Ancient Greek
Chapter 32
Clement of Alexandria, Quis dives salvetur 32
Not analysed yet
ἔπειτα τηλικοῦτον μισθὸν ὁρίσαι τῆς κοινωνίας, αἰώνιον σκηνήν. ὢ καλῆς ἐμπορίας, ὢ θείας ἀγορᾶς· ὠνεῖται χρημάτων τις ἀφθαρσίαν. καὶ δοὺς τὰ διολλύμενα τοῦ κόσμου μονὴν τούτων αἰώνιον ἐν οὐρανοῖς ἀντιλαμβάνει. πλεῦσον ἐπὶ ταύτην, ἂν σωφρονῇς. τὴν πανήγυριν, ὦ πλούσιε, κἂν δέῃ, περίελθε γῆν ὅλην. μὴ φείσῃ κινδύνων καὶ πόνων, ἵν᾿ ἐνταῦθα βασιλείαν οὐράνιον ἀγοράσῃς. τί σε λίθοι διαφανεῖς καὶ σμάραγδοι τοσοῦτον εὐφραίνουσι καὶ οἰκία. τροφὴ πυρὸς ἢ χρόνου παίγνιον ἢ σεισμοῦ πάρεργον ἢ ὕβρισμα τυράννου; ἐπιθύμησον ἐν οὐρανοῖς οἰκῆσαι καὶ βασιλεῦσαι μετὰ θεοῦ, ταύτην σοὶ τὴν βασιλείαν ἄνθρωπος δώσει θεὸν ἀπομιμούμενος· ἐνταῦθα μικρὰ λαβὼν ἐκεῖ δι᾿ ὅλων αἰώνων σύνοικόν σε ποιήσεται. ἱκέτευσον ἵνα λάβῃ· σπεῦσον, ἀγωνίασον, φοβήθητι μή σε ἀτιμάσῃ· οὐ γὰρ κεκέλευσται λαβεῖν, ἀλλὰ σὺ παρασχεῖν. οὐ μὴν οὐδ᾿ εἶπεν ὁ κύριος· ›δὸς‹ ἢ ›παράσχες‹ ἢ ›εὐεργέτησον‹ ἢ ›βοήθησον‹, ›φίλον‹ δὲ ›ποίησαι‹· ὁ δὲ φίλος οὐκ ἐκ μιᾶς δόσεως γίνεται, ἀλλ᾿ ἐξ ὅλης ἀναπαύσεως καὶ συνουσίας μακρᾶς· οὔτε γὰρ ἡ πίστις οὔτε ἡ ἀγάπη οὔτε ἡ καρτερία μιᾶς ἡμέρας, ἀλλ᾿ »ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται«.