Ancient Greek
Book 1, Chapter 2
Clement of Alexandria, Στρώματα 1.2.21
Not analysed yet
καθάπερ οὖν ὁ τῆς ἄγρας ἐρωτικὸς ζητήσας. ἐρευνήσας, ἀνιχνεύσας, κυνοδρομήσας αἱρεῖ τὸ θηρίον, οὕτω καὶ τἀληθὲς γλυκύτητι φαίνεται ζητηθὲν καὶ πόνῳ πορισθέν. τί δή ποτ’ οὖν ὧδε διατετάχθαι φίλον ἔδοξεν εἶναι τοῖς ὑπομνήμασιν; ὅτι μέγας ὁ κίνδυνος τὸν ἀπόρρητον ὡς ἀληθῶς τῆς ὄντως φιλοσοφίας λόγον ἐξορχήσασθαι τούτοις, οἳ ἀφειδῶς πρὸς πάντα μὲν ἀντιλέγειν ἐθέλουσιν οὐκ ἐν δίκῃ, πάντα δὲ ὀνόματα καὶ ῥήματα ἀπορρίπτουσιν οὐδαμῶς κοσμίως, αὑτούς τε ἀπατῶντες καὶ τοὺς ἐχομένους αὐτῶν γοητεύοντες. Ἑβραῖοι μὲν γὰρ σημεῖα αἰτοῦσιν, ᾗ φησιν ὁ ἀπόστολος, Ἕλληνες δὲ σοφίαν ζητοῦσι.