# Quis dives salvetur 36

Clement of Alexandria, Quis dives salvetur, Chapter 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/quis-dives-salvetur/36

Πάντες οὖν οἱ πιστοὶ καλοὶ καὶ θεοπρεπεῖς καὶ τῆς προσηγορίας ἄξιοι, ἣν ὥσπερ διάδημα περίκεινται. οὐ μὴν ἀλλ᾿ εἰσὶν ἤδη τινὲς καὶ τῶν ἐκλεκτῶν ἐκλεκτότεροι, καὶ τοσούτῳ μᾶλλον ᾗ ἧττον ἐπίσημοι, τρόπον τινὰ ἐκ τοῦ κλύδωνος τοῦ κόσμου νεωλκοῦντες ἑαυτοὺς καὶ ἐπανάγοντες ἐπ᾿ ἀσφαλές, οὐ βουλόμενοι δοκεῖν ἅγιοι. κἂν εἴπῃ τις, αἰσχυνόμενοι, ἐν βάθει γνώμης ἀποκρύπτοντες τὰ ἀνεκλάλητα μυστήρια. καὶ τὴν αὑτῶν εὐγένειαν ὑπερηφανοῦντες ἐν κόσμῳ βλέπεσθαι, οὓς ὁ λόγος »φῶς τοῦ κόσμου« καὶ »ἅλας τῆς γῆς« καλεῖ. τοῦτ᾿ ἔστι τὸ σπέρμα, εἰκὼν καὶ ὁμοίωσις θεοῦ, καὶ τέκνον αὐτοῦ γνήσιον καὶ κληρονόμον, ὥσπερ ἐπί τινα ξενιτείαν ἐνταῦθα πεμπόμενον ὑπὸ μεγάλης οἰκονομίας καὶ ἀναλογίας τοῦ πατρός· δι᾿ ὃ καὶ τὰ φανερὰ καὶ τὰ ἀφανῆ τοῦ κόσμου δεδημιούργηται, τὰ μὲν εἰς δουλείαν, τὰ δὲ εἰς ἄσκησιν. τὰ δὲ εἰς μάθησιν αὐτῷ. καὶ πάντα, μέχρις ἂν ἐνταῦθα τὸ σπέρμα μένῃ. συνέχεται, καὶ συναχθέντος αὐτοῦ πάντα τάχιστα λυθήσεται.

---

Clement of Alexandria, Quis dives salvetur, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg006.local001/.
