Ancient Greek
Chapter 7
Clement of Alexandria, Protrepticus 7.1
Not analysed yet
Ἴτω δὲ ἡμῖν (οὐ γὰρ αὐταρκεῖ μόνον ἡ φιλοσοφία) ἀλλὰ καὶ αὐτὴ ἡ ποιητικὴ ἡ περὶ τὸ ψεῦδος τὰ πάντα ἠσχολημένη, μόλις ποτὲ ἤδη ἀλήθειαν μαρτυρήσουσα, μᾶλλον δὲ ἐξομολογουμένη τῷ θεῷ τὴν μυθώδη παρέκβασιν· παρίτω δὴ ὅστις καὶ βούλεται ποιητὴς πρῶτος. Ἄρατος μὲν οὖν διὰ πάντων τὴν δύναμιν τοῦ θεοῦ διήκειν νοεῖ, ὄφρ᾿ ἔμπεδα πάντα φύωνται, τῷ μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται· χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ᾿ ἀνθρώποισιν ὄνειαρ. ταύτῃ τοι καὶ ὁ Ἀσκραῖος αἰνίττεται Ἡσίοδος τὸν θεόν· αὐτὸς γὰρ πάντων βασιλεὺς καὶ κοίρανός ἐστιν, ἀθανάτων τέο δ᾿ οὔτις ἐρήρισται κράτος ἄλλος. ἤδη δὲ καὶ ἐπὶ τῆς σκηνῆς παραγυμνοῦσι τὴν ἀλήθειαν· ὃ μὲν καὶ εἰς τὸν αἰθέρα καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψας »τόνδε ἡγοῦ θεόν,« φησίν, Εὐριπίδης· ὁ δὲ τοῦ Σοφίλλου Σοφοκλῆς, εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστὶν θεός, ὃς οὐρανόν τ᾿ ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίας· θνητοὶ δὲ πολλοὶ καρδίᾳ πλανώμενοι ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματ᾿ ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις νέμοντες, οὕτως εὐσεβεῖν νομίζομεν. οὑτοσὶ μὲν ἤδη καὶ παρακεκινδυνευμένως ἐπὶ τῆς σκηνῆς τὴν ἀλήθειαν τοῖς θεαταῖς παρεισήγαγεν. ὁ δὲ Θρᾴκιος ἱεροφάντης καὶ ποιητὴς ἅμα, ὁ τοῦ Οἰάγρου Ὀρφεύς, μετὰ τὴν τῶν ὀργίων ἱεροφαντίαν καὶ τῶν εἰδώλων τὴν θεολογίαν, παλινῳδίαν ἀληθείας εἰσάγει, τὸν ἱερὸν ὄντως ὀψέ ποτε, ὅμως δ᾿ οὖν ᾄδων λόγον· φθέγξομαι οἷς θέμις ἐστί· θύρας δ᾿ ἐπίθεσθε βέβηλοι πάντες ὁμῶς· σὺ δ᾿ ἄκουε, φαεσφόρου ἔκγονε Μήνης, Μουσαῖε, ἐξερέω γὰρ ἀληθέα, μηδέ σε τὰ πρὶν ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ. εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ᾿ ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ᾿ ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον. εἶτα ὑποβὰς διαρρήδην ἐπιφέρει· εἷς ἔστ᾿ ,αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται· ἐν δ᾿ αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται. οὕτως μὲν δὴ Ὀρφεύς· χρόνῳ γέ ποτε συνῆκεν πεπλανημένος. ἀλλὰ σὺ μὴ μέλλων, βροτὲ ποικιλόμητι, βράδυνε, ἀλλὰ παλίμπλαγκτος στρέψας θεὸν ἱλάσκοιο. εἰ γὰρ καὶ τὰ μάλιστα ἐναύσματά τινα τοῦ λόγου τοῦ θείου λαβόντες Ἕλληνες ὀλίγα ἄττα τῆς ἀληθείας ἐφθέγξαντο, προσμαρτυροῦσι μὲν τὴν δύναμιν αὐτῆς οὐκ ἀποκεκρυμμένην, σφᾶς δὲ αὐτοὺς ἐλέγχουσιν ἀσθενεῖς, οὐκ ἐφικόμενοι τοῦ τέλους. ἤδη γὰρ οἶμαι παντί τῳ δῆλον γεγονέναι ὡς τῶν χωρὶς τοῦ λόγου τῆς ἀληθείας ἐνεργούντων τι ἢ καὶ φθεγγομένων ὁμοίων ὄντων τοῖς χωρὶς βάσεως βαδίζειν βιαζομένοις. δυσωπούντων δέ σε εἰς σωτηρίαν καὶ οἱ περὶ τοὺς θεοὺς ὑμῶν ἔλεγχοι, οὓς διὰ τὴν ἀλήθειαν ἐκβιαζόμενοι κωμῳδοῦσι ποιηταί. Μένανδρος γοῦν ὁ κωμικὸς ἐν Ἡνιόχῳ [ἐν Ὑποβολιμαίῳ] τῷ δράματι οὐδείς μ᾿ ἀρέσκει (φησὶ) περιπατῶν ἔξω θεὸς μετὰ γραός, οὐδ᾿ εἰς οἰκίας παρεισιὼν ἐπὶ τοῦ σανιδίου μητραγύρτης· τοιοῦτοι γὰρ οἱ μητραγύρται. ὅθεν εἰκότως ὁ Ἀντισθένης ἔλεγεν αὐτοῖς μεταιτοῦσιν· »οὐ τρέφω τὴν μητέρα τῶν θεῶν, ἣν οἱ θεοὶ τρέφουσιν«. πάλιν δὲ ὁ αὐτὸς κωμῳδιοποιὸς ἐν Ἱερείᾳ τῷ δράματι χαλεπαίνων πρὸς τὴν συνήθειαν διελέγχειν πειρᾶται τὸν ἄθεον τῆς πλάνης τῦφον, ἐπιφθεγγόμενος ἐμφρόνως εἰ γὰρ ἕλκει τὸν θεὸν τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται, ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ· ἀλλ᾿ ἔστι τόλμης καὶ βίας ταῦτ᾿ ὄργανα εὑρημένα ἀνθρώποισιν. καὶ οὐχὶ μόνος ὁ Μένανδρος, ἀλλὰ καὶ Ὅμηρος καὶ Εὐριπίδης καὶ ἄλλοι συχνοὶ ποιηταὶ διελέγχουσιν ὑμῶν τοὺς θεοὺς καὶ λοιδορεῖσθαι οὐ δεδίασιν οὐδὲ καθ᾿ ὁπόσον αὐτοῖς. αὐτίκα τὴν Ἀθηνᾶν »κυνάμυιαν« καὶ τὸν Ἥφαιστον »ἀμφιγύην« καλοῦσιν, τῇ δὲ Ἀφροδίτῃ ἡ Ἑλένη φησὶ μηκέτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον. ἐπὶ δὲ τοῦ Διονύσου· ἀναφανδὸν Ὅμηρος γράφει ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατ᾿ ἠγάθεον Νυσήιον· αἳ δ᾿ ἅμα πᾶσαι θύσθλα χαμαὶ κατέχευαν ὑπ᾿ ἀνδροφόνοιο Λυκούργου. ἄξιος ὡς ἀληθῶς Σωκρατικῆς διατριβῆς ὁ Εὐριπίδης εἰς τὴν ἀλήθειαν ἀπιδὼν καὶ τοὺς θεατὰς ὑπεριδών, ποτὲ μὲν τὸν Ἀπόλλωνα, ὃς μεσομφάλους ἕδρας ναίει βροτοῖσι στόμα νέμων σαφέστατα, διελέγχων, κείνῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον, ἐκεῖνον ἡγεῖσθ᾿ ἀνόσιον καὶ κτείνετε· ἐκεῖνος ἥμαρτ᾿, οὐκ ἐγώ, ἀμαθέστερος ὢν τοῦ καλοῦ καὶ τῆς δίκης, τοτὲ δ᾿ ἐμμανῆ εἰσάγων Ἡρακλέα καὶ μεθύοντα ἀλλαχόθι καὶ ἄπληστον· πῶς γὰρ οὐχί; ὃς ἑστιώμενος τοῖς κρέασι χλωρὰ σῦκα ἐπήσθιεν ἄμουσα ὑλακτῶν ὥστε βαρβάρῳ μαθεῖν. ἤδη δὲ ἐν Ἴωνι τῷ δράματι γυμνῇ τῇ κεφαλῇ ἐκκυκλεῖ τῷ θεάτρῳ τοὺς θεούς· πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς γράψαντας αὐτοὺς ἀδικίας ὀφλισκάνειν; εἰ δ᾿, οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι, δίκας βιαίων δώσετ᾿ ἀνθρώποις γάμων, σὺ καὶ Ποσειδῶν Ζεύς θ᾿, ὃς οὐρανοῦ κρατεῖ, ναοὺς τίνοντες ἀδικίας κενώσετε.