Ancient Greek · ~3 min
Book 1, Chapter 14
Clement of Alexandria, Στρώματα 1.14.63
Not analysed yet
ἀλλ’ ἡ μὲν ἐν Μεταποντίῳ τῆς Ἰταλίας ἡ κατὰ Πυθαγόραν φιλοσοφία ἡ Ἰταλικὴ κατεγήρασεν. Ἀναξίμανδρος δὲ Πραξιάδου Μιλήσιος Θαλῆν διαδέχεται, τοῦτον δὲ Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος, μεθ’ ὃν Ἀναξαγόρας Ἡγησιβούλου Κλαζομένιος. οὗτος μετήγαγεν ἀπὸ τῆς Ἰωνίας Ἀθήναζε τὴν διατριβήν. τοῦτον διαδέχεται Ἀρχέλαος, οὗ Σωκράτης διήκουσεν. ἐκ δ’ ἄρα τῶν ἀπέκλινε λαοξόος. ἐννομολέσχης, Ἑλλήνων ἐπαοιδός, ὁ Τίμων φησὶν ἐν τοῖς Σίλλοις διὰ τὸ ἀποκεκλικέναι ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ ἠθικά. Σωκράτους δὲ ἀκούσας Ἀντισθένης μὲν ἐκύνισε, Πλάτων δὲ εἰς τὴν Ἀκαδημίαν ἀνεχώρησε. παρὰ Πλάτωνι Ἀριστοτέλης φιλοσοφήσας μετελθὼν εἰς τὸ Λύκειον κτίζει τὴν Περιπατητικὴν αἵρεσιν. τοῦτον διαδέχεται Θεόφραστος, ὃν Στράτων, ὃν Λύκων, εἶτα Κριτόλαος, εἶτα Δτόδωρος. Σπεύσιππος δὲ Πλάτωνα διαδέχεται. τοῦτον δὲ Ξενοκράτης, ὃν Πολέμων. Πολέμωνος δὲ ἀκουσταὶ Κράτης τε καὶ Κράντωρ, εἰς οὓς ἡ ἀπὸ Πλάτωνος κατέληξεν ἀρχαία Ἀκαδημία. Κράντορος δὲ μετέσχεν Ἀρκεσίλαος, ἀφ’ οὗ μέχρι Ἡγησίνου ἤνθησεν Ἀκαδημία ἡ μέση.