Ancient Greek
Book 1, Chapter 21
Clement of Alexandria, Στρώματα 1.21.115
Not analysed yet
μετὰ τοῦτον βασιλεύει Ἀβιοὺμ υἱὸς αὐτοῦ ἔτη τρία, καὶ ὁμοίως ὁ τούτου υἱὸς Ἄσα μά· οὗτος ἐπὶ γήρως ἐποδάγρησε, προφητεύει δὲ ἐπ’ αὐτοῦ Ἰοὺ υἱὸς Ἀνανίου. μετὰ τοῦτον βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κέ· ἐπὶ τούτου προφητεύουσιν Ἠλίας ὁ Θεσβίτης καὶ Μιχαίας υἱὸς Ἰεβλᾶ καὶ Ἀβδίας υἱὸς Ἀνανίου. ἐπὶ δὲ Μιχαίου καὶ ψευδοπροφήτης ἦν Σεδεκίας ὁ τοῦ Χαναάν. ἕπεται τούτοις ἡ βασιλεία Ἰωρὰμ τοῦ υἱοῦ Ἰωσαφὰτ ἐπὶ ἔτη ὀκτώ, ἐφ’ οὗ προφητεύει Ἠλίας καὶ μετὰ Ἠλίαν Ἐλισσαῖος ὁ τοῦ Σαφάτ. ἐπὶ τούτου οἱ ἐν Σαμαρείᾳ κόπρον ἔφαγον περιστερᾶς καὶ τὰ τέκνα τὰ ἑαυτῶν. ὁ δὲ χρόνος Ἰωσαφὰτ ἀπὸ τῶν ὑστάτων τῆς τρίτης τῶν Βασιλειῶν ἄχρι τῆς τετάρτης ἐπεκτείνει. ἐπὶ δὲ τοῦ Ἰωρὰμ ἀνελήφθη μὲν Ἠλίας, ἤρξατο δὲ προφητεύειν Ἐλισσαῖος υἱὸς Σαφὰτ ἔτη ἕξ, ὢ ἐτῶν τεσσαράκοντα. εἶτα Ὀχοζίας ἐβασίλευσεν ἔτος ἕν, ἐπὶ τούτου ἔτι προφητεύει Ἐλισσαῖος καὶ δὺν αὐτῷ Ἀβδαδωναῖος.