Ancient Greek
Book 3
Clement of Alexandria, Paedagogus 3.Πῶς περὶ τὰ λουτρὰ ἀναστρεπτέον.
Not analysed yet
Οἷα δὲ καὶ τὰ λουτρὰ αὐταῖς· οἶκοι τεχνητοί, συμπαγεῖς καὶ περιφορητοί, διαφανεῖ σινδόνι καλυπτόμενοι, καθέδραι τε ἐπίχρυσοι, ἀργυροῖ **καὶ σκεύη μυρία χρυσοῦ τε καὶ ἀργύρου, τὰ μὲν εἰς προπόσεις, τὰ δὲ εἰς τροφάς, τὰ δὲ εἰς τὸ λούσασθαι περιφερόμενα· ναὶ μὴν καὶ ἐσχαρίδες ἀνθράκων· εἰς τοσοῦτον γὰρ ἀκρασίας ἥκουσιν ὡς δειπνεῖν καὶ μεθύειν ἔτι λουομένας· τά τε ἀργυρώματα, μεθ᾿ ὧν ἐμπομπεύουσιν, ἀπειροκάλως ἐν τοῖς βαλανείοις προτιθέασι· τάχα μέν που καὶ τὸν πλοῦτον δι᾿ ἀλαζονείαν περιττήν, μάλιστα δὲ τὴν αὐτεξούσιον ἀπαιδευσίαν, καθ᾿ ἣν κατηγοροῦσιν ἀνάνδρων ἀνδρῶν πρὸς γυναικῶν κεκρατημένων, ἐπιδεικνύμεναι ἐλέγχουσαί τε ἁμῇ γέ πῃ σφᾶς αὐτὰς μὴ οἵας τε εἶναι [συνεῖναι] καὶ δίχα τῶν σκευῶν τῶν πολλῶν ἱδροῦν [δύνασθαι]· καὶ γὰρ αἱ πενόμεναι τῆς πομπῆς μὴ μεταλαμβάνουσαι τῶν ἴσων κοινωνοῦσι λουτρῶν. ἔχει δὲ ἄρα ὁ ῥύπος τῆς περιουσίας βλασφημίας περιβολὴν πολλήν. τούτῳ καθάπερ δελέατι ἀγκιστρεύουσιν τοὺς ἀθλίους κεχηνότας ἐπὶ τὰς μαρμαρυγὰς τοῦ χρυσίου· καὶ γὰρ ἐκπλήττουσαι τούτῳ τοὺς ἀπειροκάλους θαυμάζειν σφᾶς τεχνῶνται τοὺς ἐραστάς, οἳ μετ᾿ ὀλίγον αὐταῖς ἐνυβρίζουσι γυμναῖς. καὶ δὴ τοῖς μὲν ἀνδράσι τοῖς σφῶν οὐκ ἂν ἀποδύσαιντο προσποίητον αἰσχύνης ἀξιοπιστίαν μνώμεναι, ἔξεστι δὲ τοῖς βουλομένοις τῶν ἄλλων τὰς οἴκοι κατακλείστους γυμνὰς ἐν τοῖς βαλανείοις θεάσασθαι· ἐνταῦθα γὰρ ἀποδύσασθαι τοῖς θεαταῖς ὥσπερ καπήλοις σωμάτων οὐκ αἰσχύνονται. ἀλλ᾿ ὁ μὲν Ἡσίοδος μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι παραινεῖ. κοινὰ δὲ ἀνέῳκται ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ τὰ βαλανεῖα, κἀντεῦθεν ἐπὶ τὴν ἀκρασίαν ἀποδύονται· »ἐκ τοῦ γὰρ εἰσορᾶν γίνεται ἀνθρώποις ἐρᾶν«, ὥσπερ ἀποκλυζομένης τῆς αἰδοῦς αὐτοῖς κατὰ τὰ λουτρά. αἳ δὲ μὴ εἰς τοσοῦτον ἀπερυθριῶσαι τοὺς μὲν ὀθνείους ἀποκλείουσιν, ἰδίοις δὲ οἰκέταις συλλούονται καὶ δούλοις ἀποδύονται γυμναὶ καὶ ἀνατρίβονται ὑπ᾿ αὐτῶν, ἐξουσίαν δοῦσαι τῷ κατεπτηχότι τῆς ἐπιθυμίας τὸ ἀδεὲς τῆς ψηλαφήσεως· οἱ γὰρ παρεισαγόμενοι παρὰ τὰ λουτρὰ ταῖς δεσποίναις γυμναῖς μελέτην ἴσχουσιν ἀποδύσασθαι πρὸς τόλμαν ἐπιθυμίας ἔθει πονηρῷ περιγράφοντες τὸν φόβον. καὶ οἱ μὲν παλαιοὶ τῶν ἀθλητῶν γυμνὸν δεικνύναι τὸν ἄνδρα αἰδούμενοι ἐν διαζώσμασι τὴν ἀγωνίαν ἐκτελοῦντες τὸ αἰδῆμον ἐφύλαττον· αἳ δὲ ἀποδυσάμεναι ἅμα τῷ χιτῶνι καὶ τὴν αἰδῶ φαίνεσθαι μὲν βούλονται καλαί, ἄκουσαι δ᾿ ὁμοίως ἐλέγχονται κακαί· καὶ γὰρ δι᾿ αὐτοῦ καταφαίνεται μάλιστα τοῦ σώματος τὸ μάχλον τῆς ἐπιθυμίας, καθάπερ τοῖς ὑδεριῶσιν τὸ περιστεγόμενον τῆς ἐπιφανείας ὑγρόν· τὸ νοσοῦν δὲ ἀμφοῖν ἐκ τῆς ὄψεως γνωρίζεται. χρὴ τοίνυν τοὺς ἄνδρας γενναῖον ἀληθείας ὑπόδειγμα ταῖς γυναιξὶ γινομένους αἰσχύνεσθαι τὰς μετ᾿ αὐτῶν ἀποδύσεις καὶ φυλάττεσθαι τὰς ὄψεις τὰς ὀλισθηράς »ὁ γὰρ ἐμβλέψας«, φησί, »περιεργότερον ἤδη ἥμαρτεν. «οἴκοι μὲν οὖν τοὺς γονεῖς καὶ τοὺς οἰκέτας αἰδεῖσθαι χρή, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ τοῖς λουτροῖς τὰς γυναῖκας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς, πανταχοῦ δὲ τὸν λόγον, ὅς ἐστι πανταχοῦ, καὶ »ἐγένετο ἄνευ αὐτοῦ οὐδὲ ἕν«. οὕτως γὰρ μόνως ἀπτώς τις διαμενεῖ, εἰ πάντοτε αὐτῷ συμπαρεῖναι νομίζοι τὸν θεόν.