Ancient Greek
Chapter 24
Clement of Alexandria, Quis dives salvetur 24
Not analysed yet
Δύνασαι καὶ τῶν χρημάτων ἐπίπροσθεν εἶναι; φράσον καὶ οὐκ ἀπάγει σε Χριστὸς τῆς κτήσεως, ὁ κύριος οὐ φθονεῖ. ἀλλ᾿ ὁρᾷς σεαυτὸν ἡττώμενον ὑπ᾿ αὐτῶν καὶ ἀνατρεπόμενον; ἄφες. ῥῖψον. μίσησον, ἀπόταξαι, φύγε· »κἂν ὁ δέξιός σου ὀφθαλμὸς σκανδαλίζῃ σε. ταχέως ἔκκοψον αὐτόν· «αἱρετώτερον ἑτεροφθάλμῳ βασιλεία θεοῦ ἢ ὁλοκλήρῳ τὸ πῦρ· κἂν χεὶρ κἂν ποὺς κἂν ἡ ψυχή, μίσησον αὐτήν. ἂν γὰρ ἐνταῦθα ἀπόληται ὑπὲρ Χριστοῦ, ἐκεῖ σωθήσεται.