# Paedagogus 3.Ὅτι μόνος πλούσιος ὁ Χριστιανός..1

Clement of Alexandria, Paedagogus, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/paedagogus/3.%E1%BD%8D%CF%84%CE%B9%20%CE%BC%CF%8C%CE%BD%CE%BF%CF%82%20%CF%80%CE%BB%CE%BF%CF%8D%CF%83%CE%B9%CE%BF%CF%82%20%E1%BD%81%20%CE%A7%CF%81%CE%B9%CF%83%CF%84%CE%B9%CE%B1%CE%BD%CF%8C%CF%82..1

Πλούτου τοίνυν μεταληπτέον ἀξιολόγως καὶ μεταδοτέον φιλανθρώπως, οὐ βαναύσως οὐδὲ ἀλαζονικῶς, οὐδὲ ἐκτρεπτέον τὸ φιλόκαλον εἰς φιλαυτίαν καὶ ἀπειροκαλίαν, μή πῃ ἄρα καὶ πρὸς ἡμᾶς φήσῃ τις· ὁ ἵππος αὐτοῦ πεντεκαίδεκα ταλάντων ἐστὶν ἄξιος ἢ τὸ χωρίον ἢ ὁ οἰκέτης ἢ τὸ χρυσίον, αὐτὸς δὲ χαλκῶν ἐστι τίμιος τριῶν. αὐτίκα γοῦν περίελε τὸν κόσμον τῶν γυναικῶν καὶ τοὺς οἰκέτας τῶν δεσποτῶν, οὐδὲν διαφέροντας τῶν ἀργυρωνήτων εὑρήσεις. τοὺς δεσπότας, οὐκ ἐν βαδίσματι, οὐκ ἐν βλέμματι, οὐκ ἐν φθέγματι· οὕτως τοίνυν τοῖς ἀνδραπόδοις ἐοίκασιν. ἀλλὰ καὶ τῷ ἀσθενέστεροι εἶναι τῶν οἰκετῶν διακρίνονται καὶ τῷ νοσηλότερον ἀνατεθράφθαι. ἄριστον γοῦν δογμάτων τοῦτο ᾄδειν παρ᾿ ἕκαστα χρή, ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος ἐν οὐρανῷ θησαυρίζει τὰ χρήματα· οὗτος [ὁ] τὰ ἐπίγεια καταπωλήσας καὶ πτωχοῖς ἐπιδοὺς τὸν ἀνώλεθρον ἐξευρίσκει θησαυρόν, ἔνθα οὐ σής, οὐ λῃστής· μακάριος οὗτος ὄντως, ἐάν τε σμικρὸς καὶ ἀσθενὴς καὶ ἄδοξος ᾖ, καὶ πλοῦτον ὄντως πλουτεῖ τὸν μέγιστον· ἐὰν δὲ ἄρα πλουτῇ μὲν Κινύρα τε καὶ Μίδα μᾶλλον, ᾖ δὲ ἄδικος καὶ ὑφερήφανος, καθάπερ ὁ ἐν τῇ πορφύρᾳ καὶ βύσσῳ τρυφῶν καὶ τὸν Λάζαρον ὑπερηφανῶν, ἄθλιός τέ ἐστι καὶ ἀνιαρῶς ζῇ καὶ οὐ ζήσεται. ἐοικέναι γοῦν μοι δοκεῖ ὁ πλοῦτος ἑρπετῷ, οὗ εἰ μή τις ἐπίσταιτο λαβέσθαι ἀβλαβῶς, πόρρωθεν ἀκινδύνως ἄκρας οὐρᾶς ἀνακρημνὰς τὸ θηρίον, περιπλέξεται τῇ χειρὶ καὶ δήξεται· δεινὸς δὲ καὶ ὁ πλοῦτος ἰλυσπώμενος παρὰ τὴν ἔμπειρον ἢ ἄπειρον αὐτοῦ λαβὴν προσφῦναι καὶ δάκνειν, εἰ μή τις αὐτῷ καταμεγαλοφρονῶν ἐπιστημόνως χρῷτο, ἵνα σὺν τῇ ἐπῳδῇ τοῦ λόγου καταξέσηται μὲν τὸ θηρίον, αὐτὸς δὲ ἀπαθὴς μείνῃ. ἀλλ᾿, ὡς ἔοικεν, τὰ πλείονος ἄξια κεκτημένος πλούσιος ὢν μόνος ἐλελήθει· πολλοῦ δὲ ἄξια οὐ λίθος, οὐκ ἄργυρος, οὐκ ἐσθής, οὐ κάλλος σώματος, ἀλλ᾿ ἡ ἀρετή, ὅς ἐστι λόγος διὰ τοῦ παιδαγωγοῦ παραδιδόμενος εἰς ἄσκησιν· λόγος οὗτος ὁ τὴν τρυφὴν ἐξομνύμενος, τὴν δὲ αὐτουργίαν διάκονον παρακαλῶν καὶ τὴν εὐτέλειαν ἐξυμνῶν τῆς σωφροσύνης τὴν ἔγγονον, »λάβετε παιδείαν«, φησί, »καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι.« καὶ πάλιν· »ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον καὶ ἄργυρον· τὰ γὰρ ἐμὰ γενήματα κρείττω ἀργυρίου ἐκλεκτοῦ.« εἰ δὲ καὶ διελεῖν χρή, πλούσιος μὲν ὁ πολυκτήμων ἔστω, χρυσίῳ σεσαγμένος καθάπερ φασκώλιον ἐρρυπωμένον, εὐσχήμων δὲ ὁ δίκαιος, ἐπεὶ εὐσχημοσύνη τάξις ἐστὶν ἐν τῷ δέοντι σχηματισμῷ περὶ τὰς διοικήσεις καὶ τὰς ἐπιδόσεις μεμετρημένη· »εἰσὶ γὰρ οἱ σπείροντες καὶ πλείονα συνάγοντες«, περὶ ὧν γέγραπται· »ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.« ὥστε οὐχ ὁ ἔχων καὶ φυλάττων, ἀλλ᾿ ὁ μεταδιδοὺς πλούσιος, καὶ ἡ μετάδοσις τὸν μακάριον, οὐχ ἡ κτῆσις δείκνυσι· καρπὸς δὲ ψυχῆς τὸ εὐμετάδοτον· ἐν ψυχῇ ἄρα τὸ πλούσιον. καὶ μὴν τὰ μὲν ἀγαθὰ ἔστω μόνοις κτητὰ τοῖς ἀγαθοῖς, ἀγαθοὶ δὲ οἱ Χριστιανοί· ἄφρων δὲ ἢ ἀκόλαστος ἄνθρωπος οὔτ᾿ ἂν αἴσθησιν ἀγαθοῦ σχοίη οὔτ᾿ ἄν κτήσεως τύχοι· μόνοις ἄρα τοῖς Χριστιανοῖς κτητὰ τὰ ἀγαθά. τούτων δὲ τῶν ἀγαθῶν πλουσιώτερον οὐθέν· πλούσιοι ἄρα οὗτοι μόνοι. πλοῦτος γὰρ ἀληθινὸς ἡ δικαιοσύνη καὶ ὁ παντὸς θησαυροῦ πολυτιμότερος λόγος οὐκ ἀπὸ θρεμμάτων καὶ χωρίων αὐξανόμενος, ἀλλ᾿ ὑπὸ τοῦ θεοῦ δωρούμενος, πλοῦτος ἀναφαίρετος (ἡ ψυχὴ μόνη θησαυρὸς αὐτοῦ), κτῆμα τῷ κεκτημένῳ ἄριστον, μακάριον τῇ ἀληθείᾳ παρεχόμενον τὸν ἄνθρωπον. ᾧ γὰρ ἂν ὑπάρχῃ μηδενὸς μὲν ὀρέγεσθαι τῶν οὐκ ἐφ᾿ ἡμῖν, ὧν δὲ ὀρέγεται, τούτων τυγχάνειν, ἀλλὰ καὶ ὧν ὁσίως ἐφίεται, ταῦτα αἰτούμενον λαμβάνειν παρὰ θεοῦ, πῶς οὗτος οὐ πολυκτήμων καὶ παγκτήμων, θησαυρὸν ἔχων αἰώνιον τὸν θεόν; »τῷ αἰτοῦντι«, φησί, »δοθήσεται καὶ τῷ κρούοντι ἀνοιγήσεται.« εἰ μηδὲν ἀρνεῖται ὁ θεός, τὰ πάντα τοῦ θεοσεβοῦς γίνεται.

---

Clement of Alexandria, Paedagogus, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg002.local001/.
