὴν φιλοκοσμίαν, οὐχὶ δὲ αὐτὸ τὸ καλὸν προστρεπομένους, δι᾿ ὀνόματος ὡραίου πάλιν εἰδωλολατροῦντας, πόρρω τῆς ἀληθείας ἀποικιστέον, δόξῃ, οὐκ ἐπιστήμῃ, ὀνειροπολοῦντας τοῦ καλοῦ τὴν φύσιν. καὶ ἔστιν αὐτοῖς ὁ τῇδε βίος ἀγνοίας ὕπνος βαθύς, οὗ χρὴ ἐξεγειρομένους ἡμᾶς ἐπὶ τὸ ὄντων καλὸν καὶ κόσμιον σπεύδειν καὶ τούτου μόνου ἐφάπτεσθαι γλίχεσθαι καταλείποντας τὰ τῇδε κόσμια αὐτῷ κόσμῳ χαίρειν πρὶν ἢ τέλεον καταδαρθεῖν. φημὶ τοίνυν οὐκ ἄλλου τινὸς ἕνεκα δεηθῆναι ὑφασμάτων τὸν ἄνθρωπον ἢ σκέπης σώματος, πρὸς ἀπαλέξησιν κρυμῶν τε ὑπερβολῆς καὶ καυμάτων ἐπιτάσεως, μή τι ἡμᾶς παραλυποίη τοῦ περιέχοντος ἡ ἀμετρία. Εἰ δὴ οὗτός ἐστι τῆς ἐσθῆτος ὁ σκοπός, ὅρα μὴ οὐκ ἄλλη μὲν ἀνδράσιν, ἄλλη δὲ ἐσθὴς ἀπονεμητέα γυναιξίν· κοινὸν γὰρ ἀμφοῖν τὸ σκέπεσθαι κατὰ τὰ αὐτὰ τῷ ἐσθίειν καὶ πίνειν. κοινῆς οὖν οὔσης τῆς χρείας τὴν ὁμοίαν κατασκευὴν δοκιμάζομεν. ὡς γὰρ τὸ δεῖσθαι τῶν σκεπόντων κοινὸν ἑκατέροις, οὕτως καὶ τὰ σκέποντα παραπλήσια εἶναι χρή, εἰ δέ, καὶ σκέπην ταύτην παραληπτέον, καθ᾿ ἣν * * κρύπτειν ὄμματα θηλειῶν χρεών. εἰ γὰρ καὶ πλεονεκτεῖ τὸ θῆλυ διὰ τὴν ἀσθένειαν, τὸ ἔθος τῆς ἀγωγῆς τῆς κακῆς αἰτιατέον, δι᾿ ἣν πολλάκις φαύλοις διαίταις ἐντρεφόμενοι ἄνδρες γυναικῶν γεγόνασι θηλύτεροι· οὐ δὴ καθυφεῖναι χρὴ τοῦ τόνου. εἰ δὲ συμπεριφέρεσθαι χρή, ὀλίγον ἐνδοτέον αὐταῖς μαλακωτέροις χρῆσθαι τοῖς ὑφάσμασιν μόνον τὰς μεμωρημένας λεπτουργίας καὶ τὰς ἐν ταῖς ὑφαῖς περιέργους πλοκὰς ἐκποδὼν μεθιστάντας, νῆμα χρυσοῦ καὶ σῆρας Ἰνδικοὺς καὶ τοὺς περιέργους βόμβυκας χαίρειν ἐῶντας. σκώληξ φύεται τὸ πρῶτον, εἶτα ἐξ αὐτοῦ δασεῖα ἀναφαίνεται κάμπη, μεθ᾿ ἣν εἰς τρίτην μεταμόρφωσιν νεοχμοῦται βομβύλιον (οἳ δὲ νεκύδαλλον αὐτὸ καλοῦσιν), ἐξ οὗ μακρὸς τίκτεται στήμων, καθάπερ ἐκ τῆς ἀράχνης ὁ τῆς ἀράχνης μίτος· τὰ γὰρ περιττὰ ταῦτα καὶ διαφανῆ ἔλεγχός ἐστι διανοίας οὐκ ἐρρωμένης, ὀλίγῳ παραπετάσματι τὴν αἰσχύνην τοῦ σώματος προαγωγεύοντα. οὐ γὰρ ἔτι σκέπη ἡ ἁβροδίαιτός ἐστιν ἐσθής, τὸ σχῆμα τῆς γυμνότητος κρύπτειν μὴ δυναμένη· προσπίπτουσα γὰρ ἡ τοιαύτη ἐσθὴς τῷ σώματι προστυποῦται αὐτῷ ὑγρότερον καὶ προσαναπλάττεται σαρκικῶς ἐμφῦσα τῷ σχήματι, καὶ τὸν τύπον ἐκμάττεται τῆς γυναικός, ὥστ᾿ οὐχ ὁρῶντι τὴν ὅλην τοῦ σώματος εἶναι φανερὰν διάθεσιν. Παραιτητέον δὲ τῆς ἐσθῆτος καὶ τὰς βαφάς· αὗται γὰρ πόρρω καὶ τῆς χρείας καὶ τῆς ἀληθείας πρὸς τῷ καὶ εἰς διαβολὴν τοῦ ἤθους ἐξανθεῖν· οὔτε γὰρ ἡ χρῆσις ὠφέλιμος (οὐ γὰρ πρὸς τὸ κρύος εὔθετος) οὔτε πρὸς σκέπην ἔχει τι περιττὸν παρὰ τὴν ἄλλην ἐσθῆτα ἢ τὸν ψόγον μόνον, καὶ τὸ ἐπιτερπὲς τῆς χροιᾶς τοὺς λίχνους ἀνιᾷ εἰς τὴν ἀνόητον ὀφθαλμίαν ἐρεθίζον, τοὺς δὲ λευκοὺς καὶ οὐ νόθους τὰ ἔνδον λευκαῖς καὶ ἀπεριέργοις ἁρμοδιώτατον ἐσθήσεσι χρῆσθαι. σαφῶς γοῦν καὶ καθαρῶς Δανιὴλ ὁ προφήτης »ἐτέθησαν«, φησί, »θρόνοι καὶ ἐκάθισεν ἐπ᾿ αὐτῶν ὡσεὶ παλαιὸς ἡμερῶν, καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκόν«. τοιαύτῃ χρώμενον στολῇ τὸν κύριον ἐν ὁράματι θεωρεῖ· καὶ ἡ Ἀποκάλυψίς φησιν· »εἶδον τὰς ψυχὰς τῶν μεμαρτυρηκότων ὑποκάτω τοῦ θυσιαστηρίου· καὶ ἐδόθη ἑκάστῳ στολὴ λευκή.« εἰ δὲ καὶ ἄλλο τι δέοι χρῶμα ζητεῖν, τὸ αὐτοφυὲς τῆς ἀληθείας ἀπόχρη βάμμα, αἱ δὲ τοῖς ἄνθεσιν ἐοικυῖαι ἐσθῆτες βακχικοῖς καὶ τελεστικοῖς καταλειπτέαι λήροις, πρὸς δὲ καὶ »ἡ προφύρα καὶ τὰ ἀργυρώματα«, ὥς φησιν ὁ κωμικός, »εἰς τοὺς τραγῳδοὺς χρήσιμα καὶ οὐκ εἰς τὸν βίον«, τὸν δὲ ἡμέτερον βίον πάντα μᾶλλον ἢ πομπὴν εἶναι χρεών. βάμμα γοῦν Σαρδιανικὸν καὶ ἄλλο ὀμφάκινον καὶ χλωρὸν ἕτερον ῥοδομιγές τε καὶ κοκκοβαφὲς καὶ ἄλλα μυρία διὰ σπουδῆς βάμματα ἐπινενόηται ταῖς ἐξώλοις ἡδυπαθείαις. Ὄψεως, οὐ σκέπης ἡ ἐσθὴς αὕτη. τά τε χρυσῷ πεποικιλμένα καὶ τὰ ἁλουργοβαφῆ καὶ ζῳωτὰ (προσήνεμόν γέ τι τρύφημα τουτοῒ) τόν τε μυροβαφῆ ἐκεῖνον κροκωτὸν καὶ τῶν ὑμενίνων τῶν περιόπτων τὰ πολυτελῆ καὶ ποικίλα ἱμάτια, ἔχοντα ζῴδια ἐν τῇ πορφύρᾳ, αὐτῇ τέχνῃ χαίρειν ἐατέον. »τί γὰρ ἂν φρόνιμον γυναῖκες ἐργάσαιντο ἢ λαμπρόν, αἳ καθήμεθα«, φησὶν ἡ κωμῳδία, ἐξηνθισμέναι, κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι; παραινεῖ δὲ διαρρήδην ὁ παιδαγωγός· »ἐν περιβολῇ ἱματίου οὐ μὴ καυχήσῃ, μηδὲ ἐπαίρου ἐν δόξῃ πάσῃ ἀπαραμόνῳ οὔσῃ.« ἐπισκώπτων γοῦν τοὺς τοῖς μαλακοῖς ἠμφιεσμένους ἱματίοις ἐν τῷ εὐαγγελίῳ λέγει· »ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ ἐν τρυφῇ διάγοντες ἐν τοῖς βασιλείοις εἰσί«, τοῖς ἐπιγείοις βασιλείοις λέγει, τοῖς φθαρτοῖς, ἔνθα δοξοκαλία καὶ δοξοκοπία καὶ κολακεία καὶ πλάνη· οἱ δὲ τὴν οὐράνιον θεραπεύοντες αὐλὴν περὶ τὸν πάντων βασιλέα τὴν ἀκήρατον τῆς ψυχῆς ἐσθῆτα, τὴν σάρκα, ἁγιάζονται, καὶ ταύτῃ ἐπενδύονται ἀφθαρσίαν. καθάπερ οὖν ἡ ἄγαμος μόνῳ σχολάζει τῷ θεῷ καὶ ἡ φροντὶς αὐτῆς οὐ περισχίζεται, γημαμένη δὲ ἥ γε σώφρων διαιρεῖται τὸν βίον καὶ πρὸς θεὸν καὶ πρὸς ἄνδρα, ἡ δὲ ἄλλως φερομένη ὅλη γίνεται τοῦ γάμου, τοῦτ᾿ ἔστι τοῦ πάθους, τὸν αὐτόν, οἶμαι, τρόπον ἡ σώφρων γυνὴ σχολάζουσα μὲν τῷ ἀνδρὶ ἀνυποκρίτως θεοσεβεῖ, φιλοκοσμοῦσα δὲ ἀποπέπτωκεν καὶ τοῦ θεοῦ καὶ τοῦ γάμου τοῦ σώφρονος, τὸν κόσμον ἀντικαταλλαττομένη τἀνδρὸς κατὰ τὰ αὐτὰ τῇ Ἀργείᾳ ἑταίρᾳ, τῇ Ἐριφύλῃ λέγω, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. Ταύτῃ καὶ τὸν Κεῖον ἀποδέχομαι σοφιστὴν τὰς ἐοικυίας καὶ καταλλήλους ἀρετῆς καὶ κακίας εἰκόνας ὑπογράφοντα· τὴν μὲν αὐταῖν ἀφελῶς ἱσταμένην ἐποίησε καὶ λευχείμονα καὶ καθάριον, τὴν ἀρετήν, αἰδοῖ μόνῃ κεκοσμημένην (τοιαύτην εἶναι χρὴ τὴν πίστιν, ἐνάρετον μετ᾿ αἰδοῦς), θατέραν δὲ τοὐναντίον εἰσάγει, τὴν κακίαν, περιττῇ μὲν ἐσθῆτι ἠμφιεσμένην, ἀλλοτρίῳ δὲ χρώματι γεγανωμένην· καὶ ἡ κίνησις αὐτῆς καὶ ἡ σχέσις πρὸς τὸ ἐπιτερπὲς ἐπιτηδευομένη ταῖς μαχλώσαις ἔκκειται σκιαγραφία γυναιξί. πρὸς οὐδεμίαν δὲ ὅλως ὁ ἑπόμενος τῷ λόγῳ αἰσχρὰν ἡδονὴν οἰκειώσεται· διὸ καὶ τῆς ἐσθῆτος τὸ χρειῶδες προκριτέον. κἂν ὁ λόγος τοῦτο ψάλλῃ διὰ Δαβὶδ περὶ τοῦ κυρίου λέγων »εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ καὶ κροσσωτοῖς χρυσοῖς περιβεβλημένη«, οὐκ ἐσθῆτα τὴν τρυφητικὴν μεμήνυκεν, ἀλλὰ τὸν ἐκ πίστεως συνυφασμένον ἀκήρατον τῶν ἠλεημένων κόσμον τῆς ἐκκλησίας δεδήλωκεν, ἐν ᾗ ὁ ἄδολος Ἰησοῦς »ὡς χρυσὸς διαπρέπει«, καὶ οἱ κροσσοί, οἱ ἐκλεκτοί, οἱ χρυσοῖ. εἰ δὲ καὶ ὑφεῖναι χρὴ τοῦ τόνου διὰ τὰς γυναῖκας, λείαν τὴν ἐσθῆτα καὶ προσηνῆ πρὸς τὴν ἁφὴν ἐξυφαντέον, οὐχὶ δὲ καθάπερ τὰς γραφὰς πρὸς τὸ τερπνὸν τῆς ὄψεως ἐξανθιστέον· ἐξίτηλος μὲν γὰρ ἡ γραφὴ τῷ χρόνῳ γίνεται, αἱ δὲ ῥύψεις καὶ αἱ στύψεις τοῖς φαρμακώδεσι τῆς βαφῆς χυμοῖς ἐκτήκουσαι τὰ ἔρια τῶν ἀμπεχονῶν τὰς ὑφάνσεις ἀσθενεῖς ἀποτελοῦσι, τὸ δὲ οὐδ᾿ εἰς οἰκονομίαν εὔθετον. ἀπειροκαλία δὲ ἡ μεγίστη τοσοῦτον ἐπτοῆσθαι περὶ τοὺς πέπλους καὶ τὰς ξυστίδας καὶ τὰς ἐφαπτίδας χλαίνας τε καὶ χιτῶνας, »τά τ᾿ αἰδῶ ἀμφικαλύπτει«, Ὅμηρός φησιν. αἰσχύνομαι γὰρ ὡς ἀληθῶς ὁρῶν τοσοῦτον ἐκχεόμενον πλοῦτον εἰς τὴν αἰδοίων σκέπην. ὁ γάρ τοι ἀρχαῖος ἄνθρωπος ὁ ἐν τῷ παραδείσῳ κλάδοις καὶ φύλλοις τὴν σκέπην τῆς αἰσχύνης παρεμέτρει, νυνὶ δὲ ἐπεὶ τὰ πρόβατα ἡμῖν δεδημιούργηται, μὴ κατὰ τὰ αὐτὰ τοῖς προβάτοις ἀφραίνωμεν, παιδαγωγούμενοι δὲ τῷ λόγῳ τὸ πολυτελὲς τῆς ἐσθῆτος διελέγχωμεν ἐπιλέγοντες, τρίχες ἐστὲ προβάτων, κἂν Μίλητος αὐχῇ, κἂν Ἰταλία δοξάζηται, κἂν ὑπὸ διφθέραις φυλάττωνται αἱ τρίχες, περὶ ἃς μεμήνασιν οἱ πολλοί, ἀλλὰ ἡμῖν γε οὐ σπουδαστέον. Ὁ δὲ μακάριος Ἰωάννης καὶ τῶν προβάτων ὑπεριδὼν τὰς τρίχας ὀζούσας τρυφῆς τὰς τῶν καμήλων εἵλατο τρίχας καὶ ταύτας ἠμπίσχετο, τὸ εὐτελὲς καὶ ἄδολον τοῦ βίου ὑποτυπούμενος. καὶ γὰρ μέλι ἤσθιεν καὶ ἀκρίδας, γλυκεῖαν καὶ πνευματικὴν τροφήν, ἀτύφους καὶ σώφρονας τὰς ὁδοὺς τοῦ κυρίου παρασκευάζων. ἦ που γὰρ ἂν ἁλουργὴν χλανίδα περιεβάλετο ὁ τὴν ἀλαζονείαν τὴν πολιτικὴν ἐκτραπείς, εἰς δὲ τὴν ἔρημον * * τῆς ἐρημίας γαλήνην θεῷ πεπολιτευμένος ἐκτὸς πάσης κενοσπουδίας, ἀπειραγαθίας, μικροπρεπείας. μηλωτῇ δὲ ἐχρῆτο Ἠλίας ἐνδύματι καὶ ζώνῃ τὴν μηλωτὴν κατέσφιγγεν ἐκ τριχῶν πεποιημένῃ. Ἡσαΐας δέ, ἄλλος οὗτος προφήτης, »γυμνός τε καὶ ἀνυπόδετος« ἦν, πολλάκις δὲ καὶ σάκκον ἠμπίσχετο ταπεινοφροσύνης ἔνδυμα. εἰ δὲ καὶ Ἱερεμίαν καλεῖς, λινοῦν οὗτος περίζωμα εἶχε μόνον. ὡς δὲ τὰ εὐτραφῆ τῶν σωμάτων γυμνούμενα φανερωτέραν δείκνυσι τὴν ἀκμήν, οὕτως καὶ τῶν ἠθῶν τὸ κάλλος, μὴ ἐνειλούμενον ἀπειροκάλοις φλυαρίαις, τὸ μεγαλοπρεπὲς ἐνδείκνυται. Τὸ δὲ καὶ σύρειν τὰς ἐσθῆτας ἐπ᾿ ἄκρους καθιέντας τοὺς πόδας κομιδῇ ἀλαζονικόν, ἐμποδὼν τῇ ἐνεργείᾳ τοῦ περιπατεῖν γινόμενον. καλλύντρου δίκην ἐπισυρομένης τῆς ἐσθῆτος τὰς ἐπιπολαίους τῆς γῆς ἀχυρμιάς, οὐδὲ τῶν κατεαγότων τούτων δὴ τῶν τὴν κιναιδίαν τὴν ἄφωνον ἐπὶ ταῖς σκηναῖς μετιόντων ὀρχηστῶν ἀπορρέουσαν εἰς τοσοῦτον ὕβρεως τὴν ἐσθῆτα περιορώντων, οἷς οἱ ἐπιμελεῖς στολισμοὶ καὶ τῶν κρασπέδων αἱ ἀπαιωρήσεις καὶ τῶν σχημάτων οἱ περίεργοι ῥυθμοὶ βλακείας μικρολόγου ἐπισυρμὸν ἐμφαίνουσιν. κἂν τὸν ποδήρη τις παραφέρῃ τὸν κυρίου, ὁ ποικιλανθὴς ἐκεῖνος χιτὼν τὰ τῆς σοφίας ἄνθη δεικνύει, τὰς ποικίλας καὶ μὴ μαραινομένας γραφάς, τὰ λόγια τὰ κυρίου ταῖς τῆς ἀληθείας ἀπαστράπτοντα αὐγαῖς, τοιαύτην ἄλλην τὸν κύριον ἐσθῆτα διὰ τοῦ Δαβὶδ ἠμφίεσεν τὸ πνεῦμα ὧδέ πως ψάλλον· »ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.« Καθάπερ οὖν περὶ τὴν κατασκευὴν τῶν ἐσθήτων καθαρευτέον πάσης ἀτοπίας, οὕτως δὲ καὶ τῆς χρήσεως τὴν ἀμετρίαν εὐλαβητέον. οὐδὲ γὰρ ὑπὲρ γόνυ καθάπερ τὰς Λακαίνας φασὶ παρθένους ἐστολίσθαι καλόν· οὐδὲν γὰρ μέρος ὁτιοῦν ἀπογυμνοῦσθαι γυναικὸς εὐπρεπές. καίτοι δυνατὸν ἀποφθέγξασθαι μάλα κοσμίως τὴν ἀστείαν ἐκείνην φωνὴν πρὸς τὸν εἰπόντα »καλὸς ὁ πῆχυς«, »ἀλλ᾿ οὐ δημόσιος«, καὶ »κνῆμαι καλαί«, »ἀλλὰ μόνου«, φάναι, »τοῦ ἀνδρὸς τοῦ ἐμοῦ«, καὶ »πρόσωπον εὐπρεπές«, »ἀλλὰ μόνου τοῦ γεγαμηκότος«. ἐγὼ δὲ οὐδὲ τὴν αἰτίαν τῶν τοιούτων ἐπαίνων θέλω παρέχειν τὰς σώφρονας τοῖς διὰ τῶν ἐπαίνων θηρωμένοις τὰ ἐπίψογα, καὶ οὐδ᾿ ὅτι γε παραγυμνοῦν τὸ σφυρὸν κεκώλυται μόνον; ἐγκεκαλύφθαι δὲ καὶ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον ἐπεσκιάσθαι προστέτακται. οὐ γὰρ ὅσιον εἶναι θήρατρον ἀνθρώπων τὸ κάλλος τοῦ σώματος, οὐδὲ ἁλουργῷ παραπετάσματι χρωμένην περίβλεπτον ἐθέλειν γίνεσθαι τὴν γυναῖκα εὔλογον. εἴθε γὰρ καὶ τῆς ἐσθῆτος οἷόν τε ἦν ἐξελεῖν τὴν πορφύραν, ὡς μὴ ἐπὶ τὸ πρόσωπον τῶν χρωμένων τοὺς θεατὰς ἐπιστρέφειν· αἳ δὲ ὀλίγον κομιδῇ τὸ λοιπὸν τῆς ἀμπεχόνης ὑφαίνουσαι τὸ πᾶν ἁλουργὲς εἰργάσαντο ἐκφλέγουσαι τὰς ῥᾳθυμίας, καὶ δῆτα αὐτὰς περὶ τὰς μεμωρημένας ταύτας καὶ ἁβρὰς ἀλυούσας πορφύρας κατὰ τὸ ποιητικὸν δὴ ἐκεῖνο »ἔλλαβε πορφύρεος θάνατος«. διὰ ταύτην γοῦν τὴν πορφύραν ἡ Τύρος καὶ ἡ Σιδὼν καὶ τῆς Λακωνικῆς ἡ γείτων τῆς θαλάσσης ποθεινόταται· ἀνάγονται δὲ εὖ μάλα καὶ οἱ βαφεῖς αὐτῶν καὶ οἱ πορφυρευταὶ καὶ αὐτὰ τὰ κογχύλια διὰ τὸ αἷμα τούτωι ἐξανθεῖν τὴν πορφύραν. ἀλλὰ καὶ τοῖς λίχνοις ὑφάσμασιν ἐγκαταμιγνύουσαι αἱ δολεραὶ γυναῖκες καὶ τῶν ἀνδρῶν οἱ γυναικώδεις τὰς δολερὰς βαφὰς μαργαίνουσιν περὶ τὴν ἀμετρίαν, οὐκέτι τὰς ὀθόνας τὰς ἀπ᾿ Αἰγύπτου, ἄλλας δέ τινας ἐκ γῆς Ἑβραίων καὶ Κιλίκων ἐκποριζόμενοι γῆς. τὰ δὲ ἀμόργινα καὶ τὰ βύσσινα σιωπῶ· ὑπερεκπέπαικεν ἡ τρυφὴ καὶ τὴν ὀνομασίαν. δεῖ δὲ τὴν σκέπην, οἶμαι, αὐτὸ αὑτῆς κρεῖττον ἀποφαίνειν τὸ σκεπόμενον, ὡς τὸ ἄγαλμα τοῦ νεὼ καὶ τὴν ψυχὴν τοῦ σώματος καὶ τῆς ἐσθῆτος τὸ σῶμα. νυνὶ δὲ πᾶν τοὐναντίον, τὸ μὲν σῶμα αὐταῖς εἰ πιπράσκοιτο, οὐκ ἄν ποτε χιλίας εὕροι Ἀττικάς, μίαν δέ που ἐσθῆτα μυρίων ταλάντων ὠνούμεναι σφᾶς αὐτὰς ἀχρειοτέρας καὶ ἀτιμοτέρας τῶν ὑφασμάτων ἐλέγχουσιν. τί ποτ᾿ οὖν διώκετε τὰ σπάνια καὶ πολυτελῆ πρὸ τῶν ἐν μέσῳ καὶ τῶν εὐτελῶν; ὅτι ἀγνοεῖτε τὸ ὄντως καλὸν καὶ τὸ ὄντως ἀγαθόν· καὶ ἀντὶ τῶν ὄντων τὰ δοκοῦντα παρὰ τοῖς ἀνοήτοις σπουδάζεται, οἳ τοῖς μεμηνόσιν ἐπ᾿ ἴσης τὰ λευκὰ ὡς μέλανα φαντάζονται.

---

Clement of Alexandria, Paedagogus, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg002.local001/.
