# Paedagogus 2.Ὅτι οὐ χρὴ περὶ τοὺς λίθους καὶ τὸν χρυσοῦν ἐπτοῆσθαι κόσμον..1

Clement of Alexandria, Paedagogus, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/paedagogus/2.%E1%BD%8D%CF%84%CE%B9%20%CE%BF%E1%BD%90%20%CF%87%CF%81%E1%BD%B4%20%CF%80%CE%B5%CF%81%E1%BD%B6%20%CF%84%CE%BF%E1%BD%BA%CF%82%20%CE%BB%CE%AF%CE%B8%CE%BF%CF%85%CF%82%20%CE%BA%CE%B1%E1%BD%B6%20%CF%84%E1%BD%B8%CE%BD%20%CF%87%CF%81%CF%85%CF%83%CE%BF%E1%BF%A6%CE%BD%20%E1%BC%90%CF%80%CF%84%CE%BF%E1%BF%86%CF%83%CE%B8%CE%B1%CE%B9%20%CE%BA%CF%8C%CF%83%CE%BC%CE%BF%CE%BD..1

Λίθους δὲ πελίους ἢ χλωροὺς καὶ τῆς ἀπεξενωμένης θαλάττης τὰ ἐκβράσματα καὶ τῆς γῆς τὰ ἐκψήγματα μειρακιῶδές ἐστι τεθηπέναι. ἐπὶ γὰρ τὰ διαυγῆ τῶν λιθιδίων καὶ τὰς ἰδιαζούσας χρόας ὑέλους τε ἵεσθαι ποικίλας οὐδὲν ἀλλ᾿ ἢ ἀνοήτων ἐστὶν ἀνθρώπων ὑπὸ τῶν πληκτικὴν ἐχόντων φαντασίαν ἑλκομένων. ταύτῃ καὶ τὸ πῦρ τὰ παιδία θεασάμενα φέρεται ἐπ᾿ αὐτὸ τῇ λαμπρότητι ἀγόμενα, τῆς δὲ ἐπαφήσεως τὸ ἐπισφαλὲς διὰ τὴν ἄνοιαν οὐ κατανενοηκότα. τοιοῦτο ταῖς ἠλιθίαις οἱ λίθοι γυναιξὶν περιδούμενοι τοῖς ὅρμοις καὶ τοῖς περιδεραίοις ἐγκατακλειόμενοι ἀμέθυστοι καὶ κεραυνῖται καὶ ἰάσπιδες καὶ τοπάζιον ἥ τε Μιλησία σμάραγδος ἐμπόλημα τιμηέστατον. ὁ δὲ πολυτίμητος μαργαρίτης ὑπερφυῶς τῇ γυναικωνίτιδι εἰσεκώμασεν· γίνεται δὲ οὗτος ἐν ὀστρείῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, μέγεθος δὲ ἡλίκος ἰχθύος ὀφθαλμὸς εὐμεγέθης. καὶ οὐκ αἰσχύνονται αἱ κακοδαίμονες περὶ ὄστρειον ὀλίγον τοῦτο τὴν πᾶσαν σπουδὴν πεποιημέναι, ἐξὸν ἁγίῳ κοσμεῖσθαι λίθῳ, τῷ λόγῳ τοῦ θεοῦ, ὃν μαργαρίτην ἡ γραφὴ κέκληκέν που, τὸν διαυγῆ καὶ καθαρὸν Ἰησοῦν, τὸν ἐν σαρκὶ ἐπόπτην ὀφθαλμόν, τὸν λόγον τὸν διαφανῆ, δι᾿ ὃν ἡ σὰρξ τιμία ὕδατι ἀναγεννωμένη. καὶ γὰρ τὸ ὄστρειον ἐκεῖνο ἐν ὕδατι γιγνόμενον περιστέγει τὴν σάρκα, ἐκ δὲ ταύτης ὁ μαργαρίτης κυΐσκεται. λίθοις δὲ ἁγίοις τὴν ἄνω Ἱερουσαλὴμ τετειχίσθαι παρειλήφαμεν, καὶ τὰς δώδεκα τῆς οὐρανοπόλεως πύλας τιμίοις ἀπεικασμένας λίθοις τὸ περίοπτον τῆς ἀποστολικῆς [φωνῆς] αἰνίττεσθαι χάριτος ἐκδεχόμεθα. ἐπὶ γὰρ τῶν λίθων τῶν πολυτελῶν αἱ χρόαι τετάχαται, τίμιαι δὲ αὗται, τὰ δ᾿ ἄλλα ὕλη γεώδης καταλείπονται. συμβολικῶς