# Paedagogus 3.Ὅτι καλὸν ἐφόδιον Χριστιανῷ ἡ εὐτέλεια..1

Clement of Alexandria, Paedagogus, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/paedagogus/3.%E1%BD%8D%CF%84%CE%B9%20%CE%BA%CE%B1%CE%BB%E1%BD%B8%CE%BD%20%E1%BC%90%CF%86%CF%8C%CE%B4%CE%B9%CE%BF%CE%BD%20%CE%A7%CF%81%CE%B9%CF%83%CF%84%CE%B9%CE%B1%CE%BD%E1%BF%B7%20%E1%BC%A1%20%CE%B5%E1%BD%90%CF%84%CE%AD%CE%BB%CE%B5%CE%B9%CE%B1..1

Τρυφὴ δὲ εἰς ἡδονὰς ἀλωμένη χαλεπὸν ἀνθρώποις ναυάγιον γίνεται· ἀλλότριον γὰρ τῆς ἀληθοῦς φιλοκαλίας καὶ τῶν ἀστείων ἡδονῶν ὁ ἡδὺς οὗτος καὶ ἀκλεὴς τῶν πολλῶν βίος. φύσει γὰρ ὁ ἄνθρωπος ὑψηλόν ἐστι ζῷον καὶ γαῦρον καὶ τοῦ καλοῦ ζητητικόν, ἄτε τοῦ μόνου καλοῦ δημιούργημα, ὁ δὲ ἐπὶ γαστέρα αὐτῷ βίος ἄσεμνός τε καὶ ἐπονείδιστος καὶ εἰδεχθὴς καὶ καταγέλαστος. ἀλλοτριώτατον δὲ τῆς θείας φύσεως ἡ φιληδονία, ὁμοίως μὲν σιτεῖσθαι τοῖς στρουθοῖς, ὁμοίως δὲ τοῖς ὑσὶν καὶ τοῖς τράγοις ὀχεύειν· τὸ γὰρ τὴν ἡδονὴν νομίζειν ἀγαθὸν ἀπειροκαλίας ἐστὶ τελείας, φιλοπλουτία δὲ ἐξίστησι τῆς ὀρθῆς διαίτης τὸν ἄνθρωπον ἀπερυθριᾶν πρὸς τὰ αἰσχρὰ ἀναπείθουσα, »ἐὰν μόνον ἔχῃ δύναμιν καθάπερ θηρίον τοῦ φαγεῖν παντοδαπὰ καὶ πιεῖν ὡσαύτως καὶ ἀφροδισίων πᾶσαν πάντως παρέχειν πλησμονήν«. διὰ τοῦτο σπανιαίτατα τὴν βασιλείαν τοῦ θεοῦ κληρονομεῖ. ποῦ τοίνυν τὰ τοσαῦτα παρασκευάζονται ὄψα ἢ ἵνα μίαν πλήρωσωσι γαστέρα; τὸ ἀκάθαρτον τῆς γαστριμαργίας οἱ κοπρῶνες ἐλέγχουσιν, εἰς οὓς ἀποπτύουσιν ἡμῶν αἱ γαστέρες τῆς δαιτὸς τὰ λείψανα. ποῦ δὲ τοὺς οἰνοχόους τοὺς τοσούτους συναγείρουσι μιᾷ κύλικι πλησθῆναι δυνάμενοι; ποῦ δὲ τῶν ἐσθήτων τὰς κιβωτούς; τὰ χρυσία δὲ ποῦ; καὶ τὰ κόσμια ποῦ; λωπολδύταις δὲ αὐτὰ καὶ κακούργοις παρασκευάζονται καὶ τοῖς λίχνοις ὀφθαλμοῖς. »ἐλεημοσύναι δὲ καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε«, φησὶν ἡ γραφή. ἰδοὺ γοῦν καὶ τὸν Θεσβίτην Ἠλίαν καλὸν ὑπόδειγμα τῆς εὐτελείας ἔχομεν, ὅτε »ἐκάθισεν ὑπὸ τὴν ῥάμνον« καὶ ὁ ἄγγελος αὐτῷ κομίζει τροφάς· »ἐγκρυφίας κρίθινος ἦν καὶ καψάκης ὕδατος.« τοιοῦτον ἄριστον αὐτῷ κύριος ἔπεμψεν. ἡμῖν ἄρα ἀνάγκη πρὸς ἀλήθειαν ὁδοιποροῦσιν εὐζώνοις γενέσθαι· »μὴ βαστάζετε γάρ«, εἶπεν ὁ κύριος, »βαλλάντιον, μὴ πήραν μηδὲ ὑπόδημα«, τουτέστι, μὴ πλοῦτον κτήσησθε τὸν ἐν βαλλαντίῳ μονον θησαυριζόμενον, μὴ τὰς ἀποθήκας πληρώσητε τὰς ἰδίας ὡς ἐν πήρᾳ παρατιθέμενοι τὸν σπόρον, ἀλλὰ καὶ τοῖς δεομένοις κοινωνήσατε, μὴ ὑποζύγια καὶ οἰκέτας πολυπραγμονεῖτε, οἵτινες ὑποδήματα τῆς πορείας τῶν πλουσίων ἀχθοφοροῦντες ἀλληγορικῶς εἴρηνται. ἀπορριπτέον οὖν τῶν σκευῶν τὸ πλῆθος καὶ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἐκπώματα καὶ τὸν ὄχλον τῶν οἰκετῶν, καλὰς καὶ σεμνὰς παρὰ τοῦ παιδαγωγοῦ συνοπαδοὺς αὐτουργίαν καὶ εὐτέλειαν παραλαβόντας· καὶ δὴ βαδιστέον εὐαρμόστως τῷ λόγῳ, κἂν γυνή τῳ παρῇ καὶ τέκνα· οὐκ ἄχθος ἐστὶν ὁ οἶκος συνεπισπέσθαι μαθὼν ὁδοιπόρῳ σώφρονι. σταλτέον δὲ καὶ τὴν φίλανδρον γυναῖκα τἀνδρὶ παραπλησίως, ὁδοιπορικῶς καλὸν ἐφόδιον τῆς εἰς οὐρανοὺς πορείας εὐτέλειαν ἐπιφερομένους μιᾷ σεμνότητι σώφρονι· μέτρον δὲ καθάπερ ὁ ποὺς τοῦ ὑποδήματος, οὕτως καὶ τῆς κτήσεως ἑκάστου τὸ σῶμα· τὸ δὲ περιττόν, ἃ δή φασι κόσμια, καὶ τὰ ἔπιπλα τῶν πλουσίων ἄχθος ἐστίν, οὐ κόσμος τοῦ σώματος. χρὴ δὲ τὸν ἀναβαίνειν βιαζόμενον εἰς τοὺς οὐρανοὺς καλὴν βακτηρίαν τὴν εὐεργεσίαν περιφέρειν καὶ τοῖς θλιβομένοις μεταδεδωκότα τῆς ἀληθοῦς ἀναπαύσεως μεταλαμβάνειν· ὁμολογεῖ γὰρ ἡ γραφή, ὡς ἄρα »λύτρον ἐστὶν ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος«, τουτέστιν, ἐὰν πλουτῇ, μεταδόσει σωθήσεται. καθάπερ γὰρ τῶν φρεάτων ὅσα πέφυκεν βρύειν ἀπαντλούμενα εἰς τὸ ἀρχαῖον ἀναπιδύει μέτρον, οὕτως ἡ μετάδοσις ἀγαθὴ φιλανθρωπίας ὑπάρχουσα πηγή, κοινωνοῦσα τοῖς διψῶσι τοῦ ποτοῦ αὔξεται πάλιν καὶ πίμπλαται, ὃν τρόπον ἐπὶ τοὺς θηλαζομένους ἢ καὶ βδαλλομένους μαστοὺς ἐπιρρεῖν εἴωθε τὸ γάλα. ἀνενδεὴς γὰρ ὁ τὸν παντοκράτορα θεὸν λόγον ἔχων καὶ οὐδενὸς ὧν χρῄζει ἀπορεῖ ποτε· κτῆσις γὰρ ὁ λόγος ἀνενδεὴς καὶ εὐπορίας ἁπάσης αἴτιος. εἰ δέ τις φαίη ἑωρακέναι πολλάκις ἄρτου πενόμενον δίκαιον, σπάνιον μὲν τοῦτο, καὶ ἔνθα οὐκ ἄλλος δίκαιος, ἀναγνώτω δὲ ὅμως κἀκεῖνο· »οὐ γὰρ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ὁ δίκαιος, ἀλλ᾿ ἐν τῷ ῥήματι κυρίου«, ὅς ἐστιν ἄρτος ἀληθινός, ἄρτος οὐρανῶν. οὐκ ἄρα ποτὲ ὁ ἀγαθὸς ἀνὴρ ἄπορος, ἕως ἂν ἔχῃ σῴαν τὴν πρὸς θεὸν ὁμολογίαν· πάρεστι μὲν γὰρ αὐτῷ αἰτεῖσθαι καὶ λαμβάνειν ὧν ἂν δέηται παρὰ τοῦ πατρὸς τῶν ὅλων καὶ τῶν ἰδίων ἀπολαύειν, εἰ φυλάττοι τὸν υἱόν· πάρεστι᾿ δὲ καὶ τοῦτο, μηδεμιᾶς ἐνδείας αἰσθάνεσθαι. ὁ παιδαγωγικὸς ἡμῶν οὗτος λόγος τὸν πλοῦτον ἡμῖν δίδωσι, καὶ πλουτεῖν οὐ φθόνος τὸ ἀνενδεὲς κτωμένοις δι᾿ αὐτοῦ· ὁ τοῦτον ἔχων τὸν πλοῦτον βασιλείαν κληρονομήσει θεοῦ.

---

Clement of Alexandria, Paedagogus, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg002.local001/.
