# Στρώματα 1.21.105

Clement of Alexandria, Στρώματα, Book 1, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/1.21.105

Προτερεῖν ἄρα Μωυσῆς ἀποδείκνυται τῆς μὲν Διονύσου ἀποθεώσεως ἔτη ἑξακόσια τέσσαρα, εἴ γε τῆς Περσέως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἐκθεοῦται, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς. ἀπὸ δὲ Διονύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ Ἰάσονα ἀριστεῖς τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας συνάγεται ἔτη ἑξήκοντα τρία· Ἀσκληπιός τε καὶ Διόσκουροι συνέπλεον αὐτοῖς, ὡς μαρτυρεῖ ὁ Ῥόδιος Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς. ἀπὸ δὲ τῆς Ἡρακλέους ἐν Ἄργει βασιλείας ἐπὶ τὴν Ἡρακλέους αὐτοῦ καὶ Ἀσκληπιοῦ ἀποθέωσιν ἔτη συνάγεται τριάκοντα ὀκτὼ κατὰ τὸν χρονογράφον Ἀπολλόδωρον. ἐντεῦθεν δὲ ἐπὶ τὴν Κάστορος καὶ Πολυδεύκους ἀποθέωσιν ἔτη πεντήκοντα τρία. ἐνταῦθά που καὶ ἡ Ἰλίου κατάληψις. εἰ δὲ χρὴ πείθεσθαι καὶ Ἡσιόδῳ τῷ ποιητῇ, ἀκούσωμεν αὐτοῦ· Ζηνὶ δ’ ἄρα Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν, κήρυκ’ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα· Καδμείη δ’ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱόν, μιχθεῖσ’ ἐν φιλότητι, Διώνυσον πολυγηθῆ.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