τούτοις εἰκότως τειχίζεται τῶν ἁγίων ἡ πόλις πνευματικῶς οἰκοδομουμένη. πρὸς τὸ ἄνθος τῶν λίθων τὸ ἀμίμητον τὸ ἄνθος τοῦ πνεύματος τὸ ἀκήρατον καὶ ἅγιον τῆς οὐσίας νενοήκασιν· αἳ δέ, μὴ συνιεῖσαι τὸ συμβολικὸν τῶν γραφῶν, ὅλαι περικεχήνασι τοῖς λίθοις, τὸν θαυμάσιον ἐκεῖνον ἀπολογισμὸν προφερόμεναι· ὅ τι κατέδειξεν ὁ θεός, διὰ τί μὴ χρησώμεθα; καὶ πάρεστί μοι, διὰ τί μὴ τρυφήσω; καὶ τίσιν οὖν ταῦτα γέγονεν, εἰ μὴ ἡμῖν; τελέως δὲ ἠγνοηκότων τὸ θέλημα τοῦ θεοῦ αἱ τοιαῦται φωναί. πρῶτον μὲν γὰρ τὰ ἀναγκαῖα καθάπερ τὸ ὕδωρ καὶ τὸν ἀέρα προφανῆ πᾶσι χορηγεῖ, τὰ δὲ ὅσα μὴ ἀναγκαῖα γῇ τε καὶ ὕδατι ἔκρυψεν. διὰ τοῦτό τοι μύρμηκες χρυσωρυχοῦσι, καὶ γρῦπες χρυσοφυλακοῦσι, καὶ ἡ θάλασσα τὸν μαργαρίτην ἔκρυψεν λίθον· ὑμεῖς δὲ περίεργοι εἰς ἃ μὴ δεῖ. ἰδοὺ ὅλος ἀναπέπταται οὐρανός, καὶ οὐ ζητεῖτε τὸν θεόν· τὸ δὲ κεκρυμμένον χρυσίον καὶ τοὺς λίθους οἱ τὴν ἐπὶ θανάτῳ κεκριμένοι γεωρυχοῦσι παρ᾿ ἡμῖν. ἀλλὰ καὶ τῇ γραφῇ ἀντᾴδετε, βοώσης ἐκείνης διαρρήδην· »ζητεῖτε πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.« εἰ δὲ καὶ πάντα ὑμῖν δεδώρηται καὶ εἰ πάντα ὑμῖν συγκεχώρηται καὶ εἰ »πάντα ἡμῖν ἔξεστι«, φησὶν ὁ ἀπόστολος, »ἀλλ᾿ οὐ πάντα συμφέρει«. παρήγαγεν δὲ τὸ γένος ἡμῶν ἐπὶ κοινωνίᾳ ὁ θεὸς αὐτὸς τῶν ἑαυτοῦ πρότερος μεταδοὺς καὶ κοινὸν πᾶσιν ἀνθρώποις τὸν ἑαυτοῦ ἐπικουρήσας λόγον, πάντα ποιήσας ὑπὲρ πάντων. κοινὰ οὖν τὰ πάντα καὶ μὴ πλεονεκτούντων οἱ πλούσιοι. τὸ οὖν πάρεστί μοι καὶ πλεονάζει μοι, διὰ τί μὴ τρυφήσω; οὐκ ἀνθρώπινον οὐδὲ κοινωνικόν, ἐκεῖνο δὲ μᾶλλον ἀγαπητικόν· πάρεστί μοι, διὰ τί μὴ μεταδῶ τοῖς δεομένοις; ὁ γὰρ τοιοῦτος τέλειος ὁ τὸ »ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτὸν« πληρώσας. αὕτη γὰρ ἡ ἀληθὴς τρυφή, ἡ θησαυριζομένη πολυτέλεια, ἣ δὲ εἰς τὰς ματαίους ἐπιθυμίας ἀνάλωσις ἀπωλείας, οὐ δαπάνης, ἐπέχει λόγον. δέδωκεν γὰρ ὁ θεὸς οἶδ᾿ ὅτι τῆς χρήσεως ἡμῖν τὴν ἐξουσίαν, ἀλλὰ μέχρι τοῦ ἀναγκαίου, καὶ τὴν χρῆσιν κοινὴν εἶναι βεβούληται. ἄτοπον δὲ ἕνα τρυφᾶν πενομένων πλειόνων. πόσῳ μὲν γὰρ εὐκλεέστερον τοῦ πολυτελῶς οἰκεῖν τὸ πολλοὺς εὐεργετεῖν; πόσῳ δὲ συνετώτερον τοῦ εἰς λίθους καὶ χρυσίον τὸ εἰς ἀνθρώπους ἀναλίσκειν; πόσῳ δὲ ὠφελιμώτερον τῶν ἀψύχων κοσμίων τὸ φίλους κεκτῆσθαι κοσμίους; τίνα δὲ ἂν ἀγροὶ τοσοῦτον ὅσον τὸ χαρίζεσθαι ὠφελήσειαν; Λείπεται τοίνυν ἡμῖν κἀκεῖνο ἐπιλῦσαι τὸ ἐπιφερόμενον· τίσιν οὖν τὰ πολυτελέστερα, ἂν αἱρῶνται πάντες τὰ εὐτελέστερα; τοῖς ἀνθρώποις, φήσαιμ᾿ ἄν, ἐὰν χωρὶς προσπαθείας καὶ διαφορᾶς χρώμεθα αὐτοῖς. εἰ δὲ ἀμήχανον πάντας σωφρονεῖν, ἀλλὰ καὶ διὰ τὴν τῶν ἀναγκαίων χρείαν τὰ εὐπόριστα μεταδιωκτέον μακρὰ τοῖς περιττοῖς τούτοις χαίρειν φράσασιν. καθόλου μὲν οὖν τὰ κόσμια ὥσπερ κοροκόσμια ἀποσκορακιστέον ὅλον καὶ αὐτὸν παραιτουμέναις τὸν κόσμον. χρὴ γὰρ εἶναι κοσμίας ἔνδοθεν καὶ τὴν ἔσω γυναῖκα δεικνύναι καλήν· ἐν μόνῃ γὰρ τῇ ψυχῇ καταφαίνεται καὶ τὸ κάλλος καὶ τὸ αἶσχος. διὸ καὶ μόνος ὁ σπουδαῖος καλὸς κἀγαθὸς ὄντως ἐστίν, καὶ μόνον τὸ καλὸν ἀγαθὸν δογματίζεται, ἡ δὲ ἀρετὴ μόνη καὶ διὰ καλοῦ τοῦ σώματος καταφαίνεται καὶ ἐπανθεῖ τῇ σαρκί, τὸ ὡραῖον τῆς σωφροσύνης ἀξιέραστον δεικνύουσα, ὅταν οἱονεὶ φέγγος ἐπιλάμπῃ τῇ μορφῇ τὸ ἦθος. τὸ γὰρ ἑκάστου καὶ φυτοῦ καὶ ζῴου κάλλος ἐν τῇ ἑκάστου ἀρετῇ εἶναι συμβέβηκεν. ἀνθρώπου δὲ ἀρετὴ δικαιοσύνη καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ εὐσέβεια. καλὸς ἄρα ἄνθρωπος ὁ δίκαιος καὶ σώφρων καὶ συλλήβδην ὁ ἀγαθός, οὐχ ὁ πλούσιος. ἤδη δὲ καὶ οἱ στρατιῶται χρυσίῳ κεκοσμῆσθαι βούλονται, οὐδὲ ἐκεῖνο ἀνεγνωκότες τὸ ποιητικόν, ὃς καὶ χρυσὸν ἔχων πόλεμον κίεν ἠύτε κούρη νηπίη. ἀλλὰ γὰρ τὴν μὲν φιλοκοσμίαν ἥκιστα ἀρετῆς ἐπιμελουμένην, σώματος δὲ ἀντιποιουμένην, ἐκτραπέντος τοῦ φιλοκάλου περὶ τὴν κενοδοξίαν, ἄρδην ἐκβλητέον. τὰ γὰρ μὴ οἰκεῖα τῷ σώματι ὡς οἰκεῖα προσάπτουσα μελέτην τοῦ ψεύδεσθαι καὶ ἔθος ἀπάτης ἐνεγέννησεν, οὔτι τὸ σεμνὸν καὶ ἄπλαστον καὶ νήπιον ὡς ἀληθῶς, τὸ σοβαρὸν δὲ καὶ θρυπτικὸν καὶ ἁβροδίαιτον φαίνουσα. αἳ δὲ ἀμαυροῦσι τὸ κάλλος τὸ ἀληθινὸν ἐπισκιάζουσαι χρυσίῳ, καὶ οὐκ ἴσασι τὸ πλημμέλημα οἷόν ἐστι, δεσμὰ ἑαυταῖς περιθεῖσαι πλούσια μυρία, καθάπερ καὶ παρὰ τοῖς βαρβάροις φασὶν δεδέσθαι τοὺς κακούργους χρυσίῳ. τούτους ἐζηλωκέναι δοκοῦσί μοι αἱ γυναῖκες τοὺς δεσμώτας τοὺς πλουσίους. ἦ γὰρ οὐχὶ κλοιὸς τὸ χρυσοῦν ἐστι περιδέραιον καὶ οἱ στρεπτοί; οἵ τε καθετῆρες