Ancient Greek
Book 1, Chapter 24
Clement of Alexandria, Στρώματα 1.24.161
Not analysed yet
τὸ γοῦν στρατήγημα τοῦ Μωυσέως διδάσκει πρὸ τῶν κινδύνων δεῖν τὰ χρήσιμα συνιδεῖν καὶ οὕτως ἐπιβαλεῖν. ἀμέλει γέγονεν ὅπερ καὶ ὑπώπτευσεν· ἐπεδίωξαν γὰρ οἱ Αἰγύπτιοι ἐφ’ ἵππων καὶ ὀχημάτων, ἀλλ’ ἀπώλοντο θᾶττον ῥαγείσης τῆς θαλάσσης καὶ σὺν ἵπποις καὶ ἅρμασιν αὐτοὺς κατακλυσάσης,ὡς μηδὲ λείψανον αὐτῶν ἀπολειφθῆναι. μετὰ δὲ ταῦτα στῦλος πυρὸς ἑπόμενος (ὡδήγει γὰρ ἔμπροσθεν αὐτῶν) ἦγε νύκτωρ τοὺς Ἑβραίους δἰ ἀβάτου, ἐν πόνοις καὶ ὁδοιπορίαις εἴς τε ἀνδρίαν εἴς τε καρτερίαν γυμνάζων καὶ συμβιβάζων αὐτούς, ἵνα καὶ χρηστὰ τὰ τῆς χώρας μετὰ τὴν πεῖραν τῶν δοκούντων δεινῶν φανῇ, εἰς ἥν ἐξ ἀνοδίας παρέπεμπεν αὐτούς.