# Στρώματα 1.21.114

Clement of Alexandria, Στρώματα, Book 1, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/1.21.114
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/clement-of-alexandria/text-2/1.21.114
CTS URN: urn:cts:greekLit:tlg0555.tlg004:1.21.114

ἀκριβέστερον δὲ ἡ καθ’ ἡμᾶς χρονογραφία πρόεισιν, εἰ τοῖς πεντακοσίοις εἴκοσι καὶ τρισὶ καὶ μησὶν ἑπτὰ μέχρι τῆς Δαβὶδ τελευτῆς προσθείη τις τά τε τοῦ Μωυσέως ἑκατὸν εἴκοσι ἔτη τά τε τοῦ Σολομῶνος τεσσαράκοντα· συνάξει γὰρ τὰ πάντα ἐπὶ τὴν Σολομῶνος τελευτὴν ἔτη ἑξακόσια ὀγδοήκοντα τρία μῆνας ἑπτά. Εἴραμος τὴν ἑαυτοῦ θυγατέρα Σολομῶνι δίδωσι καθ’ οὓς χρόνος μετὰ τὴν Τροίας ἅλωσιν Μενελάῳ εἰς Φοινίκην ἄφιξις, ὥς φησι Μένανδρος ὁ Περγαμηνὸς καὶ Λαῖτος ἐν τοῖς Φοινικικοῖς. μετὰ δὲ Σολομῶνα βασιλεύει Ῥοβοὰμ υἱὸς αὐτοῦ ἔτη ἑπτακαίδεκα, καὶ ἦν ἀρχιερεὺς Ἀβιμέλεχ ὁ τοῦ Σαδώκ. ἐπὶ τούτου μερισθείσης τῆς βασιλείας ἐν Σαμαρείᾳ βασιλεύει Ἱεροβοὰμ ἐκ φυλῆς Ἐφραῒμ ὁ δοῦλος Σολομῶνος, προφητεύει δὲ ἔτι Ἀχίας ὁ Σηλωνίτης καὶ Σαμαίας υἱὸς Αἰλὰμ καὶ ὁ ἐξ Ἰούδα ἀπελθὼν ἐπὶ Ἱεροβοὰμ καὶ προφητεύσας ἐπὶ τοῦ θυσιαστηρίου.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