καλούμενοι ἁλύσεων ἐπέχοντες τρόπον [καὶ] παρὰ τοῖς Ἀττικοῖς αὐτῷ τούτῳ τῷ ὀνόματι ἁλύσεις κέκληνται. πέδας δὲ περισφυρίους τὴν περὶ τοὺς πόδας ἀκοσμίαν τῶν γυναικῶν Φιλήμων ἐν Συνεφήβῳ προσεῖπεν, ἱμάτια διαφαίνοντα καὶ πέδην τινὰ χρυσῆν. Τί οὖν ἔτι ὁ καλλωπισμὸς ὁ ζηλωτὸς ἢ ἐθέλειν ὑμᾶς, ὦ γυναῖκες, σφᾶς αὐτὰς φαίνεσθαι πεπεδημένας; εἰ γὰρ ἡ ὕλη τὸ ὄνειδος ὑπεκλύει, τὸ πάθος ἀδιάφορον. ἐμοὶ γοῦν δοκοῦσιν ἑκουσίως περιπίπτουσαι δεσμοῖς αὐχεῖν ἐπὶ συμφοραῖς πλουσίαις. ἴσως δὲ καὶ ὁ ποιητικὸς μῦθος τοιούτους δεσμοὺς μοιχευομένῃ τῇ Ἀφροδίτῃ περιβεβλῆσθαι λέγει, οὐδὲν ἀλλ᾿ ἢ μοιχείας σύμβολον αἰνιττόμενος τὰ κόσμια· χρυσοῦς γὰρ εἶπεν κἀκείνους Ὅμηρος τοὺς δεσμούς. ἤδη δὲ τὰ φανερώτατα τοῦ πονηροῦ σύμβολα οὐκ αἰσχύνονται περικείμεναι. ὡς γὰρ τὴν Εὔαν ὁ ὄφις ἠπάτησεν, οὕτω δὲ καὶ τὰς ἄλλας γυναῖκας ὁ κόσμος ὁ χρυσοῦς δελέατι προσχρώμενος τοῦ ὄφεως τῷ σχήματι ἐξέμηνεν εἰς ὕβρεις, σμυραίνας τινὰς καὶ ὄφεις ἀποπλαττομένας εἰς εὐπρέπειαν. λέγει γοῦν ὁ κωμικὸς Νικόστρατος, ἁλύσεις, καθετῆρας, δακτυλίους, βουβάλια, ὄφεις, περισκελίδας, ἐλλέβορον. πάνυ γοῦν ἐπιψόγως πάντα τὸν γυναικεῖον καταλεγόμενος κόσμον Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις ὑποδείκνυσιν. παραθήσομαι δὲ αὐτὰς τοῦ κωμικοῦ τὰς λέξεις διελεγχούσας ἀκριβῶς τὸ φορτικὸν ὑμῶν τῆς ἀπειραγαθίας· Α. μίτρας, ἀναδήματα, νίτρον, κίσηριν, στρόφιον, ὀπισθοσφενδόνην, κάλυμμα, φῦκος, περιδέραια, ὑπογράμματα, τρυφοκαλάσιριν, ἐλλέβορον, κεκρύφαλον, ζῶμα, ἀμπέχονον, τρύφημα, παρυφές, ξυστίδα, κιθῶνα, βάραθρον, ἔγκυκλον, χιτώνιον. τὰ μέγιστα δ᾿ οὐκ εἴρηκα τούτων. Β. εἶτα τί; A. διόπας, διάλιθον, πλάστρα, μολόχιον, βότρυς, χλίδωνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας, σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα, πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια, ὑποδερίδας, ἑλικτῆρας. ἐγὼ μὲν ἔκαμον καὶ ἄχθομαι λέγων τὸ πλῆθος τῶν κοσμίων, τὰς δὲ καὶ θαυμάζειν ἔπεισί μοι, ὡς ἄρα οὐκ ἀποκναίονται τοσοῦτον ἄχθος βαστάζουσαι. ὢ τῆς κενῆς πολυπραγμοσύνης, ὢ τῆς ματαίας δοξομανίας· ἐκχέουσιν ἑταιρικῶς τὸν πλοῦτον εἰς ὄνειδος, καὶ τοῦ θεοῦ τὰ δωρήματα ἀπειροκαλίᾳ παραχαράττουσι ζηλοῦσαι τοῦ πονηροῦ τὴν τέχνην. σαφῶς δὲ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ τὸν πλούσιον τὸν θησαυρίζοντα εἰς τὰς ἀποθήκας καὶ πρὸς ἑαυτὸν λέγοντα· »ἔχεις ἀγαθὰ πολλὰ ἀποκείμενα εἰς ἔτη πολλά· φάγε, πίε, εὐφραίνου«, ἄφρονα κέκληκεν, »ταύτῃ γὰρ τῇ νυκτὶ τὴν ψυχήν σου παραλαμβάνουσιν· ἃ οὖν ἡτοίμασας, τίνος γένηται;« Ἀπελλῆς ὁ ζωγράφος θεασάμενός τινα τῶν μαθητῶν Ἑλένην [ὀνόματι] πολύχρυσον γράψαντα· ὦ μειράκιον, εἶπεν, μὴ δυνάμενος γράψαι καλὴν πλουσίαν πεποίηκας. τοιαῦται τοίνυν Ἑλέναι αἱ νῦν εἰσι γυναῖκες, οὐ καλαὶ γνησίως, πεπλασμέναι δὲ πλουσίως. ταύταις προφητεύει διὰ τοῦ Σοφονίου τὸ πνεῦμα· »καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς κυρίου.« ταῖς δὲ ὑπὸ Χριστοῦ παιδαγωγουμέναις οὐ χρυσίῳ κοσμεῖσθαι προσήκει, ἀλλὰ τῷ λόγῳ, δι᾿ οὗ μόνου καταφαίνεται τὸ χρυσίον. μακάριοι μεντἂν ἦσαν οἱ παλαιοὶ τῶν Ἑβραίων, εἰ περιελόμενοι τὸν κόσμον τῶν γυναικῶν ἔρριψαν ἢ ἐχώνευσαν μόνον, νυνὶ δὲ εἰς βοῦν χρυσοχοήσαντες καὶ τούτῳ εἰδωλολατρήσαντες αὐτοὶ μὲν οὐκ ὤναντο οὔτε τῆς τέχνης οὔτε τῆς ἐπιβολῆς, ἐδίδαξαν δὲ ἡμῶν τὰς γυναῖκας τυπικώτατα κοσμίων ἀποσχέσθαι. τὸ γοῦν ἐκπορνεῦσαν τῆς ἐπιθυμίας εἰς χρυσίον εἴδωλον γίνεται βασανιζόμενον πυρί, ᾧ μόνῳ τηρεῖται τρυφὴ καθάπερ εἴδωλον, οὐκ ἀλήθεια. ἐντεῦθεν ὀνειδίζων ὁ λόγος διὰ τοῦ προφήτου τοὺς Ἑβραίους· »ἀργυρᾶ καὶ χρυσᾶ«, φησίν, »ἐποίησαν τῇ Βάαλ«, κόσμια δηλονότι· καὶ ἐναργέστατα ἐπαπειλῶν »καὶ ἐκδικήσω« λέγει »ἐπ᾿ αὐτὴν τὰς ἡμέρας τῶν Βααλείμ, ἐν αἷς ἐπέθυσεν αὐτῇ, καὶ περιετίθετο τὰ ἐνώτια ἑαυτῆς καὶ τὰ καθόρμια αὐτῆς«, καὶ τὴν αἰτίαν τοῦ κοσμήματος ἐπήγαγεν εἰπών· »καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει κύριος.« Ἀποθέμεναι τοίνυν τοὺς λήρους αὐτῷ πονηρῷ σοφιστῇ τοῦ ἑταιρικοῦ τούτου μὴ μετεχόντων καλλωπισμοῦ μηδὲ εἰδωλολατρούντων διὰ παραπετάσματος εὐπρεποῦς. πάνυ γοῦν θαυμασίως ὁ Πέτρος ὁ μακάριος »γυναῖκας«, φησίν, »ὡσαύτως μὴ ἐν πλέγμασιν ἤ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ᾿ ὅ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾿ ἔργων ἀγαθῶν σφᾶς αὐτὰς κοσμουσῶν.« καὶ γὰρ εἰκότως ἀπεῖναι αὐτῶν τὸν καλλωπισμὸν κελεύει· εἰ μὲν γὰρ καλαὶ εἶεν, ἀπόχρη ἡ φύσις· μὴ φιλονεικείτω ἡ τέχνη πρὸς τὴν φύσιν, τουτέστιν ἀπάτη ἀληθείᾳ μὴ ἐριζέτω· εἰ δὲ αἰσχραὶ φύσει, ἐλέγχουσιν ἐξ ὧν προσάπτουσιν ὅ μὴ ἔχουσιν. προσήκει τοίνυν λιτότητα ἀσπάζεσθαι τὰς Χριστῷ λατρευούσας. τῷ ὄντι γὰρ ἡ λιτότης ἁγιωσύνης προμηθεῖται ἐξισοῦσα τὰς πλεονεξίας καὶ διὰ τῶν τυχόντων τὴν ἀπὸ τῶν περιττῶν κομιζομένη χρείαν. τὸ γὰρ λιτόν, ᾗ καὶ τοὔνομα ἐμφαίνει, οὐκ ἐξέχει οὐδὲ κατά τι ὀγκοῦται ἢ τυφοῦται, ὁμαλὸν δὲ ὅλον καὶ λεῖον καὶ ἴσον καὶ ἀπέριττον καὶ ταύτῃ ἱκανόν ἐστιν. ἱκανότης δὲ ἕξις ἐστὶν ἐξικνουμένη πρὸς τὸ οἰκεῖον πέρας ἀνελλιπῶς καὶ ἀπερίττως· μήτηρ δὲ αὐτῶν ἡ δικαιοσύνη, τιθηνὴ δὲ ἡ αὐτάρκεια. αὕτη γοῦν τοι ἕξις ἐστὶν ἀρκουμένη οἷς δεῖ καὶ δι᾿ αὑτῆς ποριστικὴ τῶν πρὸς τὸν μακάριον συντελούντων βίον. ἔστω οὖν ἐπὶ μὲν καρποῖς τῶν χειρῶν ὑμῶν κόσμος· ἅγιος, εὐμετάδοτος κοινωνία καὶ ἔργα οἰκουρίας. »ὁ γὰρ διδοὺς πτωχῷ δανείζει θεῷ«, καὶ »χεῖρες ἀνδρείων πλουτίζουσιν.« ἀνδρείους τοὺς καταφρονοῦντας χρημάτων καὶ περὶ τὰς μεταδόσεις εὐκόλους εἴρηκεν. ἐπὶ δὲ τῶν ποδῶν ἡ ἄοκνος πρὸς εὐποιίαν ἑτοιμότης ἐπιφαινέσθω καὶ ἡ πρὸς δικαιοσύνην ὁδοιπορία. καθετῆρες δὲ καὶ περιδέραια αἰδὼς καὶ σωφροσύνη εἰσίν. τοιούτους ὅρμους χρυσοχοεῖ ὁ θεός. »μακάριος ἄνθρωπος, ὅς εὗρεν σοφίαν, καὶ θνητός, ὃς εἶδεν φρόνησιν«, διὰ Σολομῶντος τὸ πνεῦμα λέγει, »κρεῖσσον γὰρ αὐτὴν ἐμπορευθῆναι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς, τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν.« αὕτη γὰρ ἡ ἀληθινὴ εὐκοσμία. τὰ δὲ ὦτα αὐταῖς παρὰ φύσιν μὴ τιτράσθω εἰς ἀπάρτησιν ἐλλοβίων καὶ πλάστρων· οὔτε γὰρ θέμις βιάζεσθαι τὴν φύσιν, παρ᾿ ὅ βεβούληται, οὔτε μὴν ἄλλος ἀμείνων ἄν εἴη τῶν ὤτων κόσμος εἰς τοὺς κατὰ φύσιν τῆς ἀκοῆς καταβαίνων πόρους κατηχήσεως ἀληθοῦς. ὀφθαλμοὶ δὲ ὑπαληλιμμένοι λόγῳ καὶ ὧτα εἰς αἴσθησιν διατετρημένα θείων ἀκουστὴν καὶ ἁγίων ἐπόπτην παρασκευάζουσιν δεικνύντος ὡς ἀληθῶς τοῦ λόγου τὸ κάλλος τὸ ἀληθινόν, »ὅ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσε« πρότερον.

---

Clement of Alexandria, Paedagogus, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg002.local001/.
