Ancient Greek
Book 1, Chapter 10
Clement of Alexandria, Στρώματα 1.10.49
Not analysed yet
οὔκουν πλατύνειν τὰ φυλακτήρια χρή ποτε κενοδοξίαν ζηλοῦντας, ἀρκεῖ τῷ γνωστικῷ κἂν εἶς μόνος ἀκροατὴς εὑρεθῇ. ἔστι γοῦν ἀκοῦσαι καὶ Πινδάρου τοῦ Βοιωτίου γράφοντος· μὴ πρὸς ἅπαντας ἀναρρῆξαι τὸν ἀρχαῖον λόγον· ἔσθ’ ὅτε πιστόταται σιγᾶς ὁδοί, κέντρον δὲ μάχας ὁ κρατιστεύων λόγος. διατείνεται οὖν εὖ μάλα ὁ μακάριος ἀπόστολος παραινῶν ἡμῖν μὴ λογομαχεῖν τε δἰ οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων, τὰς δὲ βεβήλους κενοφωνίας περιίστασθαι. ἐπὶ πλεῖον γὰρ προκόπτουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει.