Ancient Greek
Book 1, Chapter 2
Clement of Alexandria, Στρώματα 1.2.19
Not analysed yet
ὑπὲρ δὲ τῶν ὑπομνημάτων τῶν περιειληφότων κατὰ τοὺς ἀναγκαίους καιροὺς τὴν Ἑλληνικὴν δόξαν τοσοῦτόν φημι τοῖς φιλεγκλήμοσι· πρῶτον μὲν εἰ καὶ ἄχρηστος εἴη φιλοσοφία, εἰ εὔχρηστος ἡ τῆς ἀχρηστίας βεβαίωσις, εὔχρηστος· ἔπειτα οὐδὲ καταψηφίσασθαι τῶν Ἑλλήνων οἶόν τε ψιλῇ τῇ περὶ τῶν δογματισθέντων αὐτοῖς χρωμένους φράσει, μὴ συνεμβαίνοντας εἰς τὴν κατὰ μέρος ἄχρι συγγνώσεως ἐκκάλυψιν. πιστὸς γὰρ εὖ μάλα ὁ μετ’ ἐμπειρίας ἔλεγχος, ὅτι καὶ τελειοτάτη ἀπόδειξις εὑρίσκεται ἡ γνῶσις τῶν κατεγνωσμένων. πολλὰ δ’ οὖν καὶ μὴ συμβαλλόμενα εἰς τέλος συγκοσμεῖ τὸν τεχνίτην. καὶ ἄλλως ἡ πολυμαθία διασυστατικὴ τυγχάνει τοῦ παρατιθεμένου τὰ κυριώτατα τῶν δογμάτων πρὸς πειθὼ τῶν ἀκροωμένων καὶ θαυμασμὸν ἐγγεννῶσα τοῖς κατηχουμένοις πρὸς τὴν ἀλήθειαν συνίστησιν.